Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 
 
 
Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ' ο το Θεός Κύριος και τα εξής:
 
Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Των φιλεόρτων η πληθύς ευφροσύνως, εγκωμιάσωμεν προθύμως τους άθλους, και αρετών τα τρόπαια Μαξίμου σοφού· ούτος γαρ τρανώς διέλαμψε, θεηγόρων σεπτοίς χοροίς, φύσεις του Χριστού διττός, ακριβώς δογματίσας· και υπέρ Τούτου γλώσσαν συν χειρί, δώσας εμφρόνως, το στέφος εδέξατο.
 
Δόξα. Το αυτό. Και νυν. Θεοτόκιον.
Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.
 
Ο Ν΄ Ψαλμός.
 
Και αρχόμεθα του Κανόνος ου η ακροστιχίς: «Τον μέγαν Ομολογητήν Μάξιμον γεραίρω, (Ισιδώρας)».
 
Ωδή α'. Ήχος πλ. δ'. Υγράν διοδεύσας.
Το όμμα επαίρω μου της ψυχής, προς σε εκζητούσα, την βεβαίαν σου αρωγήν, του στέψαι εν ύμνοις εγκωμίων, την σην πανήγυριν μέγιστε Μάξιμε.
 
Ο χείραν και γλώτταν δια Χριστόν, τμηθείς Θεομάκαρ, ικεσίαις σου ιεραίς, την χείραν συν γλώττη τράνωσόν μου, του εν γραφαίς μελωδείν τους αγώνας σου.
 
Νοός μου το σκότος και της ψυχής, απέλασον πάτερ, ως αν βλέψω τρανώς το φως, το πάντα τον κόσμον καταυγάζων, ταις φωτοφόροις πρεσβείαις σου Μάξιμε.
 
Θεοτόκιον
Μερίδος τυχείν με της δεξιάς, αξίωσον Κόρη, Θεονύμφευτε Μαριάμ, ταις σαις ευπρόσδεκτοις μεσιτείαις, προς τον Υιόν και Θεόν σου και Κύριον.
 
 
Ωδή γ'. Ουρανίας αψίδος.
Εγκρατείας τοις τρόποις, πολιτευθείς όσιε, τη συντονωτάτω ασκήσει, ψυχήν ελάμπρυνας, και πολιτεία σεμνή, Θεόν κατηύφρανας πάτερ, ον αεί ικέτευε, πάντιμε Μάξιμε.
 
Γαληνόν εις λιμένα, και ασφαλή Μάξιμε, τας των πιστευόντων καρδίας, συ εγκαθώρμισας, και διδαχαίς σου σοφαίς, Χριστώ συνήρμοσας Μάκαρ, ον Θεόν και άνθρωπον, εθεολόγησας.
 
Αγαπήσας εκ πόθου, τον του παντός Κύριον, κόσμον απηρνήσω προθύμως, και δόξαν ρέουσαν, και Μοναζόντων σεπτόν, κατηκολούθησας βίον, ένθα ενδιέλαμψας, πάμφωτε Μάξιμε.
 
Θεοτόκιον
Νοερών στρατευμάτων, συναγωγαί άπασαι, Σε την τετοκυίαν αφράστως, Χριστόν τον Κύριον, ταις ασιγήτοις φωναίς, υμνολογούσι Παρθένε, και πιστών συστήματα, σε μεγαλύνουσι.
 
Ανάγαγε, συν παρρησία προς Κύριον την σην χείρα, ην εξέτεμες δι' Αυτόν πταισμάτων αιτούμενος, την άφεσιν πάσι και σωτηρίαν.
 
Επίβλεψον εν ευμένεια, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.
 
Ο Ιερεύς την αίτησιν, μεθ' ο και μνημονεύει.
 
Κάθισμα Ήχος β'. Πρεσβεία θερμή.
Χριστόν τον Θεόν, τοις πάσι διετράνωσας, και θλίψεις πολλάς, και πόνους εκαρτέρησας, προς Αυτόν την δέησιν Θεοφόρε Μάξιμε ποίησον, του δωρηθήναι πάσιν ιλασμόν, και χάριν τηρείν Αυτού προστάγματα
 
Ωδή δ'. Εισακήκοα Κύριε.
Ουρανίω φρονήματι, επί γης ω Μάξιμε πεπολίτευσαι, εν νηστείαις και δεήσεσι, συν Αγγέλοις όθεν συναγάλλεσαι.
 
Μαστιγώσεις υπέμεινας, του Χριστού τω φίλτρω ενδυναμούμενος, Τούτον Μάξιμε ικέτευε, ιλασμόν δοθήναι τοις τιμώσι σε.
 
Ορθοδόξοις σου δόγμασι, πίστιν την αμώμητον επεστήριξας, και σοφαίς διδασκαλίαις σου, πάσι πλούτον Μάξιμε μετέδωκας.
 
Θεοτόκιον
Λυτρωθέντες τω τόκω σου, καταδίκης Πάναγνε του προπάτορος, την φωνήν του Αρχαγγέλου σοι, χαίρε πόθω πάντες ανακράζομεν.
 
Ωδή ε'. Φώτισον ημάς.
Όργανον τερπνόν, του Αγίου πάτερ Πνεύματος, υπηχούμενον ουράνιον ωδήν, Μάξιμε θείε, και φωστήρ λαμπρός γεγένησαι.
 
Γήρας εις βαθύ, τας βασάνους εκαρτέρησας, και πικρίαν εξορίας χαλεπής, συν τη δυάδι, μαθητών σου παναοίδιμε.
 
Ήσχυνας εχθρόν, τη καλή ομολογία σου, και διέλυσας αυτού τας μηχανάς, Χριστού δυνάμει, του κρατύναντός σε Μάξιμε.
 
Θεοτοκίον
Τείχος των πιστών, το στερρόν τε και απόρθητον, και πανεύδιον λιμένα εν δεινοίς, Παρθενομήτορ, Μαριάμ σε επεγνώκαμεν.
 
Ωδή στ'. Την δέησιν.
Η γλώσσα σου, γραμματέως κάλαμος, οξυγράφου αληθώς ανεδείχθη, καλλιγραφούσα διδάγματα θεία, και τον Χριστόν ως Θεόν καταγγέλουσα, ικέτευε Τούτον αεί, υπέρ πάντων παμμέγιστε Μάξιμε.
 
Νεούργησας, Μοναστών συστήματα, τη σοφή και θεορρύτω σου γνώσει, καθοδηγών προς νομάς αιωνίους, επισφραγίζων τη πράξει τους λόγους σου· ω Μάξιμε καθηγητά της ερήμου και θείον αγλάισμα.
 
Μαρτύριον, ευσθενώς υπήνεγκας, κραταιούμενος Σταυρού τη δυνάμει, και Μαθητάς εδραιώσας τη πίστει, προς τους αγώνας υπήλθον γηθόμενοι· συμμέτοχοι και της χαράς, της αλήκτου γενόμενοι Μάξιμε.
 
Θεοτόκιον
Αγκάλαις σου, τον Θεόν εβάστασας, ον φρικτώς εναπεκύησας Κόρη, Τούτω Αγνή, τας αχράντους σου χείρας, υπέρ ημών εκτενώς αναπέτασον την χάριν και τον ιλασμόν αιτουμένη τοις πόθω υμνούσι Σε.
 
Ανάγαγε, συν παρρησία προς Κύριον την σην χείρα, ην εξέτεμες δι' Αυτόν πταισμάτων αιτούμενος, την άφεσιν πάσι και σωτηρίαν.
 
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
 
Και πάλιν δέησις υπό του Ιερέως.
 
Κοντάκιον. Ήχος β'. Προστασία των χριστιανών.
Ορθοδόξων φαεινός φωστήρ αναδέδειξαι, και το σκότος των αιρετικών απεμείωσας, διδαχαίς σου φωτιστικαίς στηρίζων τους πιστούς· διό στήριξον ημάς σοφέ, εις το λατρεύειν αληθώς, τον Θεάνθρωπον Κύριον Μάξιμε Θεοφόρε, το κλέος θεολογούντων και των Μαρτύρων του Χριστού το γενναίον ακροθίνιον.
 
Προκείμενον. Ήχος δ'. 
Δίκαιος ως φοίνιξ ανθήσει και ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος εν τω οίκφ Κυρίου, εν ταις αυλαίς του Θεού ημών, εξανθήσει.
 
ΕΥΑΓΓΕΛΙΟΝ. 
Εκ του κατά Λουκάν (ιβ', 8 -12).
Είπεν ο Κύριος· πας ος αν ομολογήση εν εμοί έμπροσθεν των ανθρώπων, και ο Υιός του ανθρώπου ομολογήσει εν αυτώ έμπροσθεν των αγγέλων του Θεού· ο δε αρνησάμενός με ενώπιον των ανθρώπων απαρνηθήσεται ενώπιον των αγγέλων του Θεού· και πας ος ερεί λόγον εις τον Υιόν του ανθρώπου, αφεθήσεται αυτώ· τω δε εις το Άγιον Πνεύμα βλασφημήσαντι ουκ αφεθήσεται· όταν δε προσφέρωσιν υμάς επί τας συναγωγάς και τας αρχάς και τας εξουσίας, μη μεριμνάτε πώς ή τί απολογήσησθε, ή τι είπητε· το γαρ Άγιον Πνεύμα διδάξει υμάς εν αυτή τη ώρα α δει ειπείν.
 
Δόξα Πατρί.
Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
 
Και νυν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
 
Στίχος: Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
 
Προσόμοιον. Ήχος πλ.β'. Όλην αποθεμένοι.
Θλίψεις εκαρτέρησας, και χαλεπάς εξορίας, της ειρκτής την στένωσιν, απτοήτω Μάξιμε τω φρονήματι· της σαρκός κάκωσιν και μαστιγών πόνους, και της γλώσσης την αφαίρεσιν χειρός την έκπτωσιν, της καλλιγραφούσης τα κρείττονα Χριστόν Θεόν και άνθρωπον, σάλπιγγι τρανή ωμολόγησας· Τούτον εκδυσώπει, την χάριν ημίν δούναι δαψιλώς, διαφυλάττειν προστάγματα Αυτού τα σωτήρια
 
Ο Ιερεύς· Σώσον ο Θεός τον λαόν σου..., και η εκφώνησις: Ελέει και οικτιρμοίς...
 
Είτα αι λοιπαί ωδαί του Κανόνος.
 
Ωδή ζ'. Oι εκ της Ιουδαίας. 
Ξηράνας τοις σοις λόγοις, την της πλάνης φυτείαν, Μάξιμε πάντιμε, Χριστού τον θείον σπόρον, πιστών εν ταις καρδίαις, αληθώς ενεφύτευσας· ομολογούντων Αυτόν, Θεόν εις τους αιώνας.
 
Ιεράς πολιτείας, τους αγώνας τιμώντες κατασπαζώμεθα, καμάτων σου τους άθλους, τας θλίψεις και τους πόνους, μαρτυρίου τε στίγματα· δι' ων δοξάζεις Θεόν, Μάξιμε εις αιώνας.
 
Μελετών ουκ επαύσω, εν νυκτί και ημέρα Χριστού προστάγματα, ως φως Μάξιμε φαίνον, και, πόλις επί όρους, τοις πιστοίς απαστράπτουσα· του ανεσπέρου φωτός, την αίγλην εις αιώνας.
 
Θεοτόκιον
Ουρανών Πλατυτέρα, Χερουβίμ υπερτέρα και πάσης κτίσεως, υπερενδοξοτέρα, ως ούσα Θεοτόκε, την φωνήν σοι προσάδομεν του Αρχαγγέλου Αγνή, το χαίρε εις αιώνας.
 
Ωδή η'. Τον Βασιλέα
Νέκταρ το θείον, εκ διδαχών σου αντλούμεν, των ψυχών καταπαύον την δίψαν, Μάξιμε η κρήνη, ναμάτων ζωηρύτων.
 
Γλώσσαν σου θείαν, δια Χριστόν απετμήθης, αλλ' Αυτόν ουκ επαύσω κηρύττειν, Μάξιμε παμμάκαρ, του Πνεύματος η λύρα.
 
Επάρας όμμα της διανοίας σου Πάτερ, τα ουράνια κάλλη εώρας, ένθα των Αγγέλων, χοροί Θεόν υμνούσιν.
 
Θεοτοκίον
Ρήσεις απάντων, προφητευόντων Παρθένε, επί σοι αληθώς εκπληρούνται, τίκτεις γαρ τον πάντων, Θεόν και Βασιλέα.
 
Ωδή θ'. Κυρίως Θεοτόκον.
Απάρας εκ των τήδε, Μάξιμε θεόφορον, νυν συναγάλλει Οσίοις εις θείας σκηνάς, ένθα τρισήλιον φάος, χαρά τε άληκτος.
 
Ιδόντες τω σω τάφω, λάμψιν τριφεγγούσαν, σην προς Θεόν παρρησίαν επέγνων σοφέ, όθεν Αυτόν επευλόγουν, Μάξιμε ένδοξε.
 
Ρεόντων τα εστώτα Μάξιμε ηλλάξω, ως ουρανόφρων και μέγας και θείος ανήρ, όθεν ημάς εκδιδάσκεις, ζητείν τα μένοντα.
 
Θεοτοκίον.
Ωράθης ω Παρθένε, γέφυρα και κλίμαξ, και αχώρητου χωρίον και πύλη Θεού, δι' ης διήλθε ο Λόγος και σάρκα είληφε.
 
 
Άξιον εστίν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την Αειμακάριστον, και Παναμώμητον, και Μητέρα του Θεού ημών. 
 
Την Τιμιωτέραν των Χερουβείμ, και Ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.
 
Και τα παρόντα Μεγαλυνάρια:
Μάξιμε Πατέρων η καλλονή, κάλλους απροσίτου καταξίωσον σαις λιταίς, πάντας τους τιμώντας εκ πόθου την σην μνήμην, και χάριν σου αιτούντας την αδαπάνητον.
 
Θησαυρόν πολύτιμον και σεπτόν, έχομεν παμμάκαρ τους σους λόγους τους ιερούς, καύχημα δε μέγα σαρκός σου τας αικίσεις, δι' ων Θεόν δοξάζεις τον σε δοξάσαντα
 
Πρέσβυν σε προβάλλομαι προς Θεόν, Μάξιμε θεόφρον ίνα τύχω του ιλασμού, σθένος δε αιτούμαι Αυτού ακολουθήσαι, τρίβους τας οδηγούσας εις φως της γνώσεως.
 
Μάστιγας υπέμεινας καρτερώς, γλώσσης θεολόγου και χειρός την αποκοπήν, θλίψεις εξορίας πικρίαν τε βασάνων, φίλτρω τω του Κυρίου, ον ωμολόγησας.
 
Ίθυνον ευχαις σου πάντας ημάς, ο ιθύνας Πάτερ Μοναζόντων σεπτούς χορούς, ένθα των Αγγέλων λαμπραί χοροστασίαι, και πάντων σωζομένων σκηναί αι πάμφωτοι.
 
Άγγελος καθάπερ επί της γης, έζησας μαράνας τα σκιρτήματα της σαρκός, Μάξιμε λαμπρύνας, στολήν ψυχής σου θείας, ην εις σκηνάς αΰλους Χριστός εδέξατο.
 
Λόγοις σου πανσόφοις και ιεροίς, έθρεψας καρδίας πιστευόντων και προς οδόν, Πάτερ αληθείας, οδήγησας διδάξας, Χριστόν πιστώς λατρεύειν, Θεόν και άνθρωπον.
 
Πόθω ανυμνούμεν σε αθλητά, Μάξιμε στερρόφρον, τον βαδίσαντα ακλινώς, τρίβον στενοτάτην, ενδόξου μαρτυρίου, Χριστού τω θείω σθένει ενδυναμούμενος.
 
Στέφανον αμάραντον και λαμπρόν, της ομολογίας, εστεφάνωσαι θαυμαστώς, εκ χειρός Κυρίου, ον Μάξιμε δυσώπει, στέφανον θείας δόξης ημίν δωρήσασθαι.
 
Κάλλη τα αθέατα καθορών, και Θεώ προσόδων αεννάως τερπνήν ωδήν, δέχου υμνωδίαν, πτωχών μου εκ χειλέων, Μάξιμε και Κυρίω, ταύτην προσάγαγε.
 
Μέγιστος τω όντι και ιερός, ανεδείχθης πάτερ, μεγαλύνας βίω τω σω, τον κοινόν Δεσπότην, Αυτώ ταις σαις πρεσβείαις, Μάξιμε Θεομάκαρ, πάντας οικείωσον.
 
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
 
 
Τρισάγιον· Παναγία Τριάς· Πάτερ ημών· Ότι Σου εστίν, 
και το Απολυτίκιον: 
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Μοναζόντων χορείας ηγήσω Μάξιμε, και του Κυρίου τας φύσεις διατρανών τοις πιστοίς, ωμολόγησας Αυτόν Θεόν και άνθρωπον σάρκα λαβόντα δι' ημάς, δι' αγάπην δε Αυτού, την χείραν εναπετμήθης, και την γλώτταν θεολογούσαν, της σωτηρίας τας ευθείας οδούς.
 
Είτα υπό του Ιερέως· Εκτενής και απόλυσις. 
 
Προ του δι' ευχών, ψάλλομεν το εξής: 
 
Ήχος β'. Ότε εκ του ξύλου.
Χαίροις των Οσίων καλλονή, Ομολογητών η λαμπρότης, των Θεολόγων κρηπίς, Μάξιμε παμμέγιστε βροτούς Αγγέλους τε· τοις σοις άθλοις εξέπληξας, Χριστού γαρ, τω πόθω, πόνους εκαρτέρησας, εν γενναιότητι· ταύτα εις πρεσβείαν προσάγου, πάσιν εξαιτούμενος χάριν, και πλημμελημάτων την συγχώρησιν.
 
ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ
    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα