Re: Η ΧΡΗΣΗ ΤΩΝ ΨΑΛΜΩΝ ΤΟΥ ΔΑΥΙΔ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΑΡΣΕΝΙΟ ΤΟΝ ΚΑΠΠΑΔΟΚΗ ΚΑΙ ΤΟΝ Π. ΠΑΙΣΙΟ

19
ΨΑΛΜΟΣ 140ος
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· 6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν. 7 ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. 8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

ΨΑΛΜΟΣ 141ος
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. 3 ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. 5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 6 ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. 7 πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 142ος
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΕΙΚΟΣΤΟΝ
ΨΑΛΜΟΣ 143ος
Εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 2 ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ρύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ. 3 Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ; 4 ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. 5 Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. 6 ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7 ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ρῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, 8 ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 9 ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι 10 τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυΐδ τὸν δοῦλον αὐτοῦ ἐκ ρομφαίας πονηρᾶς. 11 ρῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 12 ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, 13 τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, 14 οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, 15 ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

ΨΑΛΜΟΣ 144ος
Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 2 καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 3 μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. 4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. 5 τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. 6 καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. 7 μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. 9 χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. 10 ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. 11 δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι 12 τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. 13 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 14 ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους. 15 οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. 16 ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. 17 δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 18 ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. 19 θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. 20 φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. 21 αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 145ος
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· 2 αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. 3 μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. 5 μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ 6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 7 ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, 8 Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, 9 Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 10 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
<<ΚΑΙ ΑΥΤΟ ΤΟ ΣΚΟΤΟΣ ΔΕΝ ΣΚΕΠΑΖΕΙ ΟΥΔΕΝ ΑΠΟ ΣΟΥ ΚΑΙ Η ΝΥΞ ΛΑΜΠΕΙ ΩΣ Η ΗΜΕΡΑ ΕΙΣ ΣΕ ΤΟ ΣΚΟΤΟΣ ΕΙΝΑΙ ΩΣ ΤΟ ΦΩΣ>>

Re: Η ΧΡΗΣΗ ΤΩΝ ΨΑΛΜΩΝ ΤΟΥ ΔΑΥΙΔ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΑΡΣΕΝΙΟ ΤΟΝ ΚΑΠΠΑΔΟΚΗ ΚΑΙ ΤΟΝ Π. ΠΑΙΣΙΟ

20
ΨΑΛΜΟΣ 146ος
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 2 οἰκοδομῶν ῾Ιερουσαλὴμ ὁ Κύριος, καὶ τὰς διασπορὰς τοῦ ᾿Ισραὴλ ἐπισυνάξει, 3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 4 ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5 μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 6 ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. 7 ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ 8 τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, 9 διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10 οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 11 εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

ΨΑΛΜΟΣ 147ος
Ἐπαίνει, ῾Ιερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών, 2 ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί· 3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· 5 διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· 6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 7 ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ρυήσεται ὕδατα. 8 ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ ᾿Ιακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ᾿Ισραήλ. 9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 148ος
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 2 αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 3 αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 4 αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 5 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. 7 αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 8 πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 10 τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· 12 νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· 13 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. 14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ 149ος
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 2 εὐφρανθήτω ᾿Ισραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. 3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, 4 ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. 5 καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 6 αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν 7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, 8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, 9 τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ 150ος
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· 2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· 4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· 5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 6 πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ἀλληλούϊα.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 151ος
Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. 2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. 4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. 5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. 6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ᾿Ισραήλ.
<<ΚΑΙ ΑΥΤΟ ΤΟ ΣΚΟΤΟΣ ΔΕΝ ΣΚΕΠΑΖΕΙ ΟΥΔΕΝ ΑΠΟ ΣΟΥ ΚΑΙ Η ΝΥΞ ΛΑΜΠΕΙ ΩΣ Η ΗΜΕΡΑ ΕΙΣ ΣΕ ΤΟ ΣΚΟΤΟΣ ΕΙΝΑΙ ΩΣ ΤΟ ΦΩΣ>>

Re: Η ΧΡΗΣΗ ΤΩΝ ΨΑΛΜΩΝ ΤΟΥ ΔΑΥΙΔ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΑΡΣΕΝΙΟ ΤΟΝ ΚΑΠΠΑΔΟΚΗ ΚΑΙ ΤΟΝ Π. ΠΑΙΣΙΟ

21
Για όποιον θέλει να τους διαβάζει online:


http://81.186.130.244/digitalbook_494#/10
''...δεν είναι η πάλη ημών εναντίον εις αίμα και σάρκα, αλλ' εναντίον εις τας αρχάς, εναντίον εις τας εξουσίας, εναντίον εις τους κοσμοκράτορας του σκότους του αιώνος τούτου, εναντίον εις τα πνεύματα της πονηρίας εν τοις επουρανίοις''\n[/align]
Απάντηση

Επιστροφή στο “Ορθοδοξία”

cron