Αξιολόγηση Χρήστη:  / 3
ΧειρότεροΚαλύτερο 





«Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρός της πίστεως ἠμῶν βούλεται ἴνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήση ἠμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώση ἠμὶν μετὰ πάσης δυνάμεως, ἴνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύση καὶ ὡς λέων ἀνήμερος καταπῖη ἠμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἴνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν της πίστεως ἠμῶν. Παραδίδωμι δὲ ὑμὶν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἠμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὒν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερα τινὰ ὀφείλεται κοινῶε ἐσμεν πάντες ἴνα προτιμήσωμεν ἀποθανεὶν μᾶλλον ἢ ζῆν, πρώτον μὲν ὑπὲρ τῆς πίστεως ἠμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ πατρίδος, τρίτον ὑπὲρ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσται ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου πολλῶ μᾶλλον ὑπὲρ πάντων ἠμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμᾶ πλημμελήματα παραχωρήση ὁ Θεὸς τὴν νίκην τοὶς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἠμῶν τῆς ἁγίας, ἢν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἠμὶν ἐδωρήσατο, κινδυνεύομεν, ὃ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὄλον κερδίση τις καὶ τὴν ψυχὴν ζημιωθῆ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἠμῶν. Τρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα. Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ’οὗ ἠμᾶς ἐλθῶν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ’ἡμέραν τὲ καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἠμᾶς καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἠμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τοῖχος μακρόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἐλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιορθώσαμεν πάλιν αὐτό. Ἠμεῖς πάσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἴπποις καὶ δυνάμει καὶ πλήθει, ἠμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ καὶ Σωτῆρος ἠμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταὶς ἠμετέραις χερσὶ καὶ ρωμαλαιότητι, ἢν ἐδωρήσατο ἠμὶν ἡ θεία δύναμις. Γνωρίζω δὲ ὅτι αὔτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ’ἠμῶν μετὰ βαναύσου καὶ ἐπηρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἴνα διὰ τὴν ὀλιγότητα ἠμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἴνα ἠμᾶς φοβήσωσι. Τᾶς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὤρα ὀλίγοι τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους, ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἠμῶν πτήσουσι, δι’ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ρωμαλέοι τὲ καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Ταὶς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τὴ συμπλοκὴ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἢ τὴν ρομφαίαν ἔχουσα μακρὰν ἔστω πάντοτε. Αἳ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροὶ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοὶς λοιποὶς ὄπλοις, καὶ ἐν τὴ συμπλοκὴ ἔσονται πάνυ ὠφέλιμα, ἃ οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ’ οὔτε κέκτηνται. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Διό, ὢ συστρατιῶται γίγνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμηθῆτε τοὺς ποτὲ τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πὼς τοσούτον πλῆθος ἵππων Ρωμαίων τὴ φωνὴ καὶ θέα ἐδίωξαν, καὶ ἐὰν ζῶον ἄλογον ἐδίωξε πόσον μᾶλλον ἠμεῖς ἡ τῶν ζώων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ’ἠμῶν ἐρχόμενοι ἴνα παράταξιν μεθ’ἠμῶν ποιήσωσιν ὡς ζῶα ἄλογα καὶ χείρονες εἰσιν. Οἱ πέλται ὑμῶν καὶ ρομφαῖοι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ’ἠμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἴνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζώων ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ρωμαίων. Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρᾶς καὶ ἐχθρός της ἁγίας ἠμῶν πίστεως χωρὶς εὔλογον αἰτίας τινὸς τὴν ἀγάπην ἢν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ’οὐδενὸς λογιζόμενος καὶ ἐλθῶν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενὸν τοῦ Ἀσωμάτου, ἴνα καθ’ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἠμᾶς. Τοὺς ἀγροὺς ἠμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε, τοὺς ἀδελφοὺς ἠμῶν τοὺς Χριστιανοὺς ὅσους εὖρεν, ἐθανάτωσε καὶ ἠχμαλώτευσε, τὴν φιλίαν ἠμῶν ἔλυσεν. Τοὺς δὲ τοῦ Γαλατά, ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μύθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος. Ὢ ἀνόητα ζῶα, καὶ τὰ ἑξῆς. Ἐλθῶν οὒν ἀδελφοί, ἠμᾶς ἀπέκλεισε, καὶ καθ’ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πὼς εὔρη καιρὸν ἐπιτήδειον ἴνα καταπῖη ἠμᾶς καὶ τὴν πόλιν ταύτην, ἢν ἀνήγειρεν ὁ τρισμακάριστος ἐκεῖνος καὶ τὴ πανάγνω δεσποίνη ἠμῶν θεοτόκω καὶ ἀειπαρθένω Μαρία ἀφιέρωσεν καὶ ἐχαρίσατο του κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τὴ ἡμετέρα πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων τὸ καύχημα πάσι τοὶς οὔσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὗτος ὁ ἀσεβέστατος τὴν ποτὲ περιφανῆ καὶ ὀμφακλιζουσαν ὡς ρόδον τοῦ ἀγροῦ βούλεται ποιῆσαι ὑπ’αὐτόν. Ἢ ἐδούλωσε σχεδόν, δύναμαι εἰπείν, πάσαν τὴν ὑφ’ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παμφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν Κολχοὺς καὶ Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἑλλάδα Βοιωτία, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν,Ἀχαϊαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικὸν Λύχνιτας κατὰ τὸ Ἀνδριατικόν, Ἰταλίαν, Τουσκίνους, Κέλτους καὶ Κελτογαλάτας, Ἰβηρίαν τὲ καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας, Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον αὐτός τὰ νῦν βούλεται δουλῶσαι καὶ τὴν κυριεύουσαν τῶν πόλεων, ζυγῶ ὑποβαλεὶν καὶ δουλεία καὶ τᾶς ἁγίας ἐκκλησίας ἠμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ Ἁγία Τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεὶν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων. Λοιπὸν ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμηθῆται ἴνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται»

Ἑάλω ἡ Πόλις. Χρονικὸν Georgios Phrantzes

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   

Προσθήκη νέου σχολίου

Κωδικός ασφαλείας
Ανανέωση

  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα