Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

1
Kατά Ματθαίον Ευαγγέλιο

Κεφ.24

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [καὶ] ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Ερμηνεία υπο αγίου Ιωάννου του Χρυσοστόμου.

Aπόσπασμα ομιλίας ΟΖ'

http://khazarzar.skeptik.net/pgm/PG_Mig ... thaeum.pdf
(σελ.470)


Ἵνα δὲ καὶ ἑτέρωθεν
μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο
προστίθησι σημεῖον·



Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ
πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν
ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

Ταῦτα δὲ εἶπε, δηλῶν
ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων.


Καὶ γὰρ ὁ
Παῦλος τοῦτό φησιν, οὕτω γράφων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε
αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος·
καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ
ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ.


Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ
γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ 58.704 ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει,
μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις; Τρυφὴ τοῖς
ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ',
Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς
τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων.



Ἀλλ' οὐχ οἱ δίκαιοι, ἀλλ' ἐν
θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ
τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι
σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι.
Διὸ καὶ μάλιστα ὑπόδειγμα
τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον,
φησὶν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι
δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν,
φανεῖται μὲν ὁ ἀντίχριστος, μεθ' ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ,
καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων.



Διὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ,
οὕτως αὐτοῖς παραστήσεται τὰ φοβερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ
Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι
ἀπιστηθέν. Διὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν
παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν. Μετὰ δὲ τῶν
εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν
ἄλλο σημεῖον τίθησι, δι' ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέραν, κατάδηλον ποιεῖ.
Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.
Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν,
ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι
αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. Διὰ γὰρ τοῦτο εἶπε καὶ τὰς
ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλίνης, τοῦτο δηλῶν, ὅτι οὕτως
ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλήθουσαι,
ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων.
Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται
καὶ παραλαμβάνονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ ἀπὸ ταύτης
τῆς ἀξίας καὶ ἀπ' ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ
θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ
πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες
σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ
ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία.


Τοῦτο γὰρ καὶ
ὁ Λουκᾶς φησιν. Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ
ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν
ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ', Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν
ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος
ἐναγωνίους εἶναι διηνεκῶς. Διὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτι 58.705 διὰ
τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ
κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου
ἔρχεται. Διὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό
φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς
ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται,
πάντως ἂν κατ' ἐκείνην τὴν ὥραν ἐσπούδασαν. γʹ. Ἵν' οὖν μὴ ἐκείνην μόνον
σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς
βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. Διὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ
τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ
οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ
ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην
οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκήσωσι, γρηγοροῦσι, καὶ
οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυληθῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως
ἥξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμένοι, ὥστε μὴ ἀπαρασκευάστως
ἐντεῦθεν ἀπενεχθῆναι. Διὰ τοῦτο ἐπ' ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων.
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

2
3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
4 καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος.
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. 15 ῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ρηθὲν διὰ Διανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ –ὁ ἀναγινώσκων νοείτω–
16 τότε οἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύσητε·
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
25 ᾿Ιδοὺ προείρηκα ὑμῖν.

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

3
Η δημοσιευση σου ηρθε στη καταλληλη στιγμη για να εξετασουμε το θεμα του αλαθητου, η της προσκολησης, η της πιθανης παραπλανησης μας, απο ερμηνειες εσχατολογικων προφητειων απο τους αρχαιους πατερες της εκκλησιας.
Εδω οφειλω να θυμισω οτι η αρρωστημενη προσκοληση σε εσχατολογικες ερμηνειες πατερων συντελεσε τα μεγιστα στη πλανη ενος μοναχου και πολλων οπαδων του, στη δημιουργια του φιασκου περι συντελειας το 2018. Η μονιμη εποδως στα λογια τους ηταν << οι αγιοι και σεβαστοι πατερες >>. Γνωριζαν απταιστα καθε προφητικο λογο και καθε ερμηνεια προφητειας οποιουδηποτε πατερα. Αυτη ομως η αρρωστημενη χρηση της γνωσης τους οδηγησε σε ενα μεγαλο κατηφορο και ηδη οπως ακουω εχουν αρχισει καποιοι να κρυβονται. Αυτο το μεγαλο τους παθημα θα πρεπει να γινει μαθημα και σε εμας ωστε να κατανοησουμε οτι σε εσχατολογικες ερμηνειες δεν υπαρχει η εννοια <<συμφωνια πατερων >>.Εχουμε προ καιρου αναφερει οτι η αρχαια εκκλησια και πολλοι αρχαιοι αποστολικοι πατερες πιστευαν σε κατα γραμμα χιλιετη επιγεια βασιλεια μετα τη δευτερα παρουσια, κατι που ασφαλως ειναι αιρεση και καταδικαστηκε απο την εκκλησια. Ειδασμε επισης μια ολοκληρωτικα εσφαλμενη εσχατολογικη ερμηνεια του αγιου Ιωαννου του Χρυσοστομου οπου μαλιστα φερνει και ως μαρτυρα του τον ιδιο τον Χριστο. Ειδαμε επισης και μια αλλη εσφαλμενη ερμηνεια του Μεγα Αθανασιου, και αν ψαξουμε θα βρουμε πληθος αντιφασεων σε ερμηνειες πατερων.

Εξεταζωντας το ανωτερω κειμενο που εβαλε η Dominique βλεπουμε οτι ο ιερος πατηρ ερμηνευει δυο χωρια οπου απο τη μια φαινεται η εποχη της μεγαλης θλιψης, και απο την αλλη η <<η ειρηνη και η ασφαλεια >>, αλλα και το γεγονος οτι την εποχη εκεινη του αντιχριστου, εντελως απροσδοκητα θα ελθει η δευτερα παρουσια.
Και ερωτα ο αγιος
Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων;Εἰ
γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ 58.704 ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει,
μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις;
Στη συνεχεια δινει την απαντηση
Τρυφὴ τοῖς
ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ',
Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς
τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων.
Ἀλλ' οὐχ οἱ δίκαιοι, ἀλλ' ἐν
θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ
τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι
σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι.
Συνεπως ( οπως το καταννοω ) απο τα ανωτερω βγαινει το συμπερασμα οτι η τρυφη και οι απολαυσεις θα ειναι για αυτους που ζουν αναισθητως το καιρο εκεινο, ενω για τους αλλους θα ειναι θλιψεις.

Εμεις ομως γνωριζουμε οτι το βδελυγμα της ερημωσεως θα ερημωσει ολη την οικουμενη. Και στη καινη αλλα και στη παλαια διαθηκη φαινεται αυτη η ερημωση. Μαλιστα πληθος πατερων μιλα για αυτη την ερημωση η οποια θα ειναι καθολικη για ολους του ανθρωπους

Οι πατερες της εκκλησιας δεν μιλουν απλα μονο για της πληγες απο το κηρυγμα των προφητων αλλα και την ερημωση επι αντιχριστου. Στη διδακτοτικη διατριβη του ο κ. Ταμιωλακης (Η διδασκαλια των πατερων για των αντιχριστο ) ο συγγραφεας αφιερωνει ενα τεραστιο κεφαλαιο Για τη μεγαλη θλιψη με τις εξης παραγραφους

1)Ανομβρια
2)Ακαρπια της γης
3)Μολυνση των υδατων και των ποταμων
4)Ξυρανση των ποταμων
5)Μολυνση των υδατων της θαλασσας
6)Ταραχη και συγχυση της θαλασσας
7)Σεισμοι
8)Σκοτισμος του ηλιου της σεληνης και των αστερων
9)Πτωσεις αστρων
10)Σημεια στον ουρανο και στη σεληνη
11)Ιοβολα και σαρκοφαγα ερπετα και θηρια
12)Χειμωνος αταξιαι
13)Παγετοι διαφοροι
14)Ακαταστασια εποχων
15)Παυση ανεμων
16)Αστραπες και βροντες
17)Καυσωνες απαραμυθητοι
18)Βολιδες ταλαντιαιας χαλαζας
19)Ελκος κακον και πονηρον
20)Καταστροφικοι πολεμοι
21)Εξολοθρευση της ανθρωποτητας

Ολα τα ανωτερω ομως δεν ειναι δυνατο να μην πληξουν και τοῖς
ἀναισθήτως διακειμένοις.Ο συγγραφεας για καθε μια παραγραφο εχει πληθος απο πατερικες αναφορες.

Και το ερωτημα που προκυπτει ειναι το εξης :

Ο αναγνωστης ποια ερμηνεια πρεπει να δεχθει, την πλειονοτητα των πατερων που μιλουν για καθολικες πληγες η του Αγιου Ιωαννου.

Πως λοιπον μπορει να γινει αποδεκτη η ανωτερω ερμηνεια οπου εκεινη την εποχη του αντιχριστου θα υπαρχουν
Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι
ειρηνη και ασφαλεια
ταυτοχρονα με τη μεγαλυτερη θλιψη στην ιστορια της ανθρωποτητας η οποια ουδεποτε θα ξαναγινει τετοια ;

Και ασφαλως πως ειναι δυνατο ολη η οικουμενη να εχει ακουσει το κυρηγμα των προφητων και να μην υποψιαζεται το χρονο της β παρουσιας αν ηταν να γινει 3,5 ετη μετα. Τα λογια του Χριστου μας λενε οτι ακομα και αυτοι που θα αναληφθουν προς προυπαντηση του Κυριου δεν θα υποψιαζονται τιποτε και θα ειναι ειτε στο μυλο ειτε στον αμπελωνα. Αν καποιος γνωριζεις εστω με προσεγγιση το χρονο της β παρουσιας δεν κανει τα ανωτερω οπως αλλωστε και οι Θεσσαλονικεις τους οποιους επεπληξε ο αποστολος Παυλος.

Και εν τελει δεν πρεπει να προβληματισουν οι μεγαλες αντιφασεις στις εσχατολογικες ερμηνειες πατερων ;

Η γνωμη μου ειναι οτι αν μπορουσαν να μας μιλησουν τωρα θα μας ελεγαν οτι για εσφραγισμενα θεματα κατεθεσαν απλα την αποψη τους, το λογισμο τους. Θα μας ελεγαν επισης οτι στην εποχη μας οφειλουμε να ακουμε τους συγχρονους αγιους που ο Θεος εθαυμαστωσε με πρωτοφανη σημεια.
καί συγκόψουσι τάς μαχαίρας αυτών είς άροτρα καί τάς ζιβύνας αυτών είς δρέπανα, καί ού λείψετε έθνος επ έθνος μάχαιραν, καί ού μή μάθωσιν έτι πολεμείν (Προφητης Ησαιας β 4 )

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

4
Εξεταζωντας το ανωτερω κειμενο που εβαλε η Dominique βλεπουμε οτι ο ιερος πατηρ ερμηνευει δυο χωρια οπου απο τη μια φαινεται η εποχη της μεγαλης θλιψης, και απο την αλλη η <<η ειρηνη και η ασφαλεια >>, αλλα και το γεγονος οτι την εποχη εκεινη του αντιχριστου, εντελως απροσδοκητα θα ελθει η δευτερα παρουσια.
Αυτή η φαινομενική αντίφαση Πρώτον ήδη την ζούμε καί δεν πρέπει να μας ξενίζει.
Απο την μία οι άνθρωποι που δεν έχουν να φάνε καί απο την άλλη οι άλλοι πού, όχι απο ασπλαχνία αλλά λόγου εκβιασμού που δέχονται καί φόβο να φτάσουν και αυτοί σε αυτή την κατάσταση, έχουν σχεδόν ταμπουοποιήσει το θέμα.
Δεύτερον μπορεί να είναι στην ίδια χρονική περίοδο αλλά όχι ταυτόχρονα.
Δηλαδή, μέσα στα 3,5 έτη αλλά χωρισμένη αυτή η περίοδο στν προ καί μετά χαράγματος εποχή.
Συνεπως ( οπως το καταννοω ) απο τα ανωτερω βγαινει το συμπερασμα οτι η τρυφη και οι απολαυσεις θα ειναι για αυτους που ζουν αναισθητως το καιρο εκεινο, ενω για τους αλλους θα ειναι θλιψεις.
Καί αυτό ισχύει.
Εμεις ομως γνωριζουμε οτι το βδελυγμα της ερημωσεως θα ερημωσει ολη την οικουμενη. Και στη καινη αλλα και στη παλαια διαθηκη φαινεται αυτη η ερημωση. Μαλιστα πληθος πατερων μιλα για αυτη την ερημωση η οποια θα ειναι καθολικη για ολους του ανθρωπους
Αυτό μπορεί να γίνει και την τελευταία μέρα, κατά την δευτέρα παρουσία.
1)Ανομβρια
2)Ακαρπια της γης
3)Μολυνση των υδατων και των ποταμων
4)Ξυρανση των ποταμων
5)Μολυνση των υδατων της θαλασσας
6)Ταραχη και συγχυση της θαλασσας
7)Σεισμοι
8)Σκοτισμος του ηλιου της σεληνης και των αστερων
9)Πτωσεις αστρων
10)Σημεια στον ουρανο και στη σεληνη
11)Ιοβολα και σαρκοφαγα ερπετα και θηρια
12)Χειμωνος αταξιαι
13)Παγετοι διαφοροι
14)Ακαταστασια εποχων
15)Παυση ανεμων
16)Αστραπες και βροντες
17)Καυσωνες απαραμυθητοι
18)Βολιδες ταλαντιαιας χαλαζας
19)Ελκος κακον και πονηρον
20)Καταστροφικοι πολεμοι
21)Εξολοθρευση της ανθρωποτητας
Όλα τα παραπάνω γίνονται ήδη κατά τόπους καί κλιμακωτά αλλά δεν μας συγκινούν, τα συνηθίζουμε.
Και το ερωτημα που προκυπτει ειναι το εξης :

Ο αναγνωστης ποια ερμηνεια πρεπει να δεχθει, την πλειονοτητα των πατερων που μιλουν για καθολικες πληγες η του Αγιου Ιωαννου.

Πως λοιπον μπορει να γινει αποδεκτη η ανωτερω ερμηνεια οπου εκεινη την εποχη του αντιχριστου θα υπαρχουν
Παράθεση:
Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι
ειρηνη και ασφαλεια
ταυτοχρονα με τη μεγαλυτερη θλιψη στην ιστορια της ανθρωποτητας η οποια ουδεποτε θα ξαναγινει τετοια ;
Καί τα δύο ισχύουν αλλά σε κλιμάκωση που δεν έχει φτάσει ακόμα σε γενική κατάσταση!
Και ασφαλως πως ειναι δυνατο ολη η οικουμενη να εχει ακουσει το κυρηγμα των προφητων και να μην υποψιαζεται το χρονο της β παρουσιας αν ηταν να γινει 3,5 ετη μετα.
Όσο δύσκολα θα αναγνωριστεί ο Αντίχριστος τόσο καί οι προφήτες.
Ελάχιστοι θα καταλάβουν ότι πρόκειται για το τέλος τού κόσμου, όπως ακριβώς οι μέρες του Νόε.
Τα λογια του Χριστου μας λενε οτι ακομα και αυτοι που θα αναληφθουν προς προυπαντηση του Κυριου δεν θα υποψιαζονται τιποτε και θα ειναι ειτε στο μυλο ειτε στον αμπελωνα.
Εδώ κατά την γνώμην μου αναφέρεται για την καταστροφή του επιβολής του χαράγματος. Δηλαδή ούτε αυτοί που δεν θα χαραχτούν θα καταλάβουν ότι το χάραγμα είναι μπροστά τους!

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

5
george1,
αν ο Μάξιμος αποδειχτεί λάθος,έχει πει ότι δεν θα φταίει η Αγια Γραφή και οι Θεοφόροι Πατέρες γι'αυτό,αλλα ο δικός του λανθασμένος υπολογισμός!Δηλαδη παραδεχεται ότι σε περίπτωση λάθους,θα φταίει αυτός και μόνο αυτός!

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

6
Πραγματι,ποτε κανενας Αγιος δεν είπε ότι το 2018 θα γίνει η Δευτερα Παρουσία,με μοναδική εξαίρεση τον Αγιο Νείλο τον Μυροβλήτη,ο οποίος έθεσε το 7500 από Αδαμ στο 2018,και που όμως είναι εσφαλμένο και αυτό.....Πως όμως μπορούσα εγω να το ξέρω από πριν ότι είναι λάθος;Δεν πήγαινε το μυαλό μου.....

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

7
Δεν υπάρχουν λανθασμένες ερμηνείες αγίων ,λανθασμένος τρόπος αντίληψης τους υπάρχει.
Oι λεγόμενες αντιφάσεις,δεν πιστεύω οτι είναι παρα ελάχιστες,γιατί δεν αναιρούν η μια την άλλη ουσιαστικά,μάλλον εμεις δεν καταλαβαίνουμε τι θέλουν να πούνε.

Το γεγονός george οτι στα πρώτα χρόνια πιστευαν οχι όλοι,κάποιοι απο του Απολογητές Χριστιανούς σε χιλιετη επίγεια βασιλεία ωφείλεται σε διάφορους λόγους,που δεν είναι του παρόντος να αναλύσουμε και διαμορφώθηκαν προτού καν η εκκλησία θέσει τα βασικά δόγματα του Χριστιανισμού,οπότε δεν το θεωρώ προσωπικά παράδειγμα οτι οι Πατέρες δίνουν λάθος ερμηνείες.
Ειδασμε επισης μια ολοκληρωτικα εσφαλμενη εσχατολογικη ερμηνεια του αγιου Ιωαννου του Χρυσοστομου οπου μαλιστα φερνει και ως μαρτυρα του τον ιδιο τον Χριστο.
Ειναι προσωπική σου άποψη και είναι αποδεκτή,εφόσον θες να την πιστεύεις,Προσωπικά δεν αντιλήφθηκα κάποιο λάθος,αντιθετως συμφωνεί με όλα όσα γνωρίζουμε.

Νομίζω οτι πρέπει να προσεχουμε λέξη λέξη την κάθε ερμηνεία κάποιου αγίου,αλλιώς μπορεί να νομίζουμε άλλα απο αυτά που λέει.
Ο αναγνωστης ποια ερμηνεια πρεπει να δεχθει, την πλειονοτητα των πατερων που μιλουν για καθολικες πληγες η του Αγιου Ιωαννου. -
Και των δυο,δεν αναιρεί η μια την άλλη.

Αλλά μην προτρέχουμε,ας δούμε τι λένε και άλλοι Πατέρες πάνω στο θέμα και θα λυθούν όλες οι απορίες.



Κατα Λουκάν Κεφ.ΙΖ'

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἤ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. 22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ' οὐρανὸν λάμπει, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. 28 ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ' οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. 30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται· 36 δύο ἐν τῷ ἀγρῷ, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ἐπισυναχθήσονται καὶ οἱ ἀετοὶ.


Ερμηνεία υπο Ευσεβίου Καισαρείας.

http://khazarzar.skeptik.net/pgm/PG_Mig ... 0Lucam.pdf

σελ.20



Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ.




Οὕτω τοίνυν,
ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν
ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος
ἐπιστήσεται, φησί.

Ἀλλ' ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς
συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν
ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ
βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται.


Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι' ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως
τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ,
ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· Ἧ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ'
οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου
ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ'
οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν
ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται
λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου!

Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος,
καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ. Σφόδρα
δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ' οὐρανοῦ
καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ
χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος
καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν.

Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ 24.585 τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν
κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον
τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους,
κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν
ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ
ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς
ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ
πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ
συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς
δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ
Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ' ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ
τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται.





Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ
δώματος, κ. τ. λ.



Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον
διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν
πρὸ τῆς συντελείας,
ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω
τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας,
στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη.
Ἀφειδεῖν γὰρ τότε
προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν
μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν
περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ
ἀποστασίᾳ ἑαυτοὺς παραδόντες.



Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ.



Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ
λογικοῦ φωτὸς νύκτα ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν
ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην.

Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς
παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ
παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν παρίστησι τὸν
χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ
ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς
ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ
τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ
κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς
διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα
μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον
τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς.


Καὶ ἐπὶ τῶν ὑφ' ἑνὶ μυλῶνι
ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ 24.588
πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν
ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ
ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης
καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ' ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου
τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ
ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας
αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος
ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν
ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων
παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.


Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν
αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.




Ἐρωτησάντων τῶν
μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν
μὴ παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ
συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ
αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ
αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ' αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως.
Ἦν δ' οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ
παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ' αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς
Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ
Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ' οὖν καθ' ἑτέραν
διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι,
διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ

Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν. Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος.
Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν
πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ
ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα
πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ
θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν
ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός·
τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν
παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω
τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν
ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων.
Ἐν τάχει δὲ
ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς
αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας.
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

8
Δεν υπάρχουν λανθασμένες ερμηνείες αγίων ,λανθασμένος τρόπος αντίληψης τους υπάρχει.
Αυτη ασφαλως ειναι απο τις πιο αθεολογητες και επικινδυνες φρασεις που εχουν γραφει στο forum. Αυτες οι αθεολογητες φρασεις δειχνουν το κακο που μπορουν αθορυβα να κανουν πολλοι ιστοτοποι. Δειχνουν επισης με πολυ καθαρο τροπο οτι οι υπευθυνοι σε καποιους ιστοτοπους δεν εχουν, οχι μονο τις θεολογικες γνωσεις να διορθωνουν κακοδοξιες, πλανες, και λαθη αλλα πολλες φορες ειναι υποστηρικτες αυτων. Η πνευματικη ζημια που γινεται λοιπον σε πολλους αδελφους που εμπιστευονται οσα διαβαζουν ποσο μεγαλη να ειναι ; Εδω φαινεται και η ελλειψη κατηρτισμενων θεολογων και η αιτια των πολλων και μεγαλων προβληματων που υπαρχει και σε καποια φορουμς και σε καποια blogs. Το πιο απιστευτο ειναι οταν θελει καποιος να κλειδωσει ενα τοπικ που παρουσιαζει αυτους τους κινδυνους. Σιγουρα καποιο λογο θα εχει .........για να το κανει.
Oι λεγόμενες αντιφάσεις,δεν πιστεύω οτι είναι παρα ελάχιστες,γιατί δεν αναιρούν η μια την άλλη ουσιαστικά,μάλλον εμεις δεν καταλαβαίνουμε τι θέλουν να πούνε.
Το μονο βεβαιο ειναι οτι οι αντιφασεις αυτες πολλες φορες αναιρουν τις θεσεις και αποψεις καποιων πατερων. Και τετοιες αντιφασεις διχογνωμιες και λαθη δεν ειναι μονο σε ερμηνευτικα κειμενα και προφητειες, αλλα και σε νομοκανονικα αλλα και δογματικα θεματα. Αυτος ειναι και ο λογος οπου ο αγιος Νικοδημος ο Αγιορειτης στο πηδαλιο στην ερμηνεια του στον ε αποστολικο κανονα στα σχολια αναφερει
Ρητεον οτι,ημιν ου μελει τι ειπον , η τι εφρονησαν μερικοι πατερες. Αλλα τι λεγει η Γραφη και οι οικουμενικαι συνοδοι, και η κοινη των πατερων δοξα.Ου δογμα συνιστα η γνωμη τινων εν τη εκκλησια
Πηδαλιον εκδοση Αστερος σελ. 7

Τα ανωτερω τα εγραφε με αφορμη διαφορετικες ερμηνειες πατερων πανω στο προαναφερθεντα κανονα.

Επισης ειναι γνωστο οτι και οι αποστολοι ειχαν διαφωνιες σε διαφορα θεματα. Ακομα και ο αποστολος Παυλος ειχε μια σημαντικοτατη διαφωνια με τον αποστολο Πετρο για τον τροπο εισδοχης των εθνικων.Ασφαλως το δικιο δεν ηταν και με τους δυο ουτε και θεμα λανθασμενου τροπου αντιληψης απο μερους μας υπαρχει. Το ορθο το εξεφρασε ο αποστολος Παυλος.Ακομα λοιπον, και ο ενας εκ των πρωτοκορυφαιων αποστολων εξεφρασε και υποστηριξε μια λαθος αποψη. Πρεπει λοιπον να γινει κατανοητο οτι καθε φορα μου μιλα ακομα και ο μεγαλυτερος αγιος δεν σημαινει οτι αυτο ηταν αποκαλυψη η πληροφορια απο το Θεο. Οι αγιοι ως δοχεια του Αγιου Πνευματος γνωριζουν με αλαθητο τροπο μονο οσα τους αποκαλυπτει το Αγιο Πνευμα. Οταν λοιπον δεν εχουν πληροφορια εκφραζουν την προσωπικη τους αποψη για αυτο το λογο υπαρχει ενα τεραστιο πληθος διαφορετικων ερμηνειων και αποψεων σε πολλα θεματα.

Αυτη την απολυτη προσκοληση σε προφητικες ρησεις αγιων προσωπικα τη συσχετιζω με την εννοια της πατερολατρειας. Αυτη η πατερολατρεια και η λατρεια των τυπων ειναι αιτια πτωσεων μεσα στην εκκλησια. Το θεμα του παλαιου ημερολογιου, αλλα και της πλανης του 2018 σχετιζονται αμεσα με αυτα.
Ειναι προσωπική σου άποψη και είναι αποδεκτή,εφόσον θες να την πιστεύεις,Προσωπικά δεν αντιλήφθηκα κάποιο λάθος,αντιθετως συμφωνεί με όλα όσα γνωρίζουμε.
Δεν θελω να παρεξηγησεις αυτο που θα σου πω.Δεν στο λεω για να σε υποτιμησω, αλλα εχω αρχισει να πιστευω οτι εχεις δυσκολιες κατανοησης πολυ απλων πραγματων.Το οτι η ερμηνεια του αγιου Ιωαννου ειναι λαθος δεν ειναι κατι το υποκειμενικο αλλα κατι που ειναι θεολογικα γνωστο και το κατανοει και ενα μικρο παιδι.Αλλωστε αυτο το υποστηριζει και πατηρ Αρσενιος Κομπουγιας ο οποιος δεν εχει καμια απολυτως σχεση με την αναλαμπη.

Προσωπικα δεν εχω χρονο να σχολιασω οσα γραφηκαν. Απλα θα πω τη γνωμη μου. Οσοι θα εμπλεκονται στο μελλον με τη πατερολατρεια ειναι πολυ πιθανο να κλονιστει η πιστης τους οταν δουν τα γεγονοτα να μην συμβαινουν οπως τα ειχαν διαβασει. Ειναι μια πολυ επικινδυνη κατασταση.
καί συγκόψουσι τάς μαχαίρας αυτών είς άροτρα καί τάς ζιβύνας αυτών είς δρέπανα, καί ού λείψετε έθνος επ έθνος μάχαιραν, καί ού μή μάθωσιν έτι πολεμείν (Προφητης Ησαιας β 4 )

Re: Περί του ξαφνικού και απροσδοκήτου της Δευτέρας Παρουσίας

9
Αυτη ασφαλως ειναι απο τις πιο αθεολογητες και επικινδυνες φρασεις που εχουν γραφει στο forum. Αυτες οι αθεολογητες φρασεις δειχνουν το κακο που μπορουν αθορυβα να κανουν πολλοι ιστοτοποι. Δειχνουν επισης με πολυ καθαρο τροπο οτι οι υπευθυνοι σε καποιους ιστοτοπους δεν εχουν, οχι μονο τις θεολογικες γνωσεις να διορθωνουν κακοδοξιες, πλανες, και λαθη αλλα πολλες φορες ειναι υποστηρικτες αυτων. Η πνευματικη ζημια που γινεται λοιπον σε πολλους αδελφους που εμπιστευονται οσα διαβαζουν ποσο μεγαλη να ειναι ; Εδω φαινεται και η ελλειψη κατηρτισμενων θεολογων και η αιτια των πολλων και μεγαλων προβληματων που υπαρχει και σε καποια φορουμς και σε καποια blogs. Το πιο απιστευτο ειναι οταν θελει καποιος να κλειδωσει ενα τοπικ που παρουσιαζει αυτους τους κινδυνους. Σιγουρα καποιο λογο θα εχει .........για να το κανει.

Eίδαμε και τις δικές σου αντιλήψεις και των μοναχων υποστηρικτων σου.
Εκεί να δείς επικινδυνοτητα!!!!!!

Ξέρουν μέχρι και τι λεει ο Χριστος,η Παναγία και ο Θεός.
Μάλιστα διαδίδεις ότι εμεις δεν μπορουμε να επιρεασουμε τίποτα.

Δηλαδή είμαστε ένα τίποτα!

Αυτες είναι οι επικινδυνες προπαγανδες george1 για τον χριστιανο!

Ο λογος που κλειδωσαμε τα τοπικ είναι διότι κάτι τύποι σαν και του λόγου αου είναι πολλοί επικινδυνοι,προπαγανδιστες και προσηλυτιστες υπερ του Αντιχριστου.
Δεν θα επρεπε να ειχαμε μείνει μόνο στο κλείδωμα αλλα και στην διαγραφή σου για να προστατεύσουμε τους ανθρώπους που μπαίνουν και διαβάζουν τις προπαγανδες σου.


Το μονο βεβαιο ειναι οτι οι αντιφασεις αυτες πολλες φορες αναιρουν τις θεσεις και αποψεις καποιων πατερων. Και τετοιες αντιφασεις διχογνωμιες και λαθη δεν ειναι μονο σε ερμηνευτικα κειμενα και προφητειες, αλλα και σε νομοκανονικα αλλα και δογματικα θεματα. Αυτος ειναι και ο λογος οπου ο αγιος Νικοδημος ο Αγιορειτης στο πηδαλιο στην ερμηνεια του στον ε αποστολικο κανονα στα σχολια αναφερει

Ολα μα όλα που γράφεις εδώ μέσα έρχονται σε αντιφαση με τους Αγιους Πατέρες!
Κοίτα λοιπόν πρώτα τα δικά σου γραφόμενα που είναι πολύ βεβαρημένα και μετά κοίτα να κρίνεις των αλλονών!

Επισης ειναι γνωστο οτι και οι αποστολοι ειχαν διαφωνιες σε διαφορα θεματα. Ακομα και ο αποστολος Παυλος ειχε μια σημαντικοτατη διαφωνια με τον αποστολο Πετρο για τον τροπο εισδοχης των εθνικων.Ασφαλως το δικιο δεν ηταν και με τους δυο ουτε και θεμα λανθασμενου τροπου αντιληψης απο μερους μας υπαρχει. Το ορθο το εξεφρασε ο αποστολος Παυλος.Ακομα λοιπον, και ο ενας εκ των πρωτοκορυφαιων αποστολων εξεφρασε και υποστηριξε μια λαθος αποψη. Πρεπει λοιπον να γινει κατανοητο οτι καθε φορα μου μιλα ακομα και ο μεγαλυτερος αγιος δεν σημαινει οτι αυτο ηταν αποκαλυψη η πληροφορια απο το Θεο. Οι αγιοι ως δοχεια του Αγιου Πνευματος γνωριζουν με αλαθητο τροπο μονο οσα τους αποκαλυπτει το Αγιο Πνευμα. Οταν λοιπον δεν εχουν πληροφορια εκφραζουν την προσωπικη τους αποψη για αυτο το λογο υπαρχει ενα τεραστιο πληθος διαφορετικων ερμηνειων και αποψεων σε πολλα θεματα.

Εγώ προσωπικά συμφωνώ ότι οι Αγιοι δεν ήταν αλανθαστοι.
Ουδείς αλάνθαστος!

Ομως τα παραπάνω να ισχύουν παντού!

Διότι όπου σε συμφέρει μας την λες και μάλιστα για απλούς μοναχούς..... με τέτοιο τρόπο πως αφου το λένε αυτοί έτσι είναι!

Αποφάσισε λοιπόν τι ακριβως πιστευεις.
Δεν μπορεις να βάζεις τους Αγιους ότι κάνουν λάθη και όλα τα συναφή και απο την άλλη να μας μιλάς για απλούς μοναχούς και γέροντες ότι αυτα που λένε..... ειναι και σωστα!

Αυτη την απολυτη προσκοληση σε προφητικες ρησεις αγιων προσωπικα τη συσχετιζω με την εννοια της πατερολατρειας. Αυτη η πατερολατρεια και η λατρεια των τυπων ειναι αιτια πτωσεων μεσα στην εκκλησια. Το θεμα του παλαιου ημερολογιου, αλλα και της πλανης του 2018 σχετιζονται αμεσα με αυτα.
Προσεχε διότι όπως ο Γιωργος και πολλοί άλλοι κάνουν αυτο το λάθος,το ιδιο λάθος κάνεις και εσύ!

Δεν θελω να παρεξηγησεις αυτο που θα σου πω.Δεν στο λεω για να σε υποτιμησω, αλλα εχω αρχισει να πιστευω οτι εχεις δυσκολιες κατανοησης πολυ απλων πραγματων.Το οτι η ερμηνεια του αγιου Ιωαννου ειναι λαθος δεν ειναι κατι το υποκειμενικο αλλα κατι που ειναι θεολογικα γνωστο και το κατανοει και ενα μικρο παιδι.Αλλωστε αυτο το υποστηριζει και πατηρ Αρσενιος Κομπουγιας ο οποιος δεν εχει καμια απολυτως σχεση με την αναλαμπη.

Προσωπικα δεν εχω χρονο να σχολιασω οσα γραφηκαν. Απλα θα πω τη γνωμη μου. Οσοι θα εμπλεκονται στο μελλον με τη πατερολατρεια ειναι πολυ πιθανο να κλονιστει η πιστης τους οταν δουν τα γεγονοτα να μην συμβαινουν οπως τα ειχαν διαβασει. Ειναι μια πολυ επικινδυνη κατασταση.

Εσυ εχεις λάθος κατανοηση του τι ακριβως πιστευεις.
Ψαξε και βρες πρώτα τι ακριβως πιστευεις και ποια η πραγματική σου άποψη επι των θεματων και μετα έλα να συζητησουμε.
Διοτι μια μας την λες έτσι,μια αλλιως και μία παρα αλλιώς.
Οπως σε συμφερουν μας τα λες με λίγα λόγια.


Ισσοροπησε λοιπόν και βρες τα με τον εαυτο σου και εμτά κρίνε το τι κατανοούν οι άλλοι........ και μάλιστα να μιλάς με απολυτη ακριβεια ποιο ειναι σωστο και ποιο λάθος.
«Γνώσεσθε την αλήθειαν και η αλήθεια ελευθερώσει υμάς»
Απάντηση

Επιστροφή στο “Προφητείες και Αποκάλυψη”

cron