Ἡ ὄγδοη ἡμέρα καὶ ἡ ἀτελεύτητος βασιλεία τῶν οὐρανῶν.
Δημοσιεύτηκε: 16 Οκτ 2014, 22:33
Μεγάλου Βασιλείου -- ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ
Σε νεοελληνική απόδοση,ένα απόσπασμα
Ἡμέρα γὰρ Κυρίου, φησὶ, μεγάλη καὶ ἐπιφανής. Καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν τοῦ Κυρίου;Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. Σκότος δὲ βέβαια εἶναι διὰ τοῦς ἀξίους τοῦ σκότους.Διότι ὁ λόγος τοῦ Θεοῦ διδάσκει ὅτι ἐκείνη ἡ ἡμέρα θὰ εἶναι ἀνέσπερος καὶ ἄνευ τέλους,τὴν ὁποίαν καὶ ὁ ψαλμωδὸς ὠνόμασεν ὀγδοην,έπειδὴ κεῖται ἔξω τοῦ ἑβδοματικοῦ χρόνου.....Διὰ νὰ μεταφέρη λοιπὸν τὴν σκέψιν μας εἰς τὴν μέλλουσαν ζωήν,"μίαν" ὠνόμασε τὴν ἡμέραν ἐκείνην,ἡ ὁποὶα ἐξεικονίζει τὴν αἰωνιότητα,τὴν ἀρχὴν τῶν ἡμερῶν,τὴν συνομήλικα τοῦ φωτός,τὴν ἁγίαν Κυριακήν,τὴν τιμημένην διὰ τῆς ἀναστἀσεως τοῦ Κυρίου.
Εἰ δὲ πολλοὺς ἡμῖν αἰῶνας παρίστησιν ἡ Γραφή, αἰῶνα αἰῶνος, καὶ αἰῶνας αἰώνων πολλαχοῦ λέγουσα, ἀλλ᾿ οὖν κἀκεῖ οὐχὶ πρῶτος, οὐδὲ δεύτερος, οὐδὲ τρίτος ἡμῖν αἰὼν ἀπηρίθμηται· ὥστε μᾶλλον καταστάσεων ἡμῖν καὶ πραγμάτων ποικίλων διαφορὰς, ἀλλ᾿ οὐχὶ περιγραφὰς καὶ πέρατα καὶ διαδοχὰς αἰώνων ἐκ τούτου δείκνυσθαι. Ἡμέρα γὰρ Κυρίου, φησὶ, μεγάλη καὶ ἐπιφανής. Καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν τοῦ Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. Σκότος δέ, δηλονότι τοῖς ἀξίοις τοῦ σκότους. Ἐπεὶ ἀνέσπερον καὶ ἀδιάδοχον καὶ ἀτελεύτητον τὴν ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ ψαλμῳδὸς προσηγόρευσε, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου. Ὥστε κἂν ἡμέραν εἴπῃς, κἂν αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννοιαν. Εἴτε οὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη καὶ οὐ πολλοστός. Ἵνα οὖν πρὸς τὴν μέλλουσαν ζωὴν τὴν ἔννοιαν ἀπαγάγῃ, μίαν ὠνόμασε τοῦ αἰῶνος τὴν εἰκόνα, τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τοῦ φωτὸς, τὴν ἁγίαν κυριακήν, τὴν τῇ ἀναστάσει τοῦ Κυρίου τετιμημένην. Ἐγένετο οὖν ἑσπέρα, φησὶ, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.