Re: Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)

73
Αγ.Μαξιμος ο Ομολογητής
ΕΡΩΤΗΣΙΣ 99
Ἐκ τοῦ αὐτοῦ· «οἶδα πῦρ οὐ καθαρτήριον ἀλλὰ κολαστήριον ἢ Σοδομιτικόν, ὃ
πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον, ἢ τὸ ἡτοιμασμένον τῷ
διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἤτε ὃ πρὸ προσώπου Κυρίου πορεύεται καὶ φλογιεῖ
κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἢ τὸ τούτων φοβερώτερον, ὃ τῷ ἀκοιμήτῳ (≡14Α_152≡>
σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς».
"...Ἐκεῖνο δὲ φοβερώτερον εἶπεν τὸ πῦρ, ὃ τῷ αἰωνίῳ
σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ καὶ διαιωνίζον τοῖς πονηροῖς· ὅπερ,
φαινομένου τοῦ θείου καὶ εἰς ἀπόλαυσιν προκειμένου τοῖς ἀξίοις, τοὺς μὴ διὰ τῶν
ἀγαθῶν ἔργων ἑαυτοὺς λαμπρύνοντας, δίκην σκώληκος ἀεὶ τὴν μνήμην
ἀνακινούσης, καὶ ἀναλογιζομένους τὴν ἀποτυχίαν καὶ στέρησιν τοῦ ἀγαθοῦ
ἀπεράντως κατεσθίει καὶ βασανίζει διηνεκῶς πυρὸς σφοδρότερον._"
-----------------------------------------

καί ἀπειλή φρικώδης αἰθομένου (καιομένου) πυρός πανταχοῦ
διατρέχουσα, καί τά κύκλῳ πάντα περιλαμβάνουσα, καί ὄρη ὡσεί κηρόν ἐκτήκουσα.
Ποταμός γάρ πυρός, φησίν, εἶλκεν ἔμπροσθεν αὐτοῦ. Ἡνίκα τάρταρος, καί βόθρος
ἀχανής καί ἀνείκαστος, καί σκότος ἐξώτερον, καί σκώληξ ἀκοίμητος ἀναδειχθῶσι
παρόντα· καί ἐπ᾿ αὐτοῖς φόβος εἰστήκει διά πάντων μετέωρος ἐκδεχομένων τήν
ἔκβασιν· (=0381=) καί ὁργῆς ἄγγελοι κολαστικόν πῦρ ἀποστίλβοντες, πῦρ δέ
βλέποντες, καί πῦρ ἀναπνέοντες, ἕτοιμοι πρός πᾶσαν ἐκδίκησιν πάσης παρανομίας
ἐστήκασι. Πᾶσά τε πρός τούτοις κτίσις ἐπίγειός τε καί ἐπουράνιος, ὅση τε ἐν
ἀγγέλοις, καί ταῖς ὑπέρ ἀγγέλους δυνάμεσι, καί ὅση ἀνθρώποις, παρίσταται μετά
τρόμου τήν φοβεράν τῆς θείας βουλῆς ἐκδεχομένη φανέρωσιν· ἐφ᾿ ὧν ἁπάντων, αἱ
πάντων ἡμῶν ἀναγνωσθήσονται πράξεις, καί τῶν κρυπτῶν ἡ γύμνωσις γενήσεται·
ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τάς ἁμαρτίας, ὡς ἕκαστος τάς ἑαυτοῦ, τήν
βίβλον ἁπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως
.....
τούς δέ τήν ἐξ εὐωνύμων διά
τήν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσιν λαχόντας, εἰς τό αἰώνιον πῦρ, τό
ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ, μετ᾿ ὁργῆς ἀπωθούμενος. Τίς
ἐκεῖνο τό πῦρ ἐνέγκει μαινόμενον; Τίς οὐ καταπτήσει τό ξένον ἐκείνου τοῦ
σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τό ταχύ τε ὁμοῦ καί βαρύ
φέρειν δυνήσεται; Τίς μυκώμενον τό τάρταρον, καί ἐκ πυθμένος αὐτῷ
συναναβρασσομένην τήν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπί τούτῳ τεταγμένων
ἀγγέλων τό δριμύ τε καί βλοσυρόν τοῦ βλέμματος, καί τοῦ προσώπου τό κατηφές
οὐχ ὑποτρέμει δονούμενος; Τίς τό πάντων δεινότερον τῶν κακῶν, τήν ἀποστροφήν
τοῦ προσώπου τοῦ φύσει πράου καί φιλανθρώπου Θεοῦ καί οἰκτείρμονος οὐ
φοβηθήσεται, ᾧ πᾶσα κτίσις συναποστρέφεταί τε καί συμβδελύττεται, τούς διά
φιλαπεχθήμονα γνώμην ἑαυτούς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα
κατ᾿ αὐτῶν ἐνδίκως, ὡς τοιοῦτον ἑαυτοῖς φανῆναι τόν φύσει τε καί μόνον
φιλάνθρωπον Θεόν βιασαμένων; Τίς τήν κατά συνείδησιν ἀπέραντον αἰσχύνην
ἔσεσθαι μέλλουσαν ἐπί τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; τίς τόν ἀσίγητον
κλαυθμόν, καί τό πικρόν ἐκεῖνο καί ἀνόητον δάκρυον, καί τό βρυγμόν τῶν ὀδόντων,
καί τούς κωκυτούς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἤ τόν ἐκ τῆς μεταμελείας
πόνον κατά μέσης αὐτῶν ἐπικείμενον τῆς καρδίας, καί διασμύχοντα δικαίως αὐτῶν
τῆς ψυχῆς τόν πυθμένα, μετρῆσαι δυνήσεται; Τίς τήν ἐγγινομένην αὐτοῖς
στενοχωρίαν ἐκ τοῦ μή ἐλπίζειν προθεσμίαν μεταποιήσεως, καί τέλος τῆς
ἐπικειμένης κολάσεως, μηδέ τῆς πρός τό εὖ ζῇν πάλιν μεταβολῆς (=0384=)
ἐκδέχεσθαι προσδοκίαν, ἐξειπεῖν ἐστιν (≡15Β_038≡> ἱκανός. Τελευταῖον γάρ καί
μόνον, καί φοβερόν ἐκεῖνο καί δίκαιον ὡς ἀληθῶς ἐστι τό κριτήριον, καί δίκαιον
πλέον ἤ ὅσον ἐπίφοβον, καί διά τοῦτο τυχόν φοβερώτερον, ὅτι καί δίκαιον· καί
πάντας ἑαυτῷ κατά τήν δικαίαν τοῦ Θεοῦ ψῆφον τούς αἰῶνας ἐναποκλεῖον. Τίς τάς
οἰμωγάς καί τούς στεναγμούς τούς ἐκ μέσης αὐτῶν προφερομένους τῆς καρδίας, καί
αὐτῶν καθαπτομένους τῶν μυελῶν, καί πικρῶς τά σπλάχνα καταδάκνοντας ἐπί
νοῦν λαβών, δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τόν θρῆνον καί τόν
ὁλοφυρμόν ἐνέγκῃ χωρίς ὀδύνης καί τῆς ἐπ᾿ αὐτῇ κατηφείας, καί μεθ᾿ οἵων
προφερομένους τῶν ἐκ μεταμελείας λόγων, τῶν τε πρός ἑαυτόν ἑκάστου τῶν
κολαζομένων, καί πάντων πρός ἅπαντας;
(ΑΠΑΝΤΑ, 9ος Τόμος 15 Β, Α´. Πρός τόν δοῦλον τοῦ Θεοῦ κύριον Γεώργιον τόν πανεύφημον ἔπαρχον
Ἀφρικῆς)

Re: Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)

74
Έχετε διαστρέψει την πατερική θεολογία στο θέμα, προπαγανδιζετε και αποκρύβεται τα λόγια των Α.Πατέρων, όλοι οι ιερείς των εσχάτων .Oπως και κατεβάσατε τις άγιες εικόνες της Κρίσεως από τις εκκλησίες. Βγάζετε αυθαίρετα συμπεράσματα περί του αν έχει δικαίωμα ο Χριστός να κρίνει με όρους δικαστηρίου και το τι είναι ειδωλολατρεία.
Είναι απίστευτο 20 αιώνες μετά, ένας Καλομοίρος να επηρεάσει την παγκόσμια ορθοδοξία.
Μ.ΒΑΣΙΛΕΙΟΣ -
Επιστολαι - ΕΥΣΤΑΘΙΩ ΦΙΛΟΣΟΦΩ
. 46.τ ΠΡΟΣ ΠΑΡΘΕΝΟΝ ΕΚΠΕΣΟΥΣΑΝ
"Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσού των θεατῶν
ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; Ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον καὶ σκώληξ ἀθάνατα
κολάζων καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης καὶ οἰμωγαὶ πικραὶ καὶ

ὀλολυγμὸς ἐξαίσιος καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων καὶ πέρας οὐκ ἔχει τὰ δεινά;
Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια οὐδὲ μηχανὴ τοῦ

διεκδῦναι τὰ πικρὰ κολαστήρια. ..."
Μ.ΒΑΣΙΛΕΙΟΣ - ΛΖʹ ΨΑΛΜΟΝ
"Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ
δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ, αἱτοι αῦται καὶ ὀργὴ καὶ θυμὸς
ὠνομάσθησαν. "
Μ.ΒΑΣΙΛΕΙΟΣ - ΛΟΓΟΙ ΚΔʹ ΕΚΛΕΧΘΕΝΤΕΣ ΔΙΑ ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ..
"Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς
ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον, κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης, διάφορα πάντως ἐχούσης τὰ κολαστήρια· "
===================================
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ- P.G 49.72
"Θάνατος ἁμαρτωλῶν πονηρός. Δικαίως· μετὰ γὰρ
τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη. γʹ. Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ,.."
==============================================
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - Πρὸς Θεόδωρον ἐκπεσόντα καὶ περὶ μετανοίας λόγος
"Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ
ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ, καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνεν ψυχάς; Τοῦτο γὰρ ὅσον κακόν, νῦν μὲν οὐ δυνατὸν παραστῆσαι τῷ λόγῳ, τότε δὲ ἐπὶ τῶν πραγμάτων εἰσόμεθα σαφῶς. Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον
αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ
ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις
παραδιδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν καθ' ὃν
στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες
οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς.
"
============================================
ΜΕΓΑΣ ΑΘΑΝΑΣΙΟΣ - P.G 27.264
"Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσωσι. Τόξον ἐν τού τοις τὴν ἀπόφασιν τὴν ἐν τῷ θείῳ βήματι γενησομέ νην φησί. Τὸ δὲ, ἕως οὗ, ἀντὶ τοῦ, καὶ, κεῖται· ἵνα ᾖ, καὶ ἀσθενήσουσιν. Ἔπεσε τὸ πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἐμβληθέντες, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον, τῆς δικαιοσύνης τὸν ἥλιον οὐκ ἐθεάσαντο. Ὅμοιον δὲ τό· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. ...Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν. Οἱ δίκαιοι, φησὶν, ἐκ μέσου γιγνομένους τοὺς ἀλιτηρίους θεώμενοι δαίμονας κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν, ἐπὶ τῷ δικαίῳ κρίματι τοῦ Θεοῦ εὐφρανθή σονται· ἅτε δὴ ἀθῶοι αὐτοὶ εὑρεθέντες τῆς ἐπὶ τῷ θανάτῳ κολάσεως. Τὸ γὰρ, νίψεται, ἐπὶ τοῦ ἀθώου ληπτέον κατὰ τό· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Τὸ, ἄρα, ἀντὶ τοῦ, ὄντως, τέθειται. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς. Ὁμολογοῦσι, φησὶν, ὄντως δικαίαν ὑπάρχειν τὴν ἐπ' αὐτῶν ἐξενεχθεῖσαν κρίσιν τοῦ Θεοῦ."

Re: Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)

75
Ο αγαπημένος Άγιος των πρωτεργατών αυτής της "άκτιστης" πλάνης είναι ο Άγιος Γρηγόριος ο Νύσσης.
Λοιπόν μερικά λόγια του φωτίζουν την συνολική άποψη του και δεν αφήνουν το σκοτάδι της παρερμηνείας των "ορθόδοξων" προπαγανδιστικών να δημιουργήσουν πρόβλημα συμβατότητας με τους υπόλοιπους Αγίους.
ΕΙΣ ΤΟΥΣ ΜΑΚΑΡΙΣΜΟΥΣ ΛΟΓΟΣ Γʹ.(P.G 44.1221)
Εἰ δὲ καθάψαιτό τις αὐτῶν ὁ ἰατρεύων λόγος, οἷον διά τινων θερμῶν τε
καὶ διακαιόντων φαρμάκων (λέγω δὲ τῶν σκυθρωπῶν τῆς μελλούσης κρίσεως
ἀπειλῶν), καὶ διὰ βάθους τὴν καρδίαν τῷ φόβῳ τῶν προσδοκωμένων δριμύξειεν,
γεέννης φόβον, καὶ πῦρ μὴ σβεννύμενον, καὶ ἀτελεύτητον σκώληκα, καὶ βρυγμὸν
ὀδόντων, καὶ κλαυθμὸν ἀδιάλειπτον, καὶ σκότος ἐξώ τερον, καὶ ἅπαντα τὰ τοιαῦτα,
οἷόν τινα θερμὰ καὶ δριμέα φάρμακα τῷ νεναρκηκότι διὰ τῶν καθ' ἡδονὴν
παθημάτων ἐντρίβων καὶ ἀναθάλπων, εἰς αἴσθη σιν αὐτὸν ἀγάγοι τοῦ ἐν ᾧ ἦν βίου,
μακαριστὸν αὐτὸν ἀπεργάσηται, τὴν ὀδυνηρὰν αἴσθησιν τῇ ψυχῇ ἐμ ποιήσας.

ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ
"καὶ τότε ἀληθῶς ὁ ἐπινίκιος ὕμνος συμφώνως παρὰ πάντων
ᾀσθήσεται καὶ τῶν κρατηθέντων καὶ τῶν νικησάντων· τότε καὶ ὁ τῆς ταραχῆς
ὑπαίτιος, ὁ τὴν τοῦ δεσπότου φαντασθεὶς ἀξίαν μαστιγίας οἰκέτης ὀφθήσεται πᾶσι
παρ' ἀγγέλων πρὸς τὴν τιμωρίαν συρόμενος καὶ πάντες οἱ τῆς ἐκείνου κακίας
ὑπηρέται καὶ συνεργοὶ ταῖς πρεπούσαις κολάσεσι καὶ δικαίαις ὑποβληθήσονται, εἷς
δὲ φανήσεται βασιλεὺς καὶ κριτὴς κοινὸς δεσπότης παρὰ πάντων ὁμολογούμενος,
ἡσυχία δὲ ἔσται κατεσταλμένη, ὥσπερ ὅταν ἄρχοντος ἐπὶ βήματος καθημένου ὁ μὲν
κήρυξ ὑποσημαίνῃ τὴν σιωπήν, οἱ λαοὶ δὲ καὶ ὄψιν καὶ ἀκοὴν συντείναντες τὴν τῆς
δημηγορίας ἀκρόασιν
"...
"οὐκ ἀφήσει τοῦτον ὁ κριτὴς δίκαιος ὤν. ἐγὼ δὲ καὶ
τοῦτο τῆς γραφῆς ἀκούω λεγούσης, ὅτι τοῖς κατεγνωσμένοις ἐπιτεθήσονται δίκαιαι
τιμωρίαι πῦρ καὶ σκότος καὶ σκώληξ· ἃ πάντα τῶν συνθέτων καὶ ὑλικῶν σωμάτων
κολάσεις εἰσίν, ψυχῆς δὲ καθ' ἑαυτὴν οὔποτ' ἂν ἅψαιτο πῦρ οὐδ' ἂν σκότος αὐτὴν
λυπήσειεν ἀμοιροῦσαν ὀφθαλμῶν καὶ τῶν βλεπτικῶν ὀργάνων. τί δ' ἂν καὶ ὁ
σκώληξ πράξειε σωμάτων ὑπάρχων φθαρτικός, οὐ πνευμάτων; "
"
ΕΙΣ ΤΟΝ ΕΚΤΟΝ ΨΑΛΜΟΝ ΠΕΡΙ ΤΗΣ ΟΓΔΟΗΣ
"..ἀλλ' οὖν πρὸς τὴν ἀκρίβειαν τῆς κρίσεως βλέπων, ἐν ᾗ
καὶ τὰ λεπτότατα τῶν παρορα μάτων εἰς ἐξέτασιν ἄγεται, καταπτοεῖται πάντως τῇ
τῶν φοβερῶν προσδοκίᾳ, οὐκ εἰδὼς εἰς ὅ τι αὐτῷ τὸ τῆς κρίσεως καταλήξει πέρας.
τούτου χάριν ὡς ἐν ὀφθαλμοῖς λαβὼν τὰ φοβερὰ κολαστήρια, τὴν γέεναν ἐκείνην
καὶ τὸ σκοτεινὸν πῦρ καὶ τὸν ἀτελεύτητον τῆς συνειδήσεως σκώληκα τὸν ἀεὶ
μύζοντα τὴν ψυχὴν δι' αἰσχύνης καὶ τῇ μνήμῃ τῶν κακῶς βεβιωμένων τὰς
ἀλγηδόνας ἀνακαινίζοντα, ἤδη τοῦ θεοῦ ἱκέτης γίνεται δεόμενος μὴ τῷ θυμῷ
ἐκείνῳ παραδοθῆναι πρὸς ἔλεγχον μήτε διὰ τῆς ὀργῆς ἐκείνης ἐπαχθῆναι αὐτῷ τὴν
ὑπὲρ ὧν ἐπλημμέλησε παίδευσιν. Τοῖς γὰρ καταδικασθεῖσι τῇ πικρᾷ παιδεύσει τῆς
φοβερᾶς ἐκείνης κολάσεως θυμοῦ ἔργον νομίζεται καὶ ὀργῆς ἡ διάκρισις..".

Re: Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)

76
Τι είναι πραγματικά η κόλαση και ο παράδεισος.
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !

Re: Τι είναι πραγματικά η κόλαση και ο παράδεισος.

77
Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)
http://www.filoumenos.com/forum/viewtop ... 08&start=9

στον παραπάνω σύνδεσμο μπορεί κάποιος να βρει τα έργα των Αγίων Πατέρων και μετά να τα συγκρίνει ΜΕ τις ανοησίες των σύγχρονων διάσημων ποιμένων που διαστρέβλωσαν μέχρι αηδίας την διαχρονική διδασκαλία περί κόλασης και φόβου του Θεού που χρησιμοποιείται εκτενέστερα από την αγαπολογια σε όλη την πατερική διδασκαλία. Η απειλή της κολασης και ο φόβος του Θεού είναι βασικοί ποιμαντικοί πυλώνες..οι οποίοι γκρεμίστηκαν από τους σύγχρονους έκπτωτους ιεράρχες της προχειρότητας και της προπαγανδιστικής αγαπολογίας και πολιτικής ορθότητας.
Τα αποτελέσματα αυτής της πτώσης τους, Πατέρων όπως ο Ναυπάκτου, ο π.Γ.Μεταλληνός , ο π.Λουδοβίκος και άλλοι φαίνονται στην στάση τους και ανακολουθία τους ακόμα και των ίδιων τους λόγων σε σχέση με τον οικουμενισμό και την μη διακοπή μνημοσύνου.. προσωπικά θεωρώ αυτή την πτώση, τον συμβιβασμό τους ( κ..τουμπα) τη διαστροφή της διδασκαλίας περί κόλασης, κάτι που Έχει τρομακτική συνέπεια και που υποστηρίζει κάθε έκπτωση προς την αίρεση.. Η κόλαση όπως φαίνεται καθαρά και από τη Γραφή και από τους Πατέρες, Δεν είναι μόνο κατάσταση αλλά είναι τόπος κτιστός με ποικίλα βασανιστήρια ανάλογα με την αξία της κάθε ψυχής και είναι σίγουρα χωρισμός από το Θεό και όχι κοινωνία.. Η διαστροφή της Γραφής, η απαξίωση των Α.Πατέρων και η προσβολή και η αυθαιρεσία σε γενιές αγιογράφων και αγίων ιερέων τόσων αιώνων έμελλε να συντελεστεί από τους ιερείς της εποχής της απώλειας..
Απάντηση

Επιστροφή στο “Ορθοδοξία”