Ημερομηνία : 23 Οκτ 2019, 22:17


Πρόσφατα Θέματα

Tελευταία άρθρα του blog


Δημιουργία νέου θέματος Απάντηση στο θέμα  [ 8 δημοσιεύσεις ] 
Συγγραφέας Μήνυμα
 Θέμα δημοσίευσης: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 04 Δεκ 2014, 22:21 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Δημιουργώ αυτό το θέμα για να στηρίξω την προσπάθεια του αγαπητού Ισπανού καθηγητή που έχει ιστοσελίδα ειδήσεων http://akwn.net/ στα αρχαία Ελληνικά. Σχετικό θέμα εδώ -> viewtopic.php?f=32&t=14554

Θεωρώ ότι τα οφέλη από την ανάγνωση αυτών των κειμένων είναι πάρα πολλά, ενδεικτικά θα πω ότι :

είναι ένας γρήγορος τρόπος να μάθει ή να τελειοποιήσει κάποιος την γνώση του στην αρχαία ελληνική δωρεάν. Περισσότερα μαθήματα εδώ -> viewtopic.php?f=32&t=14001 και επίσης μαθαίνει κανείς αρχαία ελληνικά ευχάριστα και ταυτόχρονα ενημερώνεται για τα παγκόσμια θέματα.

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
The following user would like to thank LAPTONAS for this post:
dominique

pros

 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 04 Δεκ 2014, 22:23 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Τὰ ἐν τῇ Οὐκραίνᾳ γιγνόμενα, θηλυκαὶ φύλακες ἐν τῷ Ἰσλαμικῷ Κράτει καὶ οἱ ἐν ταῖς ΗΑΠ μετανάσται
16 Νοεμβρίου 2014

Εικόνα
Αἱ θηλυκαὶ τοῦ Ἰσλαμικοῦ Κράτους φύλακες

Ὁ τῆς Οὐκραίνας πρόεδρος, Πέτρος Ποροσιένκο, ἐκέλευσε προχθὲς τοὺς στρατηγοὺς ἑτοίμους τε εἶναι καὶ τὸν στρατὸν παρασκευάζειν, κατὰ γὰρ τοὺς ἐπισκόπους βούλονται οἱ ἀφιστάμενοι οἳ τῷ Ποῦτιν ἐπικουροῦσι τὴν χώραν ἣν περὶ τῆς Δόνεζκ καὶ τῆς Λουχὰρξ νεωστὶ ἀπέβαλον ἀναλαβεῖν· τοὺς μὲν ἐπισκόπους οὐκ ἔλαθον πολλοὶ Ῥῶσσοι στρατιῶται τῶν προτέρων ἡμερῶν εἰς ταῦτα τὰ χωρία εἰσβαίνοντές τε καὶ ὅπλα τοῖς ἀφισταμένοις εἰσφέροντες, ἐξ οὗ δὲ οἱ τῆς Οὐκραίνας πολῖται τὸν τοῦ Ποῦτιν φίλον Ἰανουκόβιζ ἐκ τῆς ἀρχῆς ἐξέβαλον πειρᾶται οὗτος πρόφασιν εὑρεῖν ἵνα εἰς τὴν χώραν εἰσβαλῇ.

τὸ δὲ Ἰσλαμικὸν Κράτος ἔχει νῦν θηλυκοὺς φύλακας· ἐν μὲν τῇ τῆς πόλεως Ἂλ Μαιαδὶν ἀγορᾷ ἐξῆν νεωστὶ γυναῖκάς τινας ἰδεῖν πολυβόλα ἐχούσας καὶ ἄνω καὶ κάτω περιπατούσας, ἐὰν δὲ γυναῖκά τινα ὁρῶσιν ἐσθῆτα μὴ κατὰ τοὺς ἰσλαμικοὺς νόμους ἔχουσαν κατέχουσί τε καὶ ἐν τῷ φανερῷ κόπτουσι καὶ μέμφονται, τὸ δὲ αὐτὸ γίγνεται ἐπειδὰν γυναῖκά τινα ὁρῶσι μόνην ἔξω τῆς οἰκίας οὖσαν, μὴ ὑπὸ ἀνδρός τινος ἀκολουθουμένην. τὸ μὲν ταύτης τῆς ὁμάδος ὄνομα “Λόχος Ἂλ Χάνσα“ ἐστίν, ἡ δὲ ὁμὰς νῦν ἑξήκοντα γυναῖκας ἐνέχει. (περὶ τοῦ ὀνόματος· ἡ Ἂν Χάνσα γυνὴ ἦν τῷ τοῦ Μωάμεθ χρόνῳ ἣ ποίησιν ἔγραφεν.)

πάντες δὲ ἴσμεν ὅτι ἐν ταῖς ΗΑΠ πολλοὶ μὲν μετανάσται οἰκοῦσιν, ἐκ δὲ τούτων πέντε ἑκατομμύριοι τυγχάνουσιν ἐν τῇ χώρᾳ οἰκοῦντες οὐδεμίαν ἐξουσίαν ἔχοντες· οὗτοί εἰσιν οἱ “παράνομοι“ καλούμενοι. κατὰ μὲν νόμον τινὰ ὃν ἡ βουλὴ ἤδη πάλαι ἐψηφίσατο δέοι ἂν τούτους τοὺς παρανόμους ἐκ τῆς χώρας ἐκβαλεῖν, νῦν δὲ ὁ πρόεδρος Ὀβάμα βούλεται μέθοδόν τινα εὑρεῖν καθ' ἧν ἐξῇ τούτοις τοῖς μετανάσταις ἐν ταῖς ΗΑΠ μένειν. τούτοις τοῖς ἓξ ἔτεσιν ἐξ οὗ εἰς τὴν ἀρχὴν ἀφίκετο ὁ Ὀβάμα ἤδη δύο ἑκατομμύρια παρανόμους μεταναστὰς ἐκ τῆς χώρας ἐκβέβληκεν οὐδε βούλεται πλείους ἐκβαλεῖν

http://akwn.net/

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 04 Δεκ 2014, 22:32 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Δεινότατος χειμὼν ἐν ταῖς ΗΑΠ καὶ εἴκοσι καὶ ὀκτὼ ἄνθρωποι ἐν τῇ Σομαλίᾳ ὑπὸ τῶν τρομοκρατῶν ἀποθνῄσκουσιν
23 Νοεμβρίου 2014

Εικόνα
PictureἩ χιὼν ἐν ταῖς ΗΑΠ
Ἐν ταῖς ΗΑΠ χειμών τις ἐγένετο οὐ κατὰ τὸ εἰωθὸς ἀλλὰ τοιοῦτος ὥστε ἑπτὰ ἄνθρωποι αὐτῷ ἀπέθανον. νῦν δή, τῷ Νοεμβρίῳ μηνί, ψυχρὸν μὲν γίγνεται πανταχοῦ ἐν τῷ Βορείῳ Ἡμισφαιρίῳ, τούτου δὲ κατ' ἐνιαυτὸν γιγνομένου οὐδεὶς ἄγαται, ὅμως δὲ ἐν τῷ βορείῳ ἡμίσει τῶν ΗΑΠ τοσαύτη χιὼν καταπέπτωκεν ὥστε ἀναγκαῖον ἦν πολλὰ μὲν διδασκαλεῖα κλεῖσαι, τοὺς δὲ πολίτας αἰτεῖν ἐκ τῆς οἰκίας μὴ ἐξιέναι. παραδείγματος ἕνεκα, ἐν μὲν τῇ πόλει Βουφάλῳ, ἐγγὺς τοῦ λιμένος Ἐρίης κειμένῃ, χιὼν κατέπεσεν δύο μέτρα τὸ ὕψος (οἱ ἐκεῖ οἰκοῦντες οὐδέποτε τοιοῦτο θαῦμα ἑοράκεσαν), ἐν δὲ τῇ τῶν Μεγάλων Λιμνῶν χώρᾳ πολλοῖς μὲν ἀνθρώποις οἳ ἔτυχον πορευόμενοι οὐκ ἐξῆν, ὅποι δέοι αὐτοὺς πορεύεσθαι, ἀφίκεσθαι, τῆς χιόνος τὰ αὐτοκίνητα κωλυούσης, ἐδέησε δὲ πολλοὺς τὴν νύκτα ἔνδον τῶν αὐτοκινήτων μένειν ἕως οἱ φύλακες αὐτοὺς ἔσωσαν.

Σομάλιοι τρομοκράται τοῦ Al Shabab εἴκοσι καὶ ὀκτὼ ἐπιβάτας οἳ ἔτυχον λεωφορίῳ πορευόμενοι ἀπέκτειναν. ἐν μὲν τῷ λεωφορίῳ πρὸς τὸ Ναιρόβι πορευομένῳ ἑξήκοντα ἐπιβάται ἐνῆσαν, οἱ δὲ τρομοκράται αὐτὸ βίᾳ κατέλαβον ἐν χωρίῳ τινὶ τριάκοντα χιλιόμετρα τῆς πόλεως Μανδέρης ἀπέχοντι. ἀναγκάσαντες δὲ τοὺς ἐπιβάτας ἐκ τοῦ λεωφορίου ἐκβῆναι, αὐτοὺς ᾔτησαν μέρη τινὰ τοῦ Κορανίου ἀπὸ μνήμης καταλέγειν ἵνα ἐξευροῖεν οἵτινες μὲν μουσουλμάνοι εἶεν, οἵτινες δὲ οὔ, ἔπειτα δὲ τοὺς οὐ μουσουλμάνους ὄντας ἀπέκτειναν. κατὰ δὲ τοὺς τρομοκάτας τοῦτο ἐγένετο διότι νεωστὶ ἡ τῆς χώρας ἀρχὴ τοὺς φύλακας ἔπεμψεν εἰς τὰ τζαμία Masjid Musa καὶ Sakina (ἐν τῇ Μομβάσῃ), πολλὰς δὲ ἡμέρας τούτου ἕνεκα ἔρις ἐγένετο ἐν ταῖς τῆς Μομβάσης ἀγυιαῖς.

http://akwn.net/

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 06 Δεκ 2014, 17:21 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 13 Απρ 2010, 00:31
Δημοσ.: 2172
Thanks:
Thanked:
time στο post
:good

_________________
Το λακωνίζειν εστί φιλοσοφείνΠλάτων


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 07 Δεκ 2014, 16:06 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Αὖθις θύελλα ἐν ταῖς Φιλιππίναις, προβλήματα ἐν ταῖς ΗΑΠ καὶ δεῖ τὸ ὄνομα μεταβαλεῖν
6 Δεκεμβρίου 2014
Εικόνα
PictureὉ τοῦτο γράφων, εἰς τὸ τέρμα ἀφικνούμενος (Piazza Santa Croce, Firenze)
Αὖθις δεινοτάτη θύελλα πρὸς τὰς Φιλιππίνας νήσους προχωρεῖ. τὸ μὲν πέρυσιν ἄλλῃ θυέλλῃ, Haiyan ὀνόματι, ἑξακισχίλιοι καὶ τριακόσιοι ἄνθρωποι ἀπέθανον, νῦν δὲ αὕτη ἡ νέα θύελλα, Hagupit καλουμένη, καίπερ ἔτι καὶ νῦν τὸ ἐπίκεντρον ἐν τῇ θαλάττῃ ἔχουσα, βραδέως πρὸς τὰς νήσους προχωρεῖ, δέκα χιλιόμετρα καθ' ὥραν τὸ τάχος. οἱ ἐν τῇ παραλίᾳ οἰκοῦντες, οὐκ ἐξὸν ἐκεῖ μένειν, πρὸς τὸ κέντρον ἀπεληλύθασιν, τυγχάνουσι γὰρ ὄντες οἱ μάλιστα τὸ πέρυσιν παθόντες. οἱ ἄρχοντες ἤδη παρεσκεύασαν καταφεύξεις ἵνα οἱ πολῖται ἐκεῖ μένωσιν ἕως ἂν ἡ θύελλα τέλος ἔχῃ.

ἐν δὲ ταῖς ΗΑΠ αὖθις ταραχὴ ἐγένετο περὶ τῆς τῶν φυλάκων πράξεως καὶ ὅπως τοῖς κατεχομένοις χρῶνται, αὖθις γὰρ ὑπ' αὐτῶν Ἀφροαμερικανὸς πολίτης ἀπέθανεν. ἐν τῇ πόλει Φοίνικι (Ἀριζόνα) οὗτος μὲν ὁ πολίτης, τριάκοντα καὶ τέτταρα ἔτη γεγονώς, φύλακί τινι διελέγετο ὃς περὶ αὐτοῦ ὐπώπτευεν, ἐξαίφνης δὲ τὴν χεῖρα εἰς τὸν κόλπον εἰσέθηκέ τι ληψόμενος, ὁ δὲ φύλαξ, νομίζων τοῦτο ὅπλον εἶναι (ἔτυχεν ἄλλο τι ὄν), ἐπυροβόλησεν. διὰ δὲ ταῦτα μάλιστα διαλέγεται νῦν ἐν ταῖς ΗΑΠ πότερον δεῖ τὴν ἀρχὴν τοῖς φύλαξι μηχανὰς ἐπιθεῖναι δηλούσας ὅ τι ποιοῦσιν ὅταν ἄνθρωπόν τινα κατέχωσιν.

ἐν δὲ τῇ Βορεαίᾳ Κορέᾳ δεῖ νῦν πολλοὺς μὲν πολίτας τὸ ἑαυτῶν ὄνομα μεταβαλεῖν, μόνον δὲ ἐὰν τυγχάνωσιν τὸ αὐτὸ ὄνομα ἔχοντες καὶ ὁ ἄρχων Kim Jong-un, οὗτος γὰρ νόμον εἰσέθηκε καθ' ὃν οὐ θέμις ἐστὶ τὸ αὐτὸ ὄνομα ἔχειν καὶ ὁ ἄρχων, ἀλλὰ τὸ ὄνομα Kim Jong τοσοῦτο συχνόν ἐστιν ἐν ἐκείνῃ τῇ χώρᾳ (ὡς τὸ ὄνομα Williams ἐν ταῖς ΗΑΠ, παραδείγματος ἕνεκα) ὥστε ὁ ἀριθμὸς τῶν πολιτῶν οὓς δεῖ νῦν τὸ ἑαυτῶν ὄνομα μεταβαλεῖν μέγιστός ἐστιν.

... καὶ ὁ ταῦτα τὰ νέα γράφων τῇ μὲν προτεραίᾳ Κυριακῇ τοῦ Μαραθονίου Δρόμου ἐν τῇ πόλει Φλωρεντίᾳ μετέσχεν, νῦν δὲ νέον ἄριστον βαθμὸν ἔχει: 2:52:21 (συγγνώμην ἔχετε ὅτι περὶ ἐμαυτοῦ γράφω...).

http://akwn.net/

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 23 Δεκ 2014, 04:22 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Οἱ ἐν τῷ Λονδίνῳ ἀερολιμένες, πυρηνικὸν δῶρον τῇ Ἰνδίᾳ καὶ τὸ τέλος τῆς ἐν τῷ Χὸγκ-Κὸγκ ἐπαναστάσεως
13 Δεκεμβρίου 2014

PictureΟἱ φύλακες τοὺς μαθητὰς ἐκβάλλουσιν
Περὶ τοῦ Λονδίνου τέτταρες ἀερολιμένες κεῖνται, τὰ δὲ πλεῖστα τῶν τούτοις τοῖς ἀερολιμέσι χρωμένων ἀεροσκαφῶν ἐκ τῆς Εὐρωπαικῆς ἠπείρου ἀφικνεῖται· τῇ μὲν Παρασκευῇ πλείω ἀεροσκάφη ἐκεῖσε ἀφικνεῖται ἢ ἄλλῃ τινὶ τῆς ἑβδομάδος ἡμέρᾳ, χθὲς δὲ (τῇ Παρασκευῇ, πῶς γὰρ οὔ) μέγα δυστύχημα ἐγένετο. ἐγγὺς τοῦ Λονδίνου, ἐν τῇ πόλει Swanwick, τὸ τεχνικὸν κέντρον κεῖται οὗ οἱ ἐλεγκταὶ πάντα τὰ ἀεροσκάφη ἐκ τῆς ἠπείρου πρὸς τὸ Λονδίνον πετόμενα εὐθύνουσιν, πρὸς ὅντινα τῶν τεττάρων ἀερολιμένων πέτωνται ἄν· ἐκεῖ δὲ χθὲς ἠλεκτρικοῦ προβλήματος γενομένου οὐ μὲν ἐξῆν τοῖς ἐλεγκταῖς τὰ πρὸς τὸ Λονδίνον ἀφικνούμενα ἀεροσκάφη ἐν τῷ ῥαδιοεντοπιστῇ ὁρᾶν, ἔδει δὲ αὐτοὺς τὰ ἀεροσκάφη πρὸς ἄλλας πόλεις ἀποτρέπειν. τέλος δὲ ἤδη τῆς νυκτὸς τὸ πρόβλημα διαλύειν ἔσχον.

ὁ δὲ Βλαδιμὶρ Ποῦτιν δώδεκα πυρηνικοὺς ἀντιδραστῆρας ὡς δῶρον τῇ Ἰνδίᾳ ἔδωκεν. ἐξ οὗ μὲν οἱ τῆς Οὐκραίνης πολῖται τὸν Ἰανουκόβιζ ἐκ τῆς ἀρχῆς ἐξέβαλον, ὁ τῆς Ῥωσσίας πρόεδρος πειρᾶται ἐν ἐκείνῃ τῇ χώρᾳ ῥοπὴν ἔχειν, τοῦτο δὲ τῇ τε Εὐρωπαικῇ Ἑνώσει καὶ ταῖς ΗΑΠ οὐκ ἀρέσκει, αἱ δὲ τὴν Ῥωσσίαν μονοῦν πειρῶσιν· δέον ἄλλους νέους συμμάχους κτᾶσθαι, ὁ Ποῦτιν πρὸς τὴν Ἰνδίαν τρέπεται (ὡς ἤδη πάλαι), νῦν δὲ τούτους τοὺς δώδεκα πυρηνικοὺς ἀντιδραστῆρας δέδωκεν.

ἐν δὲ τῷ Χὸγκ-Κὸγκ ἡ ἔνστασις ἣ τῷ μηνὶ Σεπτεμβρίῳ ἤρξατο ἤδη τέλος ἔσχεν, οἱ δὲ μαθηταὶ οἳ ἐκεῖ τῇ ἀρχῇ ἀνθίσταντο τέλος τὸν δῆμον Admiralty (τὸ κέντρον τῆς πολιτικῆς ἀρχῆς) κατέλιπον. οὐδὲν κτησάμενοι, διαλέγονται νῦν οἱ μαθηταὶ ὅπως ἂν δύναιντο τοὺς σκοποὺς κτᾶσθαι, τὰς ἀληθῶς δημοκρατικὰς ἀρχαιρεσίας τῷ 2017ῳ ἔτει· κατὰ μὲν τὴν ἀρχὴν ἔξεσται τοῖς πολίταις ἐλευθέρως ψηφίζεσθαι, κατὰ δὲ τοὺς μαθητὰς τοῦτο ψευδοδημοκρατία ἔσται, ἡ γὰρ τοῦ Πεκίνου ἀρχὴ διακρίνει ὅστις μὲν τῶν εἰς ἀρχὴν παραγγελλόντων δύναται τῶν ἀρχαιρεσιῶν μετέχειν, ὅστις δὲ οὔ.
http://akwn.net/

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 26 Δεκ 2014, 02:16 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Πέντε ἀεροσκάφη τῷ βασιλεῖ Μοχάμεδ ΣΤ' καὶ ἡ Οὐκραίνα τῷ ΝΑΤΟ προσχωρεῖ
24 Δεκεμβρίου 2014

ImagenὉ Μοχάμεδ ΣΤ', εἰς τὴν Τουρκίαν ἀφικόμενος
Ὁ Μοχάμεδ ΣΤ', βασιλεὺς τοῦ Μαρόκου, νεωστὶ εἰς τὴν Τουρκίαν ἀφίκετο, οὗ ἐν νῷ ἔχει ἡμέρας τινὰς σχολάζειν καὶ ἀναπαύεσθαι. τοῦτο μὲν κατ' αὐτὸ λόγου οὐδενὸς ἄξιον εἴη ἄν, ὅμως δὲ πολλὰ περὶ ταύτης τῆς πορείας λέγεται, ἡ δὲ αἰτία ἥδε ἐστίν· ἵνα ἡμέρας τινὰς ἐν τῇ Τουρκίᾳ διατρίβῃ, κέχρηται ὁ Μοχαμὲδ... πέντε ἀεροσκάφεσιν. τῇ Κυριακῇ εἰς τὸν ἀερολιμένα Κεμὰλ Ἀτατοὺρκ ὧδε ἀφίκετο ταῦτα τὰ ἀεροσκάφη· ἐν μὲν ἄλλῳ τῶν ἀεροσκάφων ἐπορεύθη αὐτὸς ὁ βασιλεύς, ἐν δὲ ἄλλῳ ἐπορεύθησαν ἥ τε γυνὴ (Λάλλα Σάλμα) καὶ οἱ δύο υἷοι, ἐν δὲ τοῖς ἄλλοις τρισὶν ἐπορεύθησαν οἱ ὑπηρέται (ὁπόσοι οὐκ ἴσμεν) καὶ τὰ σκευή· ἀλλὰ ἴσως τοῦτο, τὸ ἐν τῇ Τουρκίᾳ σχολάζειν, πολιτικὸν πρόβλημα δείκνυσι, ὡς μὲν γὰρ ἐπὶ τὸ πολὺ ὁ βασιλεὺς Μοχάμεδ ἐν τῇ Γαλατίᾳ σχολάζει, νῦν δὲ προείλετο ἐν τῇ Τουρκίᾳ σχολὴν διατρίβειν, λέγουσι δὲ οἱ δημοσιογράφοι ὅτι νεωστὶ ὁ βασιλεὺς Μοχάμεδ τῷ Ὁλλὰνδ ὠργίσθη (ἀλλὰ τὴν αἰτίαν οὐκ ἀναγορεύουσιν).

ἡ δὲ Οὐκραίνα τῷ ΝΑΤΟ προσχωρεῖ· ἡ μὲν τῆς Οὐκραίνας βουλὴ περὶ τοῦδε προχθὲς ἐψηφίσατο, πότερον δέοι τὴν Οὐκραίναν ὡς ἀδέσμευτον χώραν διαμένειν ἢ εἰς τὸν ΝΑΤΟ εἰσιέναι. τῆς διαψηφίσεως γενομένης ὅτι δεῖ αὐτὴν εἰς τὸν ΝΑΤΟ εἰσιέναι, ἡ Ῥωσσία αὐτίκα ἐσχέτλιασεν, ὁ γὰρ Διμίτρι Μεδβέδεβ, ὃς τυγχάνει πρωθυπουργὸς τῆς Ῥωσσίας ὤν (ὁ μὲν Ποῦτιν πρόεδρός ἐστιν, ὁ δὲ Μεδβέδεβ πρωθυπουργός), εἶπεν ὅτι, εἰ ἡ Οὐκραίνα εἰς τὸν ΝΑΤΟ εἰσίοι, πολεμία χώρα τῇ Ῥωσσίᾳ γενήσοιτο (ἡ Οὐκραίνα τῷ 2020ῷ ἔτει βούλεται εἰς τὸν ΝΑΤΟ εἰσιέναι)· καὶ δη καὶ ἡ Ῥωσσία ἀπειλεῖ νῦν ὅτι ἀέριον τῇ Οὐκραίνῃ οὐ πορίσει. κατὰ δὲ τὴν ἐν τῷ Κίεβ ἀρχὴν δεῖ τὴν Οὐκραίναν εἰς τὸν ΝΑΤΟ εἰσιέναι διότι ἡ μὲν Ῥωσσία οὐ παύεται στρατιώτας εἰς τὴν Οὐκραίναν πέμπουσα, μόνον δὲ ὁ ΝΑΤΟ δύναται τοῦτο παύειν. ἐξ οὗ ὁ Ποῦτιν ἤρξατο στρατιώτας εἰς τὴν Οὐκραίναν εἰσπέμπειν ὡς ταύτῃ τῇ χώρᾳ ἐπιτεθησομένους (καίπερ ἀεὶ τοῦτο ἀρνουμένη), ἤδη τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἄνθρωποι ἀπέθανον.
http://www.akwn.net/

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης: Re: AKROPOLIS WORLD NEWS
ΔημοσίευσηΔημοσιεύτηκε: 30 Δεκ 2014, 18:27 
Συντονιστής
Συντονιστής
Άβαταρ μέλους
Κατάσταση:
Εγγραφη: 29 Ιαν 2013, 01:51
Δημοσ.: 3586
Thanks:
Thanked:
time στο post
Περὶ τοῦ ἀνθρώπου ὃς τὸν Πάπαν ἀποκτείνειν ἐπειράσατο καὶ περὶ τοῦ ἀφανισθέντος ἀεροσκάφους
29 Δεκεμβρίου 2014

ImagenἸνδονήσιος στρατηγὸς περὶ τοῦ δυστυχήματος ἐξηγεῖται
Ὁ Ali Agka, ὁ Τούρκος πολίτης ὃς τῷ 1981ῷ ἔτει ἐπὶ τὸν Πάπαν Ἰωάννην Παῦλον Β' δὶς ἐπυροβόλησεν, ἄνθη ἐνία ἐν τῷ τούτου τοῦ Πάπου τάφῳ τῷ Σαββάτῳ ἐπέθηκεν. ὁ Α. Α., νῦν ἤδη πεντήκοντα καὶ ἑπτὰ ἔτη γεγονώς, εἶπεν μὲν ὅτι νομίζοι ἑαυτὸν τοῦτο ποιεῖσθαι δεῖν, πρὶν δὲ τοῦτο ποιεῖν ᾔτησε καὶ τῷ Πάπᾳ Φραγκίσκῳ διαλέγεσθαι, ἀλλὰ κατὰ τὸν τοῦ Πάπου φερέφωνον τὸν Φεδερίκον Λομβάρδι αὕτη ἡ σύνοδος ὡς τὸ εἰκὸς οὐ γενήσεται. περὶ δὲ τῆς πρὸς τὸν τοῦ Πάπου τάφον πορείας, τόδε λέγειν δυνάμεθα· εἰς μὲν τὸν τοῦ Ἰωάννου Παύλου Β' τάφον ἀφίκεσθαι οὐκ ἔτυχε ῥᾴδιον ὄν, οἱ γὰρ Πάπαι ἐν τοῖς ὑπὸ τοῦ Βατικάνου σπηλαίοις τεθαμμένοι εἰσὶ καὶ οὐκ ἐξὸν τοῖς τουρίσταις ἐκεῖσε εἰσιέναι δεῖ τοῦτον ὅστις ἂν εἰσιέναι βούληται ἐξουσίαν χρῆσθαι, τέλος δὲ τῷ Α. Α. τὴν ἀναγκαίαν ἐξουσίαν δεξαμένῳ εἰσιέναι ἐξῆν ὅποι τοῖς πλείστοις τῶν θνητῶν οὐκ ἔξεστιν.

τὸν μὲν Πάπαν ἀποκτεῖναι πειράσας, ὁ Α. Α. ἔτη ἔνια ἐν τῷ δεσμωτηρίῳ ἔκειτο (λόγῳ μὲν εἰς ἀεὶ κατεδικάσθη, ἔργῳ δὲ ἐννεακαίδεκα ἔτη ἔκειτο), ἐν τῇ Ῥώμῃ, ἕως ἐλευθερωθεὶς πρὸς τὴν Τουρκίαν ἐπανῆλθεν, οὗ αὔθις ἐν τῷ δεσμωτηρίῳ ἔκειτο ἄλλα ἀδικήματα ἀδικήσας, αὐτῷ δὲ ἐν τῷ δεσμωτηρίῳ κειμένῳ (ἐν τῇ Ῥώμῃ) ὁ Πάπας ὃν ἀποκτεῖναι ἐπειράσατο διελέξατο (ὁ Πάπας οὐδέποτε εἶπε περὶ οὗτινος διαλέξαιντο).

χθὲς δὲ δεινὴ δυστύχημα ἐγένετο, ἀεροσκάφος γὰρ τῆς Μαλασίας ἀεροπορικῆς ἑταιρείας Air Asia ἠφανίσθη· ὅτε τὸ ἀεροσκάφος ἐτύγχανεν ἀπὸ τῆς Ἰάβης πρὸς τὴν ΣΙγγαπούρην πετόμενον, ὁ κυβερνήτης διὰ τῆς ῥαδιοφωνίας εἶπεν ὅτι βούλοιτο χειμῶνα τινὰ διαφεύγειν διὰ οὗ, κατὰ τὸ πρόγραμμα, διαπέτεσθαι δέοι· τοῦ δὲ κυβερνήτου τοῦτο εἰπόντος, οὐ διὰ πολλοῦ τὸ ἀεροσκάφος ἀπὸ τοῦ Ῥαδὰρ ἠφανίσθη. ἑκατὸν μὲν καὶ ἑξήκοντα καὶ δύο ἄνθρωποι ἐν τῷ ἀεροσκάφει ἐνῆσαν, οἱ δὲ πλεῖστοι αὐτῶν Ἰνδονήσιοι ἦσαν. πάντες μὲν ὁμολογοῦσιν ὅτι τὸ ἀεροσκάφος εἰς τὴν θάλατταν κατέπεσεν, τὴν δὲ αἰτίαν οὐκέτι γιγνώσκομεν (ἴσως δὲ οὐδέποτε γνωσόμεθα). τοῦ περὶ τῆς δυστυχίας ἀγγέλματος διασπαρθέντος, νῆές τε καὶ ἀεροσκάφη τῆς Σιγγαπούρης καὶ τῆς Ἰνδονησίας καὶ τῆς Μαλασίας καὶ τῆς Αὐστραλίας ταχέως ἤρχοντο τὸ ἀφανισθὲν ἀεροσκάφος ζητεῖν, ἀλλὰ οὐκέτι οὐδὲν ηὑρήκασιν.

_________________
1.Σοφία πάντων κάλλιστον, η δε αμάθεια πάντων κάκιστον
2. ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν


Κορυφή
 Προφίλ  
Thanks          Απάντηση με παράθεση  
Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση κατά  
Δημιουργία νέου θέματος Απάντηση στο θέμα  [ 8 δημοσιεύσεις ] 

Παραπλήσια θέματα
MURDERS OF THE WORLD (king minos)
Δ. Συζήτηση: Βιντεάκια για τη Νέα Τάξη
Συγγραφέας: emman
Απαντησεις: 4
ΑΥΤΟ ΕΙΝΑΙ ΤΟ ΠΑΓΚΟΣΜΙΟ ΝΟΜΙΣΜΑ ΠΟΥ ΘΑ ΜΑΣ ΣΕΡΒΙΡΟΥΝ ΟΙ ΣΙΩΝΙΣΤΕΣ UNITED FUTURE WORLD CURRENCY
Δ. Συζήτηση: Οικουμενιστικές κινήσεις
Συγγραφέας: Διογένης
Απαντησεις: 2


Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  
Powered by phpBB © 2010-2011 phpBB Group.
Violaceous by: Matt
Ευχαριστούμε την ομάδα του phpbbgr.com
All rights reserved. Copyright © 2009-2017 filoumenos.com.

Μετάφραση Jorfan και phpBB2.gr