Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

 

 

 

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Στχ. Μακάριοι οἱ ἄμωμοι ἐν ὀδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.

Ἡ Ἁγνή ἐν τάφῳ κατετέθης βαβαί

ἡ Θεόν ἐν τῇ γαστρί σου χωρήσασα

καί κυήσασα ἀφράστως ἐπί γῆς.

Μαριάμ πῶς θνήσκεις πῶς τῷ τάφω οἰκεῖς

τῆς ζωῆς τόν χορηγόν ἡ γεννήσασα

τούς νεκρούς ἑξαναστήσαντα φθορᾶς

Μέτρα γῆς ὁ στήσας Θεός Λόγος

ἁγνή Χωρητός τή σή νή δυιί ἐγένετο

πῶς ἐν τάφῳ σμικροτάτῳ σύ χωρεῖς.

Τόν ὡραῖον κάλλει παρά πᾶν τούς βροτούς

ἡ γεννήσασα ἀνείδεος φαίνεται

ὑποκύπτουσα θεσμοῖς τοῖς φυσικοῖς

Στίχ. Μακάριοι οἱ ἐξερευνῶντες τά μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουν αὐτόν.

Διά σου ὁ Ἅδης ἐγυμνώθη Σεμνή

καί ἡμεῖς δόξαν Θεοῦ ἐνεδύθημεν

πῶς οὔν κύπτεις τοῖς τῆς φύσεως θεσμοῖς.

Διά σου τό κέντρον τοῦ θανάτου Σεμνή

συνετρίβη καί φθορᾶς ἀπηλάγημεν

πῶς οὔν θνήσκεις καί λογίζῃ ἐν νεκροῖς

Χώραν ἀχωρήτου τοῦ θεοῦ Μαριάμ

χρηματίσασαν καί ἅγιον τέμενος

νῦν καλύπτει σέ ἀγρός Γεθσημανής

Ὑπό γῆν κατῆλθες ἐπί γῆς τόν Χριστόν

ἡ κυήσασα ὡς βρέφος θεονύμφει

νά σώσῃ ἐκ θανάτου τούς βροτούς

Στίχ. Οὐ γάρ οἱ ἐργαζόμενοι τήν ἀνομίαν ἐν ταῖς ὀδοῖς αὐτοῦ ἐπορεύθησαν.

Ἀπορεῖ καί φύσις καί πληθύς νοερά

τόν ἐν σοῖ Παρθενομῆτορ μυστήριον

τῆς ἐνδόξου καί ἀρρήτου σου ταφῆς

Ὤ θαῦμα τῶν ξένων ὤ πραγμάτων καινῶν

ἡ πνοῆς μου τόν δοτήρα κυήσασα

ἄπνους κεῖται καί κηδεύεται νεκρά

Ἀποστόλων δῆμος θεαρχίῳ βουλή

πρός σέ ἤκει μεταρσίως αἰρομένος

 τοῦ κηδεῦσαι σου τό σῶμα τό σεπτόν

Νοερῶν συντρέχει στρατιῶν ἡ πληθύς

Ἀποστόλοις σύν ἁγίοις κηδεῦσαι σε

 τήν Πανάχραντον Μητέρα τοῦ Θεοῦ

Στχ. Ἐξομολογήσομαι σοί ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι μέ τά κρίματα τῆς δικαιοσύνης    

Ἐξουσίαι Θρόνοι Χερουβείμ Σεραφείμ

Κυριότητες ἀρχαί  σύν Δυνάμεσι

Τήν σήν κοίμησιν ὑμνοῦσιν εὐλαβῶς

Θνήσκεις νεκρωθεῖσα ἀνθρώπινῳ Θεσμῷ

ἡ τῆς φύσεως τούς ὅρους νικήσασα

τῷ σῷ τόκῳ Μητροπαρθένε Ἁγνή

Νοεραί σέ τάξεις ἠπλωμένην

νεκράν ὅτε εἶδον ἐκπλαγεῖσαι Πανάχραντε

καλύπτοντο ταῖς πτέρυξιν αὐτῶν

Ὕμνοις οὐρανίοις ἐμελώδουν Σεμνή

τήν τριήμερον ταφήν σου οἱ ἄγγελοι

καί τήν δόξαν ἐμεγάλυνον τήν σήν

Στχ. Τά δικαιώματά σου φυλάξω, μή μέ ἐγκαταλίπης ἕως σφόδρα.

Οὐρανός ὡς ἄλλος ἀνεδείχθη Ἁγνή

δεξαμενή τόν σόν σκῆνος τό ἄχραντον

ἡ ἁγία καί σεπτή Γεθσημανή

Ὅπου γάρ τό σκῆνος τῆς Μητρός τοῦ Θεοῦ

Κατοικεῖ ἐκεῖ χορείαι αὐλίζονται

οὐρανίων οὐσιῶν πανευλαβῶς

Τήν γάρ σήν γαστέρα ὁ Υἱός τοῦ Θεοῦ

πλατυτέραν οὐρανῶν ἀπειργάσατο

καί τήν μήτραν θρόνον θεῖον ἀληθῶς

Τούς τοῦ Λόγου μύστας θάμβος εἶχεν Ἁγνή

σέ νεκράν οὖσαν καί ἄφωνον βλέποντας

χρηματίσασαν Μητέρα τῆς Ζωῆς

Στχ. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε μή ἀπώσῃ μέ ἀπό τῶν ἐντολῶν σου

Τάφος μέν καλύπτει τό σόν σκῆνος Ἁγνή

τήν δέ θείαν σου ψυχήν χειριζόμενος

ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς

Βασιλίς καί πόλου καί τῆς γῆς ἀληθῶς

εἰ καί τάφῳ σμικροτάτῳ συγκεκλεῖσαι

ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ

Νύμφη τοῦ Ὑψίστου καί Μητέρα σαφῶς

Ἰησοῦ τοῦ Θεοῦ οὐ Λόγου γινώσκομεν

κἀν ἐν τάφῳ σέ ὀρῶμεν ὡς φθαρτήν

Ἄνθος ἀφθαρσίας καί Μητέρα Θεοῦ

οἴδαμέν σε καί κηρύττομεν Ἄχραντε

κἀν ἐν τάφῳ σέ ὀρῶμεν ὡς θνητήν

Στχ. Εὐλογητός εἷ Κύριε δίδαξον μέ τά δικαιώματά σου. 

Κλεῖς τῆς βασιλείας τοῦ Θεοῦ ἀληθῶς

ἐγνωρίσθης τοῖς πιστοῖς Ἀειπάρθενε

κἀν ὁ τάφος σέ καλύπτῃ ὡς νεκράν

Πύλη σωτηρίας ἐγεννήθης ἡμῖν

Ἀρχηγός τέ νοητή ἧς ἀναπλάσεως

Κἀν ὑπείκης τῇ τῆς φύσεως φθορᾷ

Στάμνον τήν τό μάννα δεξαμενή το

πρίν τό οὐράνιον ὁ τάφος σέ δέχεται

νῦν Παρθένε τήν αἰτίαν τῆς ζωῆς

Ράβδος ἥ τό ἄνθος τό εὐῶδες Χριστόν

ἑξανθήσασα τόν τάφον νῦν τέθαπται

ἵνα φύσῃ σωτηρίας τόν καρπόν

Στχ. Ἐν τῇ ὀδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπί παντί πλούτῳ.

Παρά τήν κοιλάδα τοῦ κλαύθμωνος τό σόν

κατετέθη σκῆνος Ἄχραντε σύμβολον

Παρακλήσεως κλαιόντων τῆς ἔκ σοῦ

Ἔνθα γάρ ἡ κρίσις ζώντων τέ καί νεκρῶν

τόσον σκῆνος κατετέθη Πανάμωμε

ὡς δυσώπησις μεγίστη Τοῦ Κυρίου

Σύ γάρ μόνη πέλεις ἐν θνητοῖς ἀληθῶς

Ἀναστάσεως τόν τύπον ἐκλάμπουσα

σύ καί μόνη τῶν πταιόντων ἱλασμός

Θρόνος τοῦ Ὑψίστου γενομένη Ἁγνή

ἀπό γῆς πρός οὐρανόν μεταβέβηκας

μεταστάσα εἰς αἰώνιον ζωήν

Στχ. Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.    

Ἤνικα ἐπέστη Ἀποστόλων πληθύς

τῇ κηδεύσει σου βοῶντες ἐκόπτοντο

τήν σήν στέρησιν θρηνοῦντες γοερῶς

Τόν ἐχθρόν σῶ τόκῳ θανατώσασα

πρίν ἀθανάτους εἰς σκηνάς μεταβέβηκας

νεκρωθεῖσα νόμῳ φύσεως βροτῶν

Ἔχαιρον χορείαι οὐρανίων νοῶν

ἀπό γῆς σέ φερομένην δεχομέναι

εἰς οὐράνια σκηνώματα Ἁγνή

Ὡς ἔτεκες πάλαι ὑπέρ λόγον καί νοῦν

οὕτω καί μετέστης νῦν Ἄχραντε

παραδόξως ἀπό γῆς εἰς οὐρανούς

 Στχ. Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καί φυλάξω τούς λόγους σου.

Τέρπονται Παρθένε οὐρανός τέ καί

γῆ διά γάρ Σου τῆς ἑνώσεως ἔτυχον

ὑψωθείσης εἰς τά ἄνω θαυμαστῶς

Περιβεβλημένη νῦν παρέστης Θεῷ

καί πεποικιλμένη ἐν χαρίσιν

ὡς βασίλισσα καί Μήτηρ τοῦ Θεοῦ

Ἄγγελος Κυρίου πρό τριῶν ἡμερῶν

παραγίνεται πρός Σέ τήν Πανάμωμον

τήν μετάστασιν γνωρίζων Σοί τήν Σήν

Προσκομίζει κλάδον φοίνικος Σοί Σεμνή

Σύμβολον τῆς Σῆς ἀνυψώσεως

ὁ Ἀρχάγγελος πεμφθείς ἐξ οὐρανοῦ

Στχ. Πάροικος ἐγώ εἰμί ἐν τῇ γῇ μή ἀποκρύψης ἄπ΄ἐμοῦ τάς ἐντολάς σου.

Ὤ χαρᾶς ἀπείρου ἧς ἐπλήσθης Ἁγνή

τοῦ Ἀγγέλου Γαβριήλ Σοί μηνύσαντος

τήν μετάστασιν τήν Σήν πρός οὐρανόν

Κλίνουσι τούς κλάδους τά τοῦ ὄρους φυτά

καί προσνέμουσι τό σέβας Πανάχραντε

ὡς Δεσποίνη Σοί πληροῦντα τήν τιμήν

Ἅσωμάτων στίφη οὐρανόθεν Σεμνή

τή Σιών πανευλαβῶς παραγίνεται

σύν Δεσπότῃ τῷ οἰκείῳ ἐπί σε

Τῇ σεπτῇ ἐμψύχῳ τοῦ Θεοῦ

κιβωτῷ τολμήσαντος προσψαῦσαι ἀπέκοψεν

ὁ Ἀρχάγγελος τάς χείρας τρομερῶς

 Στχ. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τά κρίματά σου ἐν παντί καιρῷ

Δάκρυσι καί θρήνοις γοεροῖς ἐπί

σοί πᾶσαι αἱ σαί φίλαι ἐκόπτοντο

τήν μετάστασιν μη φέρουσαι τήν σήν

Ὡς ἐκεῖναι τότε καί ἡμεῖς νῦν θερμῶς

ἰκετεύομεν τούς δούλους Σου Δέσποινα

μεταστᾶσα μή ἐάσης ὀρφανούς

Νεῦσον οὐρανόθεν καί ἡμῖν τοῖς ἐν γῇ

καί καταπέμψοντο ἄπειρον ἔλεος

τοῖς τιμῶσι σου τήν κοίμησιν Ἁγνή

Ὤ χαρίτων βρύσις ὤ θαυμάτων πηγή

ὡς ἀμέτρητον το ἔλεος ἔχουσα

μή ἐλλείπης κατοικτηροῦσα ἡμᾶς

Προφητῶν ἁπάντων νῦν πληροῦνται ἐν σοί

αἱ προρρήσεις Παναμώμητε Δέσποινα 

μεταστάσῃ εἰς τήν ἄληκτον ζωήν.

Νῦν παρέστης ὄντως καθώς ψάλλει Δαβίδ

ὁ  προπάτωρ Σου Πανύμνητε Δέσποινα

ὡς βασίλισσα τῷ θρόνῳ τοῦ Θεοῦ

Στχ. Περίελε ἄπ΄ἐμοῦ ὄνειδος καί ἐξουδένωσιν, ὅτι τά μαρτύριά σου ἐξεζήτησα.

Ἔδει γάρ σέ ὄντως ἀνελθεῖν εἰς μόνας

οὐρανίους καί σκηνώματα σύσσωμον ὡς παστάδα

Θεοῦ Λόγου καί σκηνήν

Ὄθω μας ἐκλείπει τῆς κηδείας τῆς σῆς

κατά θείαν εὐδοκίαν Πανάχραντε

ὅπως γνῶμεν τήν μετάστασιν τήν Σήν

Προσκυνῆσαι θέλων καί αὐτός εὐλαβῶς

τό πανάχραντον καί ἅγιον σκῆνος σου

εὐρετοῦ γέ τόν τάφον σου κενόν

Πιστοί πάντες δεῦτε καί ἡμεῖς εὐλαβῶς

τῇ κηδεύσει τῆς Δεσποίνης συνδράμωμεν

ἀπαιρούσης ἀπό γῆς πρός οὐρανόν

Ἐξοδίοις ὕμνοις καί ἡμεῖς εἰς τήν ταφήν

τῆς Πανάγνου εὐλαβῶς ἀνυμνήσωμεν σύν ἀνδράσι

θεολήπτοις ψαλμικῶς

Τράπεζα ἡ θεία ἡ βαστάσασα

πρίν εὐθηνίας ἱλασμόν νῦν μεθίσταται

εἰς σκήνωμα τά θεῖα τῆς τρυφῆς

Στχ. Καί γάρ τά μαρτύριά σου μελέτη μου ἔστι, καί αἱ συμβουλίαι μου τά δικαιώματά σου. 

Ἡ χρυσή λυχνία ἡ το ἄχραντον

φῶς δεξαμενή νῦν εἰς ὕφος ἀνάγεται

εἰς σκηνήν ἐνδοτέραν τοῦ Θεοῦ

Κλίμαξ ἡ ἁγία ἥν προειδέσα

φῶς Ἰακώβ δι’ ἧς κατέβη Ὕψιστος

ἀνυψοῦται ἀπό γῆς πρός οὐρανόν

Γέφυρα ὑψοῦται ἡ μετάγουσα

πρίν ἐκ θανάτου πρός ζωήν τήν ἀκήρατον

τούς θανόντας παραβάσει τοῦ Ἀδάμ

Νῦν οὔν συγχορεύει οὐρανοῖς τά ἐν

γῆ καί ἀνθρώποις συναυλίζονται Ἄγγελοι

Σοῦ Παρθένε μεταστάσῃς πρός Θεόν

Ἤλαμπας ἡ θεία τοῦ ἀρήτου φωτός

φρυκτῷ ροῦσα οὐρανόθεν τούς δούλους σου

μή ἐλλείπεις Ἀγαθή τοῖς ἐπί γῆς.

Ὡς νεφέλη κουφή ὑψουμένη Ἁγνή

μεταρσίως πρός Θεόν τῶν χαρίτων σου

ἀεί ραινετάς ψεκάδας ἐφ’ ἡμᾶς

Στχ. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσον μέ κατά τόν λόγον σου.

Ἐν εὐδίῳ ὅρμῳ τῆς ἀρρήτου χαρᾶς

νῦν ὁρμοῦσα ἐπί κούρει Θεόνυμφε

καί ἡμῖν χειμαζομένοις ἐπί γῆς

Ἐν σκηναῖς Ὑψίστου κατοικοῦσα Ἁγνή

τήν σκηνήν ἐν ᾖ Θεός μεγαλύνεται

ἐν γῇ σκέπε λυτρουμένη πειρασμῶν

Βασιλέων σκῆπτρα ὀρθοδόξων Ἁγνή

καί λαοῦ σου εὐσεβοῦς κέρας κράτυνον

ὡς δεσπόζουσα ἁπάντων τῶν κτιστῶν

Ὥσπερ ἐπί πόλον οὐρανοῦ Ἀγαθή

τόν ἀσάλευτον ὀρῶσιν οἱ πλέοντες

οὕτω πάντες ἀτενίζομεν πρός σε

Ἱερέων πέλεις καύχημα εὐλαβῶν

ἐκκλησίας τό κραδάντον στήριγμα

καί ὁσίων ἀσκητῶν ἡ ἀρωγός

Καί  Θεοῦ Μητέρα καί Παρθένον Ἁγνήν

οἱ ὀρθόδοξοι ἀεί σέ κηρύττομεν

καί δοξάζομεν τό κράτος σου Σεμνή

Στχ. Ἐνύσταξεν ἡ ψυχή μου ἀπό ἀκηδίας, βεβαίωσον ἐν τοῖς λόγοις σου.

Ποταμούς χαρίτων ἀναβρύει

ἡμῖν ὁ σός τάφος καί πηγάζει ἰάματα

κἀν τοῦ σκήνους σου ὀρᾶται νῦν κενός

Ἐπί σέ θαρροῦμεν οἱ πίστοι οἱ ἀσφαλῶς

ὡς πρεσβείαν πρός τόν Κύριον ἔχοντες

ἀπροσμάχητον καί σκέπην κραταιάν

Κοινῷ νοῦς γενέσθαι καί ἡμᾶς Ἀγαθή

βασιλείας τοῦ Υἱοῦ ἀξίωσον

μεσιτεύουσα ἀλήκτως πρός αὐτόν

Εἰ γάρ παραβάται τῶν αὐτοῦ ἐντολῶν

καθ’ ἑκάστην ἀνοήτως γινόμεθα

ἀλλοῦ δέ ποτέ ἀρνούμεθα Αὐτόν

Ἀγαθή γάρ ὄντως Μήτηρ οὖσα Υἱοῦ

ἀγαθοῦ καί φιλάνθρωπου ἀγάθυνον

ὡς φιλάγαθος Παρθένε καί ἡμᾶς

Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.

Ἀνυμνοῦμεν Λόγε σέ τῶν πάντων τόν Θεόν

Σύν Πατρί καί τῷ Ἁγίῳ Σου Πνεύματι

Καί δοξάζομεν οἱ πάντες εὐσεβῶς

Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρίζομεν σέ Θεοτόκε Ἁγνή

καί τιμῶμεν τήν ἁγίαν σου κοίμησιν

καί τήν ὕψωσιν ἐκ γῆς πρός οὐρανόν

Καί πάλιν: Ἡ ἁγνή ἐν τάφῳ…

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Στχ. Κλῖνον τήν καρδίαν μου εἰς τά μαρτύριά σου καί μή εἰς πλεονεξίαν

Ἄξιόν ἐστί μεγαλύνειν Σε

τήν Θεοδόχον τήν τῶν ἀρετῶν ταμεῖον

ὑπάρξασαν καί χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ

Οἴκος τοῦ Θεοῦ χρηματίσασα

ἡ Θεοτόκος τοῦ παντός τόν συνοχέα χωρήσασα

νῦν μεθίσταται οἴκειν τούς οὐρανούς

Ἤρθης ἀφ’ ἡμῶν ἡ πανσέβαστος

Παρθενομήτωρ ἀλλά Σου ἡ εὐλογία

μεμένηκε καί ἡ χάρις ἐφ’ ἡμᾶς τούς εὐσεβεῖς

Κλίμαξ ἀληθῶς ὁ σός τάφος

Γεγόνε σοί κόρη δι’ ἧς ἀπό γῆς μεταβέβηκας

εἰς τήν ἄληκτον ζωήν καί χαρμονήν

Στχ. Στῆσον τῷ δούλῳ σου τό λόγιόν σου εἰς τόν φόβον

Θαῦμα ἀληθῶς πῶς ἡ ἄναδρος

θηλάζεις βρέφος πῶς καί νεκροφόρος καθίστασαι

ἡ Μητρόθεος ἐκτός διαφθορᾶς

Ἤρω Μαριάμ κατά φύσεως

βροτείας νίκην τόν Χριστόν ἄσπορως κυήσασα

ἀλλά θνήσκεις νόμῳ φύσεως βροτῶν

Κλίμαξ πρός Θεόν ὁ Σός Τάφος Παναγία

πέλει ἄγουσα τούς πίστει ὑμνοῦντας

Σέ καί τιμῶντας Σου τήν κοίμησιν σεπτῶς

Οὕτως ὁ αἰθήρ ἠγιάσθη Σῇ

ἀνόδῳ Κόρη ὥσπερ φωτίσθη τό πρότερον

ἡ γῆ πᾶσα ἐν τῷ τόκῳ σου Ἁγνή

Στχ. Ἰδού ἐπεθύμησα τάς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσον μέ.

Ὕμνους καί ὠδας ἐξοδίους ὥσπερ

Μύρα Κόρη ἐπικήδεια σοί προσφέροντες

ἑξαιτούμεθα πταισμάτων ἱλασμόν

Οἴκος ὁ παρών ἡ σεπτή ἐν ᾧ

σορός σου κεῖται καί ψυχῆς καί σώματος

Ἄχραντε ἰατρεῖον ἀσφαλές ἡμῖν ἐστί

Ἔνθα οἱ χόροι οἱ Ἀποστόλων τέ

καί τῶν Ἀγγέλων ἵσταντο κυκλοῦντες ἐν

ἀσμάσι παριστάμεθα Παρθένε καί ἡμεῖς

Ἄγομεν  εἰς νοῦν τήν παράταξιν

ἐκείνην τότε ἥν τῶν Ἀποστόλων ὁ

θίασος καί Ἀγγέλων ἐπετελεῖ σοί λαμπρῶς

Στχ. Φυλάξω τόν νόμον σου διά παντός, εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. 

Φόβῳ καί χαρᾷά καί ἡμεῖς ὥσπερ

ἐκεῖνοι τότε πάρεσμεν τῷ Τάφῳ σου

Ἄχραντε ἐκπληττόμενοι τήν κοίμησίν τήν Σήν

Γόνιμος ὡς γῆ ἀεί δείκνυται

Παρθενομῆτορ πᾶσι τοῖς θερίζειν

ἐθελοῦσι σωτηρίαν ἡ σεπτή Γεθσημανή

Κάτω μέν ὁ Σός τοῦ Υἱοῦ Σου δέ

ὁ Τάφος ἄνω τῶν πιστῶν Ἁγνή τόν νοῦν

αἰροῦσι καί ἀνάγουσιν ἐκ γῆς εἰς οὐρανόν

Ὄρος Ἐλαιῶν ὥσπερ βάθρον ἔχει

σοῦ τόν Τάφον ὡς στεφάνην δ’ ἄνωθεν

ἔστεπται ἴχνος Πάναγνε ποδός τοῦ Σοῦ Υἱοῦ

Στχ. Ἥρα τάς χεῖρας μου πρός τάς ἐντολάς σου ἅς ἠγάπησα, καί ἠδιολέσχουν ἐν τοῖς δικαιώμασί σου.

Δῆλον οὔν ἡμῖν ὤ Παρθένε μή

ἰσχύειν δίχα Σου τῆς μεσίτριας ὀρθοβάτειν

τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ

Τόμος σύ καινός ἐν ᾧ γέγραπται

ὁ θεῖος λόγος βίβλῳ τῆς ζωῆς τούς ὑμνοῦντας

Σέ ἐγγραφῆναι καθικέτευε Ἁγνή

Ρήτορες δεινοί οὐδέ Ἄγγελοι

Παρθενομῆτορ σθενοῦσιν ἀξίως

ὑμνῆσαι Σέ ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ

Γῆς ὁ κατ’ ἀρχάς μόνῳ νεύματι

πήξας τόν γύρον ἐν γαστρί σου βρέφος

ἐχώρησε καί ἐποίησε ἄλλον οὐρανόν

Στχ. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ἐνεπήλπισας μέ.

Ὅλον τόν Ἀδάμ προσλαμβάνει ἐκ

γαστρός Σου θέλων ἐκτέμειν ρίζοθεν

παρακοήν ὁ Υἱός Σου τήν φυεῖσαν ἐν ἡμῖν

Νόμου ἡ σκιά ἐπεπαύθη

ὤ Παρθενομῆτορ νόμου τόν δοτῆρα τεκούσης σου

τόν φωτίζοντα ἡμᾶς τούς εὐσεβεῖς

Νόμοι ἐπί Σέ οἱ της φύσεως

Ἁγνή Παρθένε σφόδρα παραδόξως καινίζονται

ὡς κυήσασα θεόν Ἐμμανουήλ

Ἄμπελος ἡμῖίν Ζωηφόρος

ἀνεδείχθη μόνη φύσασα τόν βότρυν τόν

πέπειρον τόν εὐφραίνοντα ἡμᾶς τούς εὐσεβεῖς

Στχ. Αὐτή μέ παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τό λόγον σου ἔζησε μέ.

Βατόν ἐν Σινᾷ ἀκατάφλεκτον

Εἶδε σέ πάλαι Μωυσῆς γαστρί σου τό

θεῖον πῦρ ὡς χωρήσασα ἀφλέκτως Μαριάμ

Ὄρος Δανιήλ ἀλατόμητον

Εἶδε σέ Κόρη ἐξ οὗ ἀχειροτμήτως ὁ

ἄτμητος Χριστός τέτμηται ἡ πέτρα τῆς ζωῆς

Πύλη νοητή τῆς ἐν γῇ φανερωθείσης

Κόρη ἐκ τοῦ ὕψους θείας ἀνατολῆς

ἀνεδείχθης Θεονύμφευτε πιστοῖς

Φῶς τό ἐκ φωτός τοῖς ἐν σκότει καί

σκιᾷ Παρθένε τέτοκας τά πέρατα

φαίνουσα πλανωμένοις γενομένη ὁδηγός

Στχ. Ἀθυμία κατέσχε μέ ἀπό ἁμαρτωλῷ τῶν ἐγκαταλιμπανόντων τόν νόμον σου.

Ἔστησας ὁρμήν τοῦ θανάτου καί

φθορᾶς Παρθένε τόν Θεόν ἀσπόρως κυήσασα

τόν ἀθανάτον δοτῆρα τῆς ζωῆς

Σῶμα καί ψυχή ὑπερένδοξε

Ἁγνή Παρθένε ἄσπιλα Θεῷ

διετήρησας διό κάλλους σου ἠράσθη ὁ Χριστός

Στύλος φωταυγής καί νεφέλη

Δρυσοφόρος Κόρη γέγονας δροσίζουσα τόν

φλογμόν καί φωτίζουσα τόν ζοφόντων παθῶν

Ἄρου ρᾶαν Ἁγνή εὐθήνουσαν οἴδαμεν σέ πάντες

εὐφορίαν οἰκτιρμῶν ἐκβλαστάνουσαν

καί χαρίτων τοῖς προστρέχουσιν εἴς Σέ   

Στχ. Αὐτή ἐγενήθη μοί, ὅτι τά δικαιώματά σου ἐξεζήτησα.

Στάχυν ἀληθῶς Σύ ἐβλάστησας

τόν Θεῖον Λόγον οὖσα ὄντως χώρα

ἀνήροτος τόν τροφέα τῶν ψυχῶν ἡμῶν Ἁγνή

Ὄρθρος φαεινός ἐχρημάτισας

Παρθένε πᾶσι φέρουσα ὡς ἥλιον

τόν Χριστόν ἀγνοίας σκότος λύσαντα ἡμῖν

Χαῖρε Μαριάμ δι’ἧς ἔλαμψε

Χαρά τῷ κόσμῳ καί ἄρα ἡ καθ’ ἡἠμῶν

ἐξωστράκισται τόν Σωτῆρα κυησάσης ἐπί γῆς

Θαῦμα ἀληθῶς πολυθρύλητον

ἀγγέλων πέλεις καί τραυματισμός

πολυθρήνητος τῶν δαιμόνων ὤ Μητρόθεε Ἁγνή

Στχ. Μερίς μου εἶ, Κύριε, εἶπα φυλάξασθαι τόν νόμον σου.

Δένδρον ἀληθῶς ἀγλαόκαρπον

Κόρη ἐγένου ἐξ οὗ πάντες τρέφονται οἱ

πιστοί τόν οὐράνιον δρεπόμενοι καρπόν

Ὕψος λογισμοῖς δυσανάβατον

τοῖς ἀνθρωπίνοις βάθος Κόρη δέδυσθε

ὠρητόν τούς Ἀγγέλων χρηματίζεις ὀφθαλμοῖς

Μόνη ἐκλεκτή ἐχρημάτισας

Θεῷ Παρθένε τοιγαροῦν Σοί μόνη

Ἐποίησε μεγαλεία ὥσπερ ἔφης ὁ Θεός

Ὅλη εἶ καλή καί οὐκ ἔστι Σοί

Παρθένε μῶμος κράζει ὁ Νυμφίος

Ὀπίσω σου εὐπρεπείας τοῦ Σοῦ κάλλους ἐράσθεις

Στχ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ σου, ἐλέησον κατά τό λόγιόν σου.

Δύναμιν πολλαί θυγατέρες τῷ

Θεῷ Παρθένε ἐποιήσαντο Σοί πάσας

δέ ἀληθῶς ὑπερήσας καί ὑπερκεῖσαι πασῶν

Ἄδομεν σοί οὔν μελωδήματα

καρπόν χειλέων καί ὑμνολογοῦμεν τήν

δόξαν σου μεγαλύνοντες τόν τόκον σου Ἁγνή

Ρεῖθρα τῆς ζωῆς τήν προέχουσαν

Θεοῦ σοφίαν ἐν γαστρί σου σχοῦσα Πανάμωμε

ζωτικούς καί ἡμῖν πήγασον κρούνους

Μέτοχοι ζωῆς τῆς ἀφθάρτου τέ

καί δι’ οὗ τῷ σῷ τόκῳ πάντες

γεγόναμεν διό ἄδομεν το χαῖρε σοί Σεμνή

Στχ. Ἠτοιμάσθην καί οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τάς ἐντολάς σου.

Ὥσπερ οὔν ἡμεῖς τῆς καρδίας

κλίνομεν Σοί γόνυ οὕτω καί αὐτή πρός

ἡμᾶς τούς κλῖνον Δέσποινα τούς Σούς θεραπευτάς

Ὥσπερ οἱ νεκροί διά Σοῦ

Ζωοποιοῦνται Κόρη οὕτω καί ἡμᾶς

Ζωοποίησον νεκρωθέντας πλημελλήμασι πολλοῖς

Γνώμην καί βουλήν προσδοκίαν τέ

Καί σῶμα Κόρη ἅμα τῇ ψυχῇ καί τῷ

Πνεύματι ἀνατίθεμεν πρός σέ ὁλοσχερῶς

Ὡς γάρ προσφυγή ἐπί Σοι

θαρροῦντες μόνη Κόρη μή χρηστῆς ἐλπίδος

ἐκπέσοιμεν ἀλλά τύχοιμεν τῆς Σῆς ἐπαρωγῆς

Στχ. Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαι σοί ἐπί τά κρίματα τῆς δικαιοσύνης σου.

Ράβδον ἀγαθήν τῆς δυνάμεως

ἁγία Κόρη ἄπασιν ἡμῖν ἑξαπόστειλον

τοῖς προσφεύγουσι τῇ σκέπῃ σου θερμῶς

Ἄλλη ἦν γάρ ἡμεῖς οὐ γιγνώσκομεν

Ἁγνή προστάτιν πλήν Σου τῆς τεκούσης τόν

Πλαστουργόν πρός ὅν πρέσβυν Σέ προβάλλομεν θερμόν

Πλούτισον ἡμᾶς ταῖς δέ αἷς των

καλῶν Παρθένε τούς ἀφρόνως ἤδη

πτωχεύσαντας παραβάσεσι τῶν θείων ἐντολῶν

Εἴσα γέ ἡμᾶς εἰς ὁδούς τῆς

μετανοίας Κόρη ὀφθαλμούς νοός καταυγαζοῦσα

Σαῖς πρεσβείαις Μαριάμ φωτιστικαῖς

Στχ. Μέτοχος ἐγώ εἰμί πάντων τῶν φοβουμένων σε καί τῶν φυλασσόντων τάς ἐντολάς σου.

Ἀνάσα παντός τοῖς σοῖς δούλοις

ἰλεῶσαι πᾶσι ταῖς σαῖς μεσιτείαις τόν

Κύριον ὅταν μέλη κρίναι πάντας τούς βροτούς

Ἰθῦνον ἡμᾶς πρός λιμένας

Σωτηρίους Κόρη τούς χειμαζομένους ἐν

Κλύδωνι ψυχοφθόρων παραπτώσεων δεινῷ

Ὄμβρῳ οἰκτιρμῶν τῶν Σῶν ἄνανδρε

Θεόν κυῆτορ τῆς ψυχῆς ἡμῶν τήν

Αὔλακα πότισον χέρσῳ θείαν ταῖς ἀκάνθαις τῶν παθῶν

Ἀνοιξον ἡμῖν τοῦ ἐλέους σου

τήν θύραν Κόρη νῦν προσκαλουμένοις Σόν

ὄνομα ὡς ἀνθρώπων ταχύ νή καταφυγή

Στχ. Χρηστότητα ἐποίησας μετά τοῦ δούλου σου, Κύριε, κατά τόν λόγον σου.

Δέξαι τόν καί αἶρον τῆς νηστείας τῇ

ταφῇ σου Κόρη ἀντί σμύρνης ἥν προσηγαγόμεν

καί δός νέκρωσιν ἡμῖν τήν τῶν παθῶν

Δέξαι καί ὠδάς ἅς προσάγομεν

σοί Παναγία ὡς εὐώδη μύρα τῷ

τάφῳ σου παριστάμενοι νυνί δουλοπρεπῶς

Οἴδαμεν Ἁγνή ὡς οὐδέν Σοί

ἄξιον τελοῦμεν ὧν ἡμῖν παρέχεις Σύ

Δωρεῶν ἴσας ψάμμῳ κἀν προσάγωμεν ὠδάς

Ἅπας γάρ Ἁγνή ὕμνος καί ὠδή τῶν ταί

τῶν ἀπειραρίθμων χαρίτων

Σου καί τῶν δώρων ὧν καρπούμεθα ἡμεῖς

Δόξαν τῷ Πατρί σύν Υἱῷ τέ καί

τῷ Παναγίῳ Πνεύματι προσάγομεν

εὐσεβῶς τῇ Τριάδι τῇ Ἁγίᾳ καί Σεπτῇ

Καί νῦν, καί ἀεί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἄσμασι πιστοί ὀρθοδόξοις τέ

καί εὐπροσδέκτοις πάντες ἀνυμνήσωμεν

σήμερον τήν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς

Καί πάλιν: Ἄξιόν ἐστί…

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Στχ. Εἰς τόν αἰῶνα οὐ μή ἐπιλάθωμαι το δικαίωμά σου, ὅτι ἐν αὐτοῖς ἔζησας μέ.

Αἱ γενέαι πᾶσαι ὕμνον τήν ταφήν σου

προσφέρουσι Χριστέ μου

Αἱ γενέαι πᾶσαι ὕμνον τήν ταφήν

σου προσάγουσι Παρθένε

Νέκρωσιν ὑπέστης κηύσασα Παρθένε

τόν νεκρωτήν τοῦ Ἅδου

Στχ. Σός εἰμί ἐγώ, σώσον με, ὅτι τά δικαιώματά σου ἐξεζήτησα.

Θανοῦσα θανάτους μετέβης σκηνώσεις

ἐχθρόν θανατοῦσα

Σκιρτῶσιν αἱ καρδίαι τῶν εὐσεβούντων πάντων

ἐπί τῇ σῇ κηδεύσει

Ἡ γῆ πανηγυρίζει ὁ οὐρανός χορεύει

Σου ἄνω αἰρομένης

Στχ. Ὡς ἠγάπησα τόν νόμον σου, Κύριε, ὅλην τήν ἡμέραν μελέτη μου ἔστιν.

Ἐπεῖ γῆ ὤ Παρθένε ἀπαίρειν εἴς τά

ἄνω ὑπέρ τῶν κάτω οὖσα

Ἵνα τό κάλλος βλέπῃς τοῦ Σοῦ Υἱοῦ Παρθένε

πρός οὐρανούς μετέστης

Ἔζωσας Παρθένε τά πέρατά του

κόσμου τῇ Σῇ σεπτῇ κοιμήσει

Στίχ. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τούς πόδας μου, ὅπως ἄν φυλάξῳ τούς λόγους σου.

Ὁ τάφος σου κηρύττει Παρθένε τήν ταφήν σου καί τήν μετάστασίν σου

Σέ καθορᾶν δοκοῦμεν ἁγία Θεοτόκο καί σῆμα τό σόν ὀρῶντες

Ἐν οὐρανῶ ἐστάναι νομίζομεν Παρθένε ἐστῶτες τῷ ναῷ σου.

Στχ. Ἀπό τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σύ ἐνομοθέτησας μέ. 

Ἱκέτευε τόν κτίστην σύν τοῖς ἁγίοις πᾶσι

καί τοῖς γεννήτορσί Σου

Ὅπως καταξιώσῃ χαρᾶς ἀνεκλαλήτου

τούς ὀρθοδόξους πάντας

Πάντες οἱ λαοί σέ Δέσποιναν Παρθένε

καλοῦσι προσκυνοῦντες

Στχ. Ὡς γλυκέα τῷ λάρυγγί μου τά λόγια σου, ὑπέρ μέλι τῷ στόματί μου.

Καί ὄντως ὤ Παρθένε αἱ γενέαι πᾶσαι

μακαρίζουσί Σε

Τῶν χριστοκτόνων μόνο το γένος Θεοτόκε

Τά νῶτα Σοί ἐκστρέφει

Φυλαί λοιπαί καί γλῶσσαι τόν τάφον Σου

κυκλοῦσι ἀνυμνολογοῦσαι

Στχ. Ἀπό τῶν ἐντολῶν σου συνήκα, διά τοῦτο ἐμίσησα πᾶσαν ὁδόν ἀδικίας

Πάντες ἑξαιτοῦνται τήν σκέπην Σου Παρθένε

καί τήν ἀντίληψίν Σου

Οὐ γάρ κατησχύμενος ἀπέρχεταί Σου Κόρη

πᾶς ὅστις προστρέχει

Ἀγαθοῖς καί φαύλοις παρέχεις τάς αἰτήσεις

μιμήσει τοῦ Υἱοῦ σου

Στχ. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καί φῶς ταῖς τρίβοις μου.

Πάντες γάρ ἐθέλεις σωθῆναι μετάσχοντας

τῆς Σῆς μεγαλωσύνης

Οἴδαμεν σέ Κόρη φιλάνθρωπον οἱ

πάντες οἱ ἅ Θεοῦ Μητέρα

Τίς ἐξείπειν ἰσχύσει Παρθενομῆτορ μόνη

τάς θείας ἀρετά Σου

Στχ. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διά παντός, καί τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Τίς δέ ἐπαριθμήσει τάς Σάς εὐεργεσίας

ἅς πᾶσιν ἐπινέμεις

Ζῶσι καί τεθνεῶσι τοῖς ἐπί Σέ θαρροῦσιν

ἀντίληψιν Σύ διδώς

Ὅσα γάρ θέλεις πράττεις τά πάντα δυναμένη

Μήτηρ τοῦ Ὑψίστου

Στχ. Ἔκλινα τήν καρδίαν μου τοῦ ποιῆσαι τά δικαιώματά σου εἰς τόν αἰῶνα δι’ ἀντάμειψιν.  

Ζῶσι καί τεθνεῶσι πρόστηθι οὔν Κόρη

ἡμῖν τοῖς σέ ὑμνοῦσιν

Ἁπάλλαξον Παρθένε ἡμᾶς αἰωνίου

πυρός καί τῆς γένης

Μόνη Σύ προστάτις πενήτων ὀρφανῶν

καί χήρων ὑπάρχεις

Στχ. Ἐποίησα κρίμα καί δικαιοσύνην, μή παραδώς μέ τοῖς ἀδικοῦσι μέ.

Σύ γάρ Μαρία πέλεις ὁ γλυκασμός Ἀγγέλων

χαρά τῶν θλιβομένων

Χριστιανῶν Σέ σκεπήν μάλιστα καί Μητέρα

κηρύττομεν οἱ πάντες

Εἰς βάθη τῆς κακίας πεσόντας Θεοτόκε

ἔγειρον σαῖς πρεσβείαις

Στχ. Θαυμαστά τα μαρτύριά σου, διά τοῦτο ἐξηρεύνησεν αὐτά ἡ ψυχή μου.

Εὐόδωσον Παρθένε προστριβούς τοῦ Κυρίου

τούς Σέ εὐλαβουμένους

Κακοῖς κεκρατημένους Παρθένε μή παρίδῃς

εἰς τέλος ἀπολέσθαι

Ἐν γνώσει καί ἁγνοί ἄπται ὁ μέν καθ’ ἑκάστην

Σοί τέ καί τῷ Υἱῷ Σου

Στχ. Ἐπίβλεψον ἐπ’ ἐμέ καί ἐλέησον μέ κατά τό κρίμα τῶν ἀγαπώντων τό ὄνομά σου. 

Ἀλλά μή ἀπορρίψῃς ἀπό τοῦ σοῦ προσώπου

ἡμᾶς Παρθενομῆτορ

Δυσώπει τόν Υἱόν Σου οἰκτεῖραι ἡμᾶς

πάντας ἐν τῇ μελλούσῃ κρίσει

Οἴδαμεν ὡς ἰσχύσει ἡ Σή πρεσβεία Κόρη

πρός τόν ἔκ Σοῦ τεχθέντα

Στχ. Ζήσεται ἡ ψυχή μου καί αἰνέσει σε, καί τά κρίματά σου βοηθήσει μοί.

Εὐμενῆ πολλάκις Αὐτόν ἀγανακτοῦντα

εἰργάσω ἡμῖν μόνη

Ταῖς σαῖς πρεσβείαις κλίνει τιμῶν Σε ὡς Μητέρα

Ἀξίαν πάσης δόξης

Σέ καί ἡμεῖς ἀξίως ἐκ πόθου προσκυνοῦμεν

Καί ἀνυμνολογοῦμεν

Στχ. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τόν δοῦλον σου, ὅτι τάς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Διά Σου καί γάρ Κόρη ἀνεπλάσετο

γένος ἡμῶν ὁ Θεός Λόγος

Διά Σου καί σώζει τούς Σοί προσπεφεύγοντας

πανύμνητε Μαρία

Ὄργανον γάρ πέλεις βροτῶν τῆς σωτηρίας

Θεῶ ἐκλελεγμένον

Ἀγαθύνον οὔν πάντας ὡς οἶδας τούς σούς

Δούλους Παρθένε Θεοτόκε

Ἔρρανον τόν Τάφον μύροις τόν σόν σκῆνος κηδεύσαντες Παρθένε

Ἔρρανον τόν Τάφον  μύροις Θεοτόκε

Οἱ κηδεύσαντές Σε

Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.

Ὤ Τριάς Ἁγία Πατήρ Υἱός καί

Πνεῦμα τούς λατρευτάς σου σῶσον

Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὤ Παναγία Μῆτερ σκέπε καί φρούρει πάντας

Τούς ἐπί Σέ θαρροῦντας

Καί πάλιν: Αἱ γενέαι πᾶσαι…

 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   

Προσθήκη νέου σχολίου

Κωδικός ασφαλείας
Ανανέωση

  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα