Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 


ΠΡΟΣΑΡΜΟΓΗ ΕΠΙΜΕΛΕΙΑ
ΠΡΕΣΒΥΤΕΡΟΣ ΧΑΡΑΛΑΜΠΟΣ ΝΕΟΦΥΤΟΥ
Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας
των αιώνων.
Αμήν.
Ψαλμός 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου· καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν
μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. <ιεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ
ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου,
ὅτι ἐπὶ Σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς
Σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ
κατέφυγον. <ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου·
τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς
μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός
Σού εἰμι.
Καὶ εὐθὺς ψάλλομεν.
Ἦχος δ΄.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος Αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἧχος δ΄.Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ως διδάσκαλος κλεινός και σοφός ιεράρχης, μεγίστην έχεις προς Χριστόν παρρησίαν, ιεράρχα Αμβρόσιε· όθεν καθικέτευε, από πάσης ανάγκης, και οργής και θλίψεως, και εχθρού επηρείας, και πειρασμών απαλλαγής, αεί προστρέχων τους σε μακαρίζοντας.
Απολυτίκιον. Ήχος α΄.
Τον της Αμβροσίας επώνυμον και της Ιταλίας διδάσκαλον, τον προστάτην της Χριστού Εκκλησίας και Μεδιολάνων τον Πρόεδρον, τον του Επάρχου υιόν και των πτωχών αντιλήπτορα μέγιστον, Αμβρόσιον τον ένδοξον Ιεράρχην πάντες τιμήσωμεν. Πρεσβεύει γαρ Κύριω, ελεηθήναι τας ψυχάς ημών.
Έταιρον Απολυτίκιον Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Ήχος Δ΄ Ταχύ Προκατάλαβε.
Προστάτης θερμότατος, της Εκκλησίας Χριστού, εδείχθης Αμβρόσιε, τα των αιρέσεων, διδάγματα άθεα· λύων συν παρρησία, και Κανών ανεδείχθεις, πάσιν ορθοδοξίαν, υπέρ πάντων πρεσβεύων, των εφεπομένων σου θείαις, διδασκαλίες και εισηγήσεσι.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα λέγομεν τὸν Ν΄ ψαλμόν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. <ιδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Ο Κανών
Ωδή Α΄ Ήχος πλ.δ΄. Υγράν διοδεύσας.
Άγιε του Θεού πρέσβευε υπερ ημών.
Στενούμενοι πάθεσι χαλαιποις, την σην εξαιτούμεν, Αμβρόσιε αρρωγήν· λύτρωσε ούν Πάτερ τους σους δούλους, εκ της ευρούσης ημάς δεινής θλίψεως.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ως άγρυπνος φύλαξ των ευσεβών, απήμονα τήρει, εξ εχθίστων επιβουλών, τους πίστει και πόθω προσιόντας, ιεράρχα τη θεία πρεσβεία σου.
Δόξα Πατρί
Ζωήν ειρηναίαν και ευσταθή, και άλυπον βίον και ομόνοιαν αλήθή, παράσχου τους σε υμνολογούντας, ιεράρχα θεσπέσιε.
Και νύν
Εκ σου ο των όλων Δημιουργός, ημίν ωμοιώθη, και κόσμω ώφθης διπλούς. Αυτόν εκδυσώπη Θεοτόκε, εκ των παθών των διπλών ημάς ρύσασθαι.
Ωδή Γ΄. Ουρανίας αψίδος.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Διαπτάς ουρανόθεν, κύκλω ημών πέτασον, της σης αρραγούς προστασίας, ισχύν την άμαχον, και περισκέπασον, εκ των βελών του βελίαρ, τους θερμώς φωνούντας σε, ω Αμβρόσιε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ιαμάτων ποικίλων, τα διαυγή νάματα, οία περ κρουνός συμπαθείας, πορρέων άπασι, σβεννύεις άνθρακας, των φλογερών νοσημάτων, και υγείαν κρείττονα, δίδως τοις κάμνουσιν.
Δόξα Πατρί
Οικτιρμών ουρανίων, θεαρχικής χάριτος, ύδωρ το γλυκύ θεηγόρε, και ζωοδώρητον επόμβρησον, τοις εν αυχμώ της κακίας, ελκομένοις πάντοτε, και αναστένουσι.
Και νυν
Νομοθέτην τεκούσα, τον αληθή Πάναγνε, άνευθεν νομίμων Παρθένε, σαρκός και αίματος, τον νόμον σύντριψον, της εν εμοί αμαρτίας, και τον νούν μου λάμπρυνον, νόμω του Πνεύματος.
Διάσωσον, ω ιεράρχα Αμβρόσιε, εξ επωδύνων ασθενειών και κακώσεων, τους αδιστάκτω καρδία σοι προσιόντας
Ἐπίβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἲασαι τῆς ψυχῆς μου τό ἄλγος.
Εἶτα μνημονεύει ὁ Ἱερεύς δι’ οὕς ἡ παράκλησης γίνεται.
Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.
Κύριε ελέησον (3)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Κάθισμα
Ήχος Β΄. Πρεσβεία θερμή
Πρεσβεύειν αεί, μη παύση Αμβρόσιε, Χριστώ τω Θεώ, υπέρ των λυπαρούντων σε, όπως ρυσθώμεν Όσιε, χαλεπών και δεινών περιστάσεων και ειρηναίαν σχώμεν την ζωήν, οι πόθω προστρέχοντες τη σκέπη σου.
Δόξα Πατρί καί νῦν
Πρεσβεία θερμή καί τείχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν Σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καί ἐκ κινδύνων λύτρωσε ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
Ωδή Δ΄. Εισακήκοα Κύριε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ιεράρχα θεόληπτε, της θεϊκής σαφώς αγαθότητος, τα ψυχάς ημών αγάθυνων, τας κεκακωμένας παραβάσεσι.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Σωτηρίας την είσοδον, τοις εν συνοδεία παθων, προσκόπτουσι, Αμβρόσιε ομάλισον, ευπαρρησιαστοις ικεσίες σου.
Δόξα Πατρί
Ιλασμόν τοις προσπαίουσι, και τις ασθενέσι ταχείαν ίασιν, και τοις πάσχουσιν ανάψυξιν, αίτει ιεράρχα προς Κύριον.
Και νυν
Εκ λαγόνων σου Ήλιος, της δικαιοσύνης κόσμω ανέτειλεν, ου τη αίγλη με καταύγασον, τον εσκοτισμένον Μητροπάρθενε.
Ωδή Ε΄. Φώτισον ημάς.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ηδη προς ημάς, αοράτως επιφοίτησον, και ενώτησαι ημών τον στεναγμόν, Αμβρόσιε παρέχων τα σωτήρια.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Μάστιξι δειναίς εταζομένοι οι τάλανες, και του ζην εξαπορούμεθα οικτρώς, αλλ΄αυτός επιφανείς ημάς διάσωσον.
Δόξα Πατρί
Άγρυπνος φρουρός, δια βίου Αμβρόσιε, και μεσίτης προς Θεόν και πρεσβευτής, ημίν έσο τοις θερμώς παρακαλούσι σε.
Και νυν
Σκέπασον ημάς, εν τη σκέπη των πτερύγων σου, κοσμοπόθητε Μαρία αγαθή, ως αν ένθεον ζωήν πολιτευσώμεθα.
Ωδή ΣΤ΄. Την δέησιν.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Κυκλούμενος, ανηκέστοις πάθεσι, και ατρύτων συμγορών ταις νιφάσι, προς την θερμήν σου προστρέχομεν σκέπην, και εκ βαθέως ψυχής εκβοώμεν σοι· βοήθησον ημίν σοφέ, και τον σάλον των θλίψεων κόπασον.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ίλεως σου, και γλυκαίω όμματι, επιστάς εξ ουρανίων αδύτων, βλέψον ημών την ταπείνωσιν Πάτερ, και αυτοχείρως τοις δούλοις σου βράβευσον, και των σωμάτων και ψυχών, ιλαστήρια όντως εγχύματα.
Δόξα Πατρί
Νενέκρωμαι, τοξευθείς τοις βέλεσι, τοις πυρφόροις του δολίου Βελίαρ, αλλά τη ση ζωηφόρω πρεσβεία, του ψυχικού με θανάτου ανάστησον, και προς ζωήν την αληθή, απλανώς με κυβέρνησον ένδοξε.
Και νυν
Διάρασα ως νεφέλη πάμφωτος, τα πτυχάς τας εκλάμπουσας αϋλως, της πρός ημάς σου προνοίας Παρθένε, περιλαβού μητρικώς και περίφραξονν εκ των βελών του δυσμενούς, τους υμνούντας τον άχραντον τόκον σου.
Διάσωσον, από κινδύνων τους σούς ικέτας , Αμβρόσιε Ιεράρχα, ότι πάντες τη ση πρεσβεία προστρέχομεν, και ρύσαι παντοίων ημάς θλίψεων.
ʼΆχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.
Κύριε ελέησον (3)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Ήχος Β. Προστασία των Χριστιανών.
Προστασία των σων ιερών παρακλήσεων, την μανίαν του δολίου πολεμήτορος, διασκέδασον αφ΄ημών, ως αράχνειον ιστόν, και εν ειρήνη διηνεκεί διατήρει την ζωήν, των πιστώς εκβοώντων σοι· λύτρωσαι πάσης βλάβης, και πάσης κακοτροποίας, Αμβρόσιε σοφέ, τους εν πίστει τιμώντας σε.
Προκείμενον.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στίχος. Εις πάσαν την γήν εξήλθεν ο φθόγγος αυτού, και εις τα πέρατα της οικουμένης τα ρήματα αυτού.
Ευαγγέλιον
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Κύριε, ελέησον (γ').
Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.
Και τω Πνεύματί σου.
Εκ τού κατά Ιωάννην αγίου Ευαγγελίου το ανάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Είπεν ο Κύριος· Εγώ ειμί η θύρα’ δι εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται, και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ειμή ίνα κλέψη, και θύση, και απολέση. εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσι. Εγώ είμι ο Ποιμήν ο καλός, ο Ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε και ουκ ών πομήν ού ούκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον, και αφίησι τα πρόβατα, και φεύγει, ότι μισθωτός έστι, και ού μέλει αυτώ περί των προβάτων. Εγώ ειμί ο Ποιμήν ο καλός, και γινώσκω τα εμά, και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τον Πατέρα, και την ψυχήν μου τίθημι, υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, ά ούκ έστιν εκ της αυλής ταύτης, κακείνα με δεί αγαγείν, και της φωνής μου, ακούσουσι. και γενήσεται μια ποίμην, είς ποιμήν.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ταις του Ιεράρχου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων
Προσόμοιον. Ήχος πλ.Β΄. Όλη αποθέμενοι.
Στίχος. Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου.
Όλος ιερώτατος και φωτοφόρος εδείχθης· χρίσμα θείον άγιον, εν αγίω πνεύματι περικείμενος· και φαιδρώς πάντοτε, προχωρών Όσιε, των αγίων εις τα άγια, και ταις λαμπρότησι ταις θεαρχικαίς αστραπτόμενος· και χάριτι μυούμενος, τα σωτηριώδη μυστήρια· ως ιερομύστης, ως όντως ιεράρχης ευκλεής, και παρρησία δεόμενος, υπέρ των ψυχών ημών.
Ο Ιερεύς
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου, ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοίς ὓψωσον κέρας χριστιανῶν Ὁρθοδόξων καί κατάπεμψον ἡμῖν πλούσια τά ἐλέη σου, πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν Τιμίων ἐπουρανίων θείων νοερών Δυνάμεων Ἀσωμάτων, Ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, των Αγίων Αποστόλων Πέτρου και Παύλου, Ανδρέου του Πρωτοκλήτου και Βαρνάβα ιδρυτού και προστάτου της αγιωτάτης ημών Εκκλησίας της Κύπρου, τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καί Οἰκομενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος πατριαρχών Αλεξανδρείας Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως, Νήφωνος Κωνσταντιανής, Επιφανίου Σαλαμίνος, Δημητριανού Κυθηρίας, Φίλωνος, Θερίσσου και Συνεσίου Καρπασίας, Θεοδότου Κυρηνειας, Παναρέτου και Μακαρίου Πάφου των Θαυματουργών, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου,
Ευσταθίου, Μηνά, Μάμαντος, Ιαματικού Παντελεήμονος και Ιωάννου τοῦ Ρώσου τοῦ νέου Ὁμολογητοῦ, των θαυματουργών, και των Ιερομαρτύρων Θεράποντος, Χαραλάμπους Ελευθερίου, Μοδέστου, Κυπριανού, και Πολυκάρπου, τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικών Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· Των Αγίων Νεοεθνοιερομαρτύρων Γρηγορίου του πέμπτου Πατριάρχου Κωνσταντινουπόλεος, Κοσμά του Αιτωλού, Φιλουμέμου ηγουμένου του φρέατος του Ιακώβ, Χρυσοστόμου Σμύρνης, Αμβροσίου Μοσχονισίων και των συν αυτών. Τῶν Ἁγίων ἐνδόξων καί Καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν των εν ασκήσι λαμψάντων Αντωνίου του μεγαλου, Σάββα του ηγιασμένου, Νεοφύτου του εγκλείστου, Γεωργίου του αλαμάνου, Κενδέα και Κωνσταντίνου του εν Ορμείδια, των Οσίων και Θεοφόρων Πατέρων ημών Επικτήτου και Αμβροσίου των ασκησάντων εν τω όρει Πενταδακτύλω της Κύπρου, της Οσίας Μητρός ημών Ελισάβετ της Μονοχύτωνος και Θαυματουργού, της Οσίας Μητρός ημών Κωνσταντίας της Παφίας, και πάντων των οσίων πατέρων και μητέρων ημών, τοῦ Ἁγίου Ενδόξου Νεοεθνοιερομεγαλομάρτυρος Ἐφραίμ τοῦ Θαυματουργοῦ, τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἂννης, Του εν Ἁγίοις Πατρός ημών Αμβροσίου Επισκόπου Μεδιολάνων του Θαυματουργού ου και την μνήμην επιτελούμε καί πάντων σου τῶν Ἁγίων.
Ἱκετεύομεν Σε, μόνε Πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καί ἐλέησον ἡμᾶς.
Κύριε Ελέησον (ιβ΄ φορές, από τρεις εναλλάξ έκαστος χορός)
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ωδή Ζ΄. Οι εκ της Ιουδαίας.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Υετώ ζωηφόρω, της σεπτής σου παμμάκαρ επισκόπης αληθώς, κατάσβεσον την φλόγα, δεινών τεκταινόμενων, και τους ψάλλοντας δρόσισον· ο των πατέρων ημών, Θεός ευλογητός εί.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Νοσημάτων ποικίλων, μοχθημάτων παντοίων και συντριμμάτων οικτρών, πταισμάτων ψυχοφθόρων, κινδύνων πολυτρόπων, ανωτέρους διάσωζε, τους σε τιμώντας αεί, σοφέ Αμβρόσιε.
Δόξα Πατρί
Ως πίστός οικονόμος, των πλουσίων χαρίτων του Τρισηλίου Φωτός, χρηστότητος πανίδα, σταγόνα συμπαθείας, ιεράρχα πρυτάνευσον τοις λοιμώ νοητώ, δεινώς απορουμένοις.
Και νυν
Νάμα άϋλον θείον, ως πηγή σωτηρίου και ευσπλαχνίας κρουνός, ως νέκταρ αμβροσίας, και μέλι το εκ πέτρας, Θεοτόκε ανάβλυσον, τοις τα σεπτά σου αεί, υμνούσι μεγαλεία.
Ωδή Η΄. Τον Βασιλέα των ουρανών.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Γένου Προστάτης, και αντιλήπτωρ και ρύστης, Αμβρόσιε σοφέ Ιεροφάντα, τοις προσδεχομένοις, τας σας διδασκαλίας.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Εκ πολυστρόφων, και δυσφορήτων σκανδάλων, διαφύλαττε ημάς απαρατρώτους, τους εξαιτουμένους, την σην επιστασίαν.
Δόξα Πατρί
Ρώσιν παράσχου, και την κατ΄άμφω υγείαν, Αμβρόσιε μυσταγωγέ των θείων, τοις ασπαζομένοις την θείαν σου εικόνα.
Και νυν
Άνανδρε Κόρη, η βρεφοτρόφος Παρθένος, εν αγνότητι και πάση ευσεβεία, διάγειν με τον βίον, ικάνωσον αξίως.
Ωδή Θ΄. Κυρίως Θεοτόκον.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Σαρκός μου την οδύνην, παύσον θεηγόρε, και της ψυχής μου την θλίψιν μετάλαβε, εις αληθή ευφροσύνη, ιεράρχα Αμβρόσιε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ισχύν περίζωσον με, κατά του δολίου, του καθ΄εκάστην δεινώς εφορμώντος μοι· συ γαρ προστάτης μου μέγας, ω Αμβρόσιε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Μυρίων εγκλημάτων, εισπράττομαι ευθύνας· διο πολλαίς περιπέπτωκα θλιψεσιν, αλλά συ Πάτερ μηδόλως εγκαταλίπης με.
Δόξα Πατρί
Ο νούς των απορρήτων, φωτισμού αΰλου, τας διανοίας ημών Πάτερ πλήρωσον, των ακλινώς αφορώντων σοι Αμβρόσιε.
Και νυν
Ύψωθεν τω λαώ σου, βλέψον Θεοτόκε, και της φωνής ημών πάντων επάκουσον, και την ειρήνην παράσχου πάσι τοις πέρασι.
Μεγαλυνάρια
Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.
Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος ὄντως ὁ θεαυγής· χαίροις Ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ, Τριάδος πρόμαχε.
Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.
Χαίροις της σοφίας μύστης λαμπρός, και της ευσεβείας, στόμα εύλαλον και σοφόν· χαίροις ορθοδόξων, δογμάτων η κιθάρα, Αμβρόσιε παμμάκαρ, αξιοθαύμαστε.
Χάριν αναβλύζων μελισταγή, παύεις την πικρίαν, της αγνοίας εκ των ψυχών, και προς αναβάσεις, ημάς υπερκοσμίους αεί αναβιβάζεις, σοφοίς σου ρήμασι.
Δέησιν προσάγαγε τω Θεώ, Αμβρόσιε Ιεράρχα, υπέρ των δούλων των σων, Σοφέ, των τυραννουμένων υπό παντοίων νόσων, θλίψεων και κινδύνων, και τούτους λύτρωσαι.
Χαίροις των Μεδιολάνων η καλλονή, και της Εκκλησίας διδάσκαλος ακραιφνής, χαίροις των δογμάτων προστάτης και τηρητής, άγιε ιεράρχα σε μεγαλύνομεν.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.
Τρισάγιον
Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.
Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομα σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημα σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα
οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.
Απολυτίκιον. Ήχος α΄.
Τον της Αμβροσίας επώνυμον και της Ιταλίας διδάσκαλον, τον προστάτην της Χριστού Εκκλησίας και Μεδιολάνων τον Πρόεδρον, τον του Επάρχου υιόν και των πτωχών αντιλήπτορα μέγιστον, Αμβρόσιον τον ένδοξον Ιεράρχην πάντες τιμήσωμεν. Πρεσβεύει γαρ Κύριω, ελεηθήναι τας ψυχάς ημών.
Έταιρον Απολυτίκιον.
Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.
Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.
Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ των ευσεβών και ορθοδόξων Χριστιανών.
Κύριε ελέησον. (3)
Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών, (δεινός) και πάσης της εν χριστώ ημών αδελφότητος.
Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη κώμη ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.
Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν 'Εκκλησίαν και την κώμην ταύτην, την νήσου ταύτην, και πάσαν πόλιν και χωράν, από οργής λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου και αιφνιδίου θανάτου,
υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και διασκεδάσαι πάσαν οργήν και νόσον την καθ’ ημών κινουμένην, και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς.
Κύριε, ελέησον. (3)
Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν ημών φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.
Κύριε, ελέησον. (3)
Επάκουσον ημών, ο Θεός ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν και ίλεως, ίλεως γενού ημίν Δέσποτα, επί ταίς αμαρτίαις ημών, και ελέησον ημάς.
Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Απόλυσης
Δόξα Σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.
Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτού μητρός, δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν Τιμίων ἐπουρανίων θείων νοερών Δυνάμεων Ἀσωμάτων, Ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των Αγίων Αποστόλων Πέτρου και Παύλου, Ανδρέου του Πρωτοκλήτου και Βαρνάβα ιδρυτού και προστάτου της αγιωτάτης ημών Εκκλησίας της Κύπρου του αγίου ενδόξου Μεγαλομάρτυρος Γεωργίου του Τροπαιοφόρου της Οσίας Μήτρός ημών Ελισάβετ της Μονοχύτονος και Θαυματουργου, του Οσίου και Θεοφόρου Πατρός ημών Επικτήτου του ασκήσαντος εν όρει Πενταδακτύλο της Κύπρου, τοῦ Ἁγίου Ενδόξου Νεοεθνοιερομεγαλομάρτυρος Ἐφραίμ τοῦ Θαυματουργοῦ, τῶν Ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἂννης, Του εν Ἁγίοις Πατρός ημών Αμβροσίου Επισκόπου Μεδιολάνων του Θαυματουργού ου και την μνήμην επιτελούμε καί πάντων σου τον Αγίων, ελέησαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.
Ήχος Β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Έχων παρρησίαν προς Χριστόν, ως θεοειδής Ιεράρχης και αθλοφόρος σεπτός, πάντοτε ικέτεθε θεομακάριστε, νοσημάτων την ίασιν, και
επερχομένων, πειρασμών την λύτρωση ημίν δωρίσασθαι, όπως ως θερμόν προμηθέα, και σοφόν ημών ποδηγέτην, σε υμνολογώμεν Αμβρόσιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.
Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς. Αμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα