Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

Παρακλητικός Κανών Χαρίτωνος Ομολογητού Οσίου

(Χ. Μπούσια. Ἀθήνα, 1996, Ἱκέσιος Βίβλος)

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τό· Θεὸς Κύριος, ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς ἐναρέτου βιοτῆς ἐκμαγεῖον, καὶ θησαυρὸν ὁμολογίας σε πάντες, τιμῶμεν παναοίδιμε Χαρίτων σοφέ, ὅτι χάριν εἴληφας χορηγεῖν τοῖς τιμῶσι, σοῦ τὰ κατορθώματα τὴν κατ’ ἄμφω ὑγείαν, καὶ θεραπεύειν πάθη ζοφερά, ταῖς σαῖς ἀόκνοις, πρὸς Κτίστην πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε…


Ὁ Ν΄ ψαλμός.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Χαρίτων μακάριε, χαρίτωσον Χαραλάμπη.

Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Χαρίτων τοῦ Πνεύματος ἐραστά, θεόφρον Χαρίτων, τὸν αἰτοῦντα πανευλαβῶς, ταῖς σαῖς πρὸς Θεὸν θερμαῖς πρεσβείαις, καὶ ἀσιγήτοις ἐν τάχει χαρίτωσον.

Ἀπαύστως ἱκέτευε τὸν Θεόν, τῆς χάριτος ῥεῖθρα, χαριτώνυμε ἀσκητά, ἡμῖν ἐπομβρῆσαι τοῖς ἐν ὕμνοις, σὲ ὡς κρουνὸν θείας χάριτος μέλπουσι.

Ῥανίσι δακρύων ἀσκητικῶν, Χαρίτων ἀρδεύσας, τὴν Φαράν τε καὶ τῆς Σουκᾶν, τὴν ἔρημον τάχος ἄρδευσόν μου, τὸ τῆς καρδίας πετρῶδες καὶ ἄγονον.

Θεοτοκίον.

Ἰάτρευσον νόσους παντοδαπάς, Παρθένε Μαρία, τρυχομένων Σου οἰκετῶν, ὡς Μήτηρ τοῦ πάντων δυναμένου, τὰ ἀλγεινὰ θεραπεύειν νοσήματα.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.

Τῶν Παθῶν μου Χαρίτων τὸν ζοφερὸν τάραχον πράϋνον, ὁ χάριτι θείᾳ ἀποταξάμενος, τὰς χαμαιζήλους ὁρμάς, καὶ νουνεχῶς ἐνασκήσας, ὡς βροτὸς ἰσάγγελος, ὅπως δοξάζω σε.

Ὡς Μαρτύρων ἀκρότης τοῦ βδελυροῦ ἄρχοντος, τὴν ὀφρὺν συνέτριψας σθένει μάκαρ τοῦ Πνεύματος, καὶ νῦν Χριστῷ παρεστώς, Αὐτῷ πρεσβεύεις ἀπαύστως, ῥῦσαι ἐκ τῆς δαίμονος, πλάνης σοὺς πρόσφυγας.

Νικηφόρως τελέσας τὸν ἐπὶ γῆς βίον σου, ὡς συγκοινωνὸς Ἀθλοφόρων, καὶ πνευματέμφορος, Ὁσίων ὑφηγητής, Χαρίτων χάρισαι νίκαις, κατ’ ἐχθρῶν τῆς πίστεως, τοῖς σὲ γεραίρουσι.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη μετὰ Θεὸν ἄμαχον, ἔχοντες πιστοὶ Σὲ προστάτιν, καὶ ἀντιλήπτορα, κράζομεν· κόσμου χαρά, ἐκ συμφορᾶς ἀνηκέστου, ῥῦσαι τοὺς ἐν ᾄσμασι, Σὲ μεγαλύνοντας.

Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ…

Κάθισμα. Ἦχος β΄ . Πρεσβεία θερμή.

Φιλόξενος ὤν ἁπλοῦς τε καὶ εὐπρόσιτος, Χαρίτων σοφὲ πιστῶν καρδίας ηὔφρανας, διό σοι κραυγάζομεν· εὐφρανθῆναι πάντας ἀξίωσον, τῆς μυστικῆς χαρᾶς τοῦ οὐρανοῦ, πρεσβείαις ταῖς σαῖς θερμαῖς πρὸς Κύριον.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἀθυμίαν ἐκδίωξον, ἀφ’ ἡμῶν Χαρίτων Φαρὰν ἀγλάϊσμα, Ἐλπιδίου μάνδρας κλέϊσμα, καὶ Σουκᾶν τῆς Λαύρας σεμνολόγημα.

Καλλιέρημα ἅγιον, ὄμβρους τῶν αἱμάτων καὶ τῶν ἱδρώτων σου, ἐν ἐρήμῳ χαίρων ἤνεγκας, τῷ Χριστῷ Χαρίτων κόσμου στήριγμα.

Ἀπαστράπτων τοῖς θαύμασι, σκότος ἐγκλημάτων φρικτὸν ἀπέλασον, ἀφ’ ἡμῶν τῶν προσφευγόντων σοι, ὄλβιε Χαρίτων θαυματόβρυτε.

Θεοτοκίον.

Ῥεῖθρα ὄντως ἀκένωτα, ἰαμάτων Μῆτερ βλυζάνεις ἅπασι, τοῖς ἀπαύστως μακαρίζουσιν, εἰς αἰῶνά Σε ὡς ἀειπάρθενον.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἴδοιμι σοφέ, ἀρωγόν Σε καὶ συλλήπτορα, ἐν καιρῷ ἐπιφορῶν τοῦ μιαροῦ, ὦ Χαρίτων Παρακλήτου ἐνδιαίτημα.

Ἔρωτι Θεοῦ, τετρωμένος χαριτώνυμε, ἀπετάξω πᾶν φθαρτὸν καὶ δυσωπεῖν, εὗρες χάριν ὑπὲρ πάντων τὸν σὸν Κύριον.

Χάριν εἰληφώς, ἐκ Θεοῦ ὡς Μάρτυς ἔνδοξος, καὶ Ὁσίων ἀκροθίνιον λαμπρόν, φυγαδεύεις ἀφ’ ἡμῶν πάθη δυσίατα.

Θεοτοκίον.

Ἄνωθεν ἡμᾶς, συμπαθῶς ἴδε Πανάχραντε, τοὺς προσφεύγοντας τῇ Σῇ ἐπισκοπῇ, ὑπερύμνητε λοχεύτρια τοῦ Κτίσαντος.

Ωδὴ στ΄. Τὴν δέησιν.

Ῥεόντων, τοῦ χαμερποῦς ἀστάτου τε, καὶ φθαρτοῦ Χαρίτων βίου παρεῖδες, ἐπιποθήσας τῶν ὄντων ἀφθάρτων, διὸ καὶ δόξης Χριστοῦ κατηξίωσαι, πρεσβεύων πάντας μετασχεῖν, τῆς ἐν πόλῳ ἀλήκτου βιώσεως.

Ἱκέτευε, τὸν Θεὸν καὶ Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ὡς μονοτρόπων σοφὸν ποδηγέτην, καὶ ἐρημίας στρουθίον γλυκύλαλον, ὅτι ἐν βίου πειρασμοῖς, σὲ Χαρίτων προστάτην κεκτήμεθα.

Τὴν πάμφωτον, ἐκτελοῦντες μνήμην σου, χαριτώνυμε πιστῶν αἱ χορεῖαι, ἀναβοῶμεν σεμνὲ παιδοτρίβα, καὶ ἐναρέτου ζωῆς θεῖον ὄργανον, βοήθει ἅπαντας ἡμᾶς, ἀρετῶν τὰς βαθμίδας ἀνέρχεσθαι.

Θεοτοκίον.

Ὡς ἔμψυχον, τοῦ Θεοῦ παλάτιον, ἀπολύτρωσιν Ἀδάμ τε καὶ Εὔας, καὶ ἱκαστήριον κόσμου Σε Μῆτερ, οἱ διὰ Σοῦ σεσωσμένοι γινώσκοντες, τὸ Χαῖρέ Σοι τοῦ Γαβριήλ, εἰς αἰῶνα αἰῶνος κραυγάζομεν.

Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἄχραντε…

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Τοῦ Ἰκονίου βλαστὲ εὐθαλέστατε, καὶ ἐρημίας λειμὼν εὐωδέστατε, Χαρίτων ἰσάγγελε ἄνθρωπε, ἐκ τῆς μελλούσης με Κρίσεως λύτρωσαι, τὸν πίστει καὶ πόθῳ τιμῶντά σε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Τι ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23)

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός….

Ῥῦσαι χαριτώνυμε, τοὺς ἐκτελοῦντας σὴν μνήμην, καὶ πιστῶς προστρέχοντας, ἐν ποικίλαις θλίψεσι καὶ κακώσεσι, ταῖς πρὸς τὸν Κύριον, θείαις πρεσβείαις σου, εὐσταλὲς Χαρίτων Ὅσιε, λύχνε τῆς χάριτος, ὄργανον αὐτῆς παναρμόνιον, καὶ λίθε πολυτίμητε, ἵνα εἰς αἰῶνα γεραίρωμέν σε, αἱ τῶν ἱκετῶν σου, χορεῖαι καὶ λαμβάνωμεν ταχύ, ῥῶσιν ψυχῶν πολυπόθητον, καὶ σωμάτων δύναμιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν Σου…

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σκοτισθέντα με Πάτερ, ἁμαρτήμασι πλείστοις, Χαρίτων λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῇ θείᾳ χάριτί σου, καὶ ἐν πίστει κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐρανόθεν ὁδήγει, πρὸς νομὰς θείας δόξης τοὺς σὲ γεραίροντας, ὡς μὴ φεισθέντα κόπων, αἱμάτων καὶ ἱδρώτων, διὰ πίστιν πανόλβιε, ἀλλὰ βοῶντα· Χριστέ, σοὶ ὄντως δόξα πρέπει.

Νυχθημέροις καμάτοις, καὶ συντόνοις λιταῖς σου, πρὸς τὸν Παντάνακτα, χιτῶνα ἐξυφαίνων, πανάσπιλον Χαρίτων, ἀσιγήτως ἀνέκραζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Χαριτόβρυτε Μῆτερ, ῥυπωθεὶς ὁ Σὸς δοῦλος, ποικίλοις πάθεσι, βοῶ Σοι· ἕγειρόν με, ἐκ πτώσεως θανάτου, ἵνα ὡς ἀειπάρθενον, εὐλογημένη Ἁγνή, ἀπαύστως ἀνυμνῶ Σε.

Ωδὴ η΄. Τὸν Βασιλέα.

Ἀθανασίας, σὲ ἐπιστάμενοι πάντες, ὦ Χαρίτων εὐώδη λειμῶνα, τῆς ὀσμῆς ῥυσθῆναι, αἰτούμεθα θανάτου.

Ῥᾶνον Χαρίτων, θεοχαρίτωτε κῆπε, ἀρετῶν τὸν ἀεί σε τιμῶντα, τῆς σῆς προστασίας, ταῖς ἱεραῖς ῥανίσιν.

Ἄστρον Χαρίτων, θεοειδὲς ἀνατεῖλαν, θείᾳ χάριτι ἐκ τοῦ Ἰκονίου, αὔγασον καρδίας, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.

Λῦσον Παρθένε τῆς ἀνομίας δεσμούς μου, τὸν λυτῆρα τῆς ἀρᾶς ἡ τεκοῦσα, τῆς ἀρχαίας κτίστην, καὶ Κύριον τῆς δόξης.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἁγίασον Χαρίτων, τοὺς σὲ ἀνυμνοῦντας, ὡς ἀθλητῶν εὐκλεῶν ὑποτύπωσιν, καὶ ἀσκητῶν θεοφόρων ἔνθεον πρύτανιν.

Μὴ παύσῃ ἱκετεύων, Ὅσιε Χαρίτων, τοῦ ἀμπελῶνος Χριστοῦ βότρυ πέπειρε, ῥύεσθαι πάσης ἀνάγκης ἡμᾶς καὶ θλίψεως.

Προσάγων τῷ Κυρίῳ, τόνδε ὕμνον Πάτερ, σεπτὲ Χαρίτων Αὐτὸν καθικέτευε, ὅπως τῆς δόξης τῆς ἄνω μέτοχος γένωμαι.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν ἀφράστως, Μῆτερ συλλαβοῦσα, καὶ σωματώσασα πρέσβευε πάντοτε, ὑπὲρ τῶν πίστει ἀόκνως μεγαλυνόντων Σε.


Ἄξιόν ἐστι… Καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις Ἰκονίου θεοφιλές, γόνε καὶ ἐρήμου ἀδαπάνητε θησαυρέ, χαίροις τῆς ἐνθέου, ὁμολογίας ἄστρον, ἀείφωτον Χαρίτων, τέμενος χάριτος.

Τῆς κακοπαθείας διὰ Χριστόν, στίγματα βαστάζων ἐπεπόθησας ἀσκητῶν, τρίβους διοδεῦσαι, Χαρίτων ἐν ἐρήμῳ, καὶ κύαθος γενέσθαι, τῆς θείας χάριτος.

Χαίροις ὁ δομήτωρ μονῆς Φαράν, Ἐλπιδίου μάνδρας καὶ τῆς λαύρας Σουκᾶν σοφέ, χάριτος ταμεῖον, Χαρίτων θεηγόρε, καὶ μοναζόντων κλέος, θεοειδέστατον.

Ἀθλητῶν Κυρίου τὴν καλλονήν, θεῖον ὑποφήτην μονοτρόπων καὶ ἀρετῶν, τὸν τερπνὸν λειμῶνα, Χαρίτωνα τὸν μέγαν, ἐν ἀσκηταῖς ἐρήμου, ὕμνοις τιμήσωμεν.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ ἀντιλήψει καὶ ζητοῦντας σὴν ἀρωγήν, Ὅσιε Χαρίτων, χαρίτωσον καὶ σκεύη, τοῦ Παρακλήτου δεῖξον, πολυτιμότατα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…

Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Χαριτώνυμε Πάτερ τῶν χαρίτων τοῦ Πνεύματος, αὐγασθεὶς ἀκτῖσι πυρφόροις, ἄστρον ὤφθης ἀείφωτον, Χριστὸν ὁμολογήσας γὰρ στεῤῥῶς, διέλαμψας συντόνῳ προσευχῇ, καὶ ἀσκήσει ἐν ἐρήμῳ, Χαρίτων ὅθεν πίστει σοι κραυγάζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ χαρίτων ποταμόν, ἡμῖν δωρήσαντι.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Πάντων προστατεύεις.

Χάριν, εἰληφὼς παρὰ Θεοῦ, Πάτερ θεοφόρε Χαρίτων, Ὁσίων καὶ Ἀθλητῶν, σέλας παμφαέστατον, τὸ διαλάμψαν φαιδρῶς, τοῖς αἱμάτων σου χεύμασι, καὶ ὄμβροις δακρύων, ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ εἰρηνικὴν πολιτείαν, δώρησαι τοῖς μέλπουσιν ὕμνοις, τὰ ὑπερφυᾶ σου κατορθώματα.

Δέσποινα πρόσδεξαι…

Τὴν πᾶσαν ἐλπίδα μου…


Δι’ εὐχῶν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα