Oι πειρασμοί του Χριστού.Ήξερε ο σατανάς οτι ο Χριστός ήταν ο Υιός του Θεού;

1
Το σχετικό χωρίο είναι απο το Κατα Ματθαίον ευαγγέλιο.
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν. 3 Καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7 ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, 9 καὶ λέγει αὐτῷ, Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Γιατί λέει Εἰ υἱὸς εἶ τοῦ θεοῦ

δηλαδη εαν είσαι ο υιος του Θεού;

Ας δούμε τι λέει ο άγιος Ιωάννης ο Χρυσόστομος



ΟΜΙΛΙΑ ΙΓʹ. Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι
ὑπὸ τοῦ διαβόλου.

(Αποσπάσματα,όλοκληρη θα την βρείτε εδω,σελ.80)

αʹ. Τότε· πότε; Μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν
φωνὴν ἄνωθεν ἐνεχθεῖσαν καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ
ηὐδό 57.208 κησα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γὰρ
αὐτὸν ἀνάγειν ἐνταῦθά φησιν. Ἐπειδὴ γὰρ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττε
καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν διάβολον πάλης·
ἵνα ἕκαστος 57.209 τῶν βαπτιζομένων, εἰ μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε
πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου, ἀλλὰ
μένῃ γενναίως πάντα φέρων, ὡς κατὰ ἀκολουθίαν τούτου συμβαίνοντος. Καὶ γὰρ
διὰ τοῦτο ἔλαβες ὅπλα, οὐχ ἵνα ἀργῇς, ἀλλ' ἵνα πολεμῇς.

βʹ. Διὰ δὴ τοῦτο καὶ αὐτὸς νηστεύει τεσσαράκοντα ἡμέρας, ἡμῖν τὰ
φάρμακα τῆς σωτηρίας δεικνὺς, καὶ οὐ προέρχεται περαιτέρω, ὥστε μὴ πάλιν τῇ
ὑπερβολῇ τοῦ θαύματος ἀπιστηθῆναι τῆς οἰκονομίας τὴν ἀλήθειαν.
Νῦν μὲν γὰρ οὐκ
ἂν τοῦτο ἐγένετο, ἐπειδὴ καὶ Μωϋσῆς καὶ Ἠλίας προλαβόντες εἰς τοσοῦτον ἴσχυσαν
ἐξελθεῖν μῆκος, τῇ τοῦ Θεοῦ κραταιούμενοι δυνάμει. Εἰ δὲ περαιτέρω προέβη,
πολλοῖς ἂν καὶ ἐντεῦθεν ἄπιστος ἔδοξεν εἶναι ἡ τῆς σαρκὸς ἀνάληψις. Νηστεύσας
τοίνυν τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας, Ὕστερον ἐπείνασε· λαβὴν αὐτῷ
παρέχων εἰς τὸ προσελθεῖν, ἵνα συμπλακεὶς δείξῃ πῶς δεῖ περιγίνεσθαι καὶ νικᾷν.

Οὕτω δὴ καὶ ἀθληταὶ ποιοῦσι· τοὺς γὰρ μαθητὰς τοὺς ἑαυτῶν διδάσκοντες
περιγίνεσθαι καὶ νικᾷν, ἑκόντες ἐν ταῖς παλαίστραις συμπλέκονται ἑτέροις, ἐν τοῖς
τῶν ἀντιπάλων σώμασι παρέχοντες τούτοις θεωρεῖν καὶ παιδεύεσθαι τῆς νίκης τὸν
τρόπον. Ὃ δὴ καὶ τότε ἐγένετο. Ἐπειδὴ γὰρ ἐβούλετο αὐτὸν ἐπισπάσασθαι εἰς τοῦτο,
καὶ τὸ πεινῇν αὐτῷ κατάδηλον ἐποίησε, καὶ προσελθόντα ἐδέξατο, καὶ δεξάμενος,
ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν κατέῤῥαξε μετ' εὐκολίας τῆς αὐτῷ προσηκούσης. Ἀλλ'
ἵνα μὴ παρατρέχοντες τὰς νίκας ταύτας, λυμαινώμεθα ὑμῶν τὴν ὠφέλειαν, ἀπὸ τῆς
πρώτης ἀρξάμενοι προσβολῆς ἑκάστην μετὰ ἀκριβείας ἐξετάσωμεν. Ἐπειδὴ γὰρ
ἐπείνασε, φησὶ, Προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ
λίθοι οὗτοι ἄρτοι γένωνται. Ἐπειδὴ γὰρ ἤκουσε φωνῆς ἄνωθεν φερομένης καὶ
λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·
ἤκουσε δὲ καὶ Ἰωάννου τοσαῦτα περὶ
αὐτοῦ μαρτυροῦντος, εἶτα εἶδε πεινῶντα· ἐν ἀμηχανίᾳ λοιπὸν ἦν, καὶ οὔτε ὅτι
ἄνθρωπος ἦν ψιλὸς πιστεῦσαι ἡδύνατο, διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ' αὖ πάλιν
παραδέξασθαι, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα.
Ὅθεν ἐν
ἀμηχανίᾳ γενόμενος, ἀμφιβόλους ἀφίησι φωνάς. Καὶ ὥσπερ τῷ Ἀδὰμ προσελθὼν
παρὰ τὴν ἀρχὴν, πλάττει τὰ μὴ ὄντα, ἵνα μάθῃ τὰ ὄντα· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ
εἰδὼς σαφῶς τὸ ἀπόῤῥητον τῆς οἰκονομίας μυστήριον, καὶ τίς ποτέ ἐστιν ὁ παρὼν,
ἕτερα ἐπιχειρεῖ πλέκειν δίκτυα, δι' ὧν ᾤετο εἴσεσθαι τὸ κεκρυμμένον καὶ ἀσαφές.
Καὶ τί φησιν; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Οὐκ εἶπεν,
Ἐπειδὴ πεινᾷς, ἀλλ', Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ· νομίζων ὑποκλέπτειν αὐτὸν τοῖς
ἐγκωμίοις. Διὸ καὶ τὴν πεῖναν ἐσίγησεν, ἵνα μὴ δόξῃ προφέρειν αὐτῷ τοῦτο καὶ
ὀνειδίζειν.
Οὐ γὰρ εἰδὼς τῶν οἰκονομουμένων τὸ μέγεθος, αἰσχρὸν αὐτῷ τοῦτο
ἐνόμιζεν εἶναι. Διὸ κολακεύων αὐτὸν ὑπούλως, τῆς ἀξίας μέμνηται μόνης. Τί οὖν ὁ
Χριστός; Τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς οὐκ αἰσχύνης ἄξιον ὂν τὸ συμβὰν,
οὐδὲ ἀνάξιον τῆς αὐτοῦ σοφίας, ὅπερ κολακεύων αὐτὸν ἐκεῖνος ἀπεσίγησε, τοῦτο εἰς
μέσον αὐτὸς προφέρει καὶ τίθησι, λέγων· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.
Ὅθεν ἄρχεται ἀπὸ τῆς κατὰ τὴν γαστέρα ἀνάγκης. Σὺ δέ μοι σκόπει τοῦ πονηροῦ
δαίμονος ἐκείνου τὴν κακουργίαν, καὶ πόθεν ἄρχεται τῶν παλαισμάτων, 57.211 καὶ
πῶς τῆς οἰκείας οὐκ ἐπιλανθάνεται τέχνης. Ἀφ' ὧν γὰρ καὶ τὸν πρῶτον ἐξέβαλεν
ἄνθρωπον, καὶ ἑτέροις περιέβαλε κακοῖς, ἀπὸ τούτων καὶ ἐνταῦθα πλέκει τὸν δόλον,
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !
Απάντηση

Επιστροφή στο “Διδασκαλιες αγιων και αποστάγματα πατερικης σοφιας”

cron