Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 


Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῶν δωρεῶν τῶν θεϊκῶν ἐντρυφώσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Θεοδώρα, ὑπέρ ἠμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καί κινδύνων, καί παντοίων θλίψεων,
οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς προστρέχοντες ἀεί, καί τήν θερμήν σου, αἰτοῦντες βοήθειαν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. χριστιανος.gr
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Βραβείων τυχοῦσα ὑπερφυῶν, μή παύση βραβεύειν τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείω ναῶ σου Θεοδώρα, τάς δωρεᾶς τῆς θερμῆς προστασίας σου.
Ὁσία καί μάρτυς πανευκλεής, Χριστοῦ Θεοδώρα, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, καί ἱλασμόν τοῖς πιστῶς σέ γεραίρουσιν.
Ἡλίου λαμπρότησι νοητοῦ, καταλαμπομένη, Θεοδώρα ἐν οὐρανοῖς, ψυχῆς μου διαλυσον τόν ζόφον, ταῖς φωτοφόροις πρεσβείαις σου ἔνδοξε. χριστιανος.gr

Θεοτοκίον
Θεόν τόν ἀσώματον ἐν σαρκί, τεκοῦσα Παρθένε, ἀπορρήτως δίχα τροπῆς, σαρκός μου θεράπευσον τό ἄλγος, καί τῆς ψυχῆς μου τήν λύπην ἀφάνισον.

Ὠδή γ'. Οὐρανίας ἁψίδος
Οὐρανόθεν Ἁγία, ὡς συμπαθής προσβλεψον, ἐπί τούς φοιτώντας ἐν πίστει, τῷ θείω οἴκω σου, καί τά αἰτήματα, πλήρου αὐτῶν Θεοδώρα, ταῖς πρός τόν νυμφίον σου, θείαις
ἐντεύξεσι.
Σωτηρίαν ἑξαίτει, καί τῶν παθῶν ἴασιν, καί πολυειδῶν συμπτωμάτων, τήν ἀπολύτρωσιν, καί πάσης θλίψεως, ἀπαλλαγήν Θεοδώρα, καί χαράν τήν ἔνθεον, τοῖς εὐφημούσι σέ.
Ἡ θερμή σου πρεσβεία, πρός τόν Χριστόν πανσεμνέ, γένοιτο ἠμίν εὐφροσύνης, πηγή τῆς κρείττονος δρόσον παρέχουσα, καί γλυκασμόν Θεοδώρα, τοῖς ἐν λύπαις στένουσι,
φθόνω τοῦ ὄφεως.

Θεοτοκίον
Μητροπάρθενε Κόρη, ἡ τόν Θεόν τέξασα, τόν τήν ἁμαρτίαν τοῦ κόσμου, ἑξαφανίσαντα, δεσμῶν μέ λύτρωσαι, τῆς χαλεπῆς ἁμαρτίας, καί τόν νοῦν μου, λάμπρυνον, φωτί τῆς
χάριτος.
Διασωσον ταῖς πρός Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καί χαλεπῆς περιστάσεως, τούς εὐλαβῶς προσιόντας σοί Θεοδώρα.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.

Θεοῦ δωρεῶν, ἐπώνυμος τυγχάνουσα, παρέχεις ἀεί, τάς θεοσδότους χάριτας, τοῖς τῷ ναῶ σου σπεύδουσι, Θεοδώρα καί πίστει βοῶσι σοί · μή διαλίπης πρεσβεύειν Χριστῷ,
διδόναι ἠμίν τό θεῖον ἔλεος.

Ὠδή δ'. Εἰσακήκοα Κύριε
Μάρτυς ὤφθης περιδοξος, ὑπέρ ἀληθείας τό αἷμα χέασα διά τοῦτο δυσωποῦμεν σέ · ψεύδους καί ἀπάτης ἠμᾶς λύτρωσαι.
Ἰατήριον γίνεται, πίστει λαμβανόμενον καλλιπάρθενε, τό ἐγγύς του θείου οἴκου σου, ἀναβλύζον ὕδωρ τή σή χάριτι.
Νοσημάτων ἁπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα δεόμεθα, Θεοδώρα τούς τιμώντας σέ, ὡς Χριστοῦ κλεινήν Ὁσιομάρτυρα.

Θεοτοκίον
Ὡς Θεόν σωματώσασα, καί μετά τόν τόκον ἄφθορος μείνασα, Θεοτόκε Ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν μέ λύτρωσαι.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς
Θραῦσον τοῦ ἐχθροῦ, κάθ΄ἠμῶν τά μηχανήματα, Θεοδώρα τή θερμή σου ἀρωγή, ἐν εἰρήνη τήν ζωήν ἠμῶν φυλάττουσα.
Ἔπιδε ἠμίν, συμπαθείας Μῆτερ ὄμματι, καί παρασχου θεοσδότους παροχάς, Θεοδώρα τοῖς ἐν θλίψεσιν ὑπάρχουσιν.
Ὅρμος νοητός, ὁ ἐν Βάστα θεῖος οἶκος σου, Θεοδώρα ἀνεδείχθη ἀληθῶς, τοῖς ἐν κύμασι τοῦ βίου προσπαλαίουσι.

Θεοτοκίον
Δίδου μοί Ἁγνή, τήν ταχείαν σου βοήθειαν, καί ἁπάλλαξον μανίας τοῦ ἐχθροῦ, ὑπό τούτου θλιβομένην τήν καρδίαν μου.

Ὠδή στ'. Τήν δέησιν
Ὡς ἤθλησας, στερροψύχως Ὁσία, δωρεῶν ἐπουρανίων ἐπλήσθης · ὅθεν ἐκπλήττεις πιστῶς Θεοδώρα, τή ἐνοικούση τῷ θείω τεμένει σου, χάριτι θεία καί ροπή, δί΄ἤς σώζεις
τους σέ μακαρίζοντας.
Ροαίς σου τῶν ἐκχυθέντων αἱμάτων, πηγή ἔβλυσεν ἀφθόνων ὑδάτων ὅθεν ἠμίν ζωῆς βλύσον τό νάμα, καί ἀπαθείας τό ὕδωρ τό ἤδιστον, ταῖς πρός Θεόν σαῖς προσευχαῖς,
Θεοδώρα σεμνή καλλιπάρθενε.
Ἀγγέλων, συνηδομένη τοῖς δήμοις, μή ἐλλίπης ἐποπτεύουσα Μῆτερ, τούς ἐν τῷ θείω ναῶ σου νῦν ἐν Βάστα, ἐκ διαφόρων χωρίων καί πόλεων, συντρέχοντας πανευλαβῶς,
καί τήν σήν ἑξαιτούντας ἀντίληψιν.

Θεοτοκίον
Ἐτέχθη, ἐκ τῆς ἀχράντου γαστρός σου, ὁ τά πάντα ἐκ μή ὄντων ποιήσας, καί τῶν βροτῶν τήν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσας δί΄ἔλεος ἄφατον ὄν καθικέτευε Ἁγνή, τήν
φθαρεῖσαν καινίσαι καρδίαν μου.
Διασωσον ταῖς πρός Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καί χαλεπῆς περιστάσεως, τούς εὐλαβῶς προσιόντας σοί Θεοδώρα.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. χριστιανος.gr



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Ὁσιομάρτυς Κυρίου πανεύφημε, τῶν δωρεῶν τῶν ἐνθέων ἐπώνυμε, ἀπαύστως Χριστόν καθικέτευε, παντός κινδύνου καί θλίψεως ρύεσθαι, τούς σέ Θεοδώρα γεραίροντας.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.
Στίχ. Καί ἔστησαν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά. Διαβήµατά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον. (ε΄. 4-34)
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν καί
δαπανήσασα τά πάρ΄ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν ἤψατο τοῦ ἱματίου
αὐτοῦ· ἔλεγεν γάρ ἐν ἐαυτή ὅτι ἐάν ἄψωμαι καν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι, καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς
μάστιγος, καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω ἔλεγε· τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί
αὐτοῦ· βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν, ἡ δέ γυνή φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὁ γέγονεν ἔπ΄αὐτή,
ἦλθε καί προσέπεσεν αὐτῶ καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν, ὁ δέ εἶπεν αὐτή· θύγατερ, ἡ πίστις σου σέσωκε σέ· ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Δῶρον ὡς εὐπρόσδεκτον, προσανεχθεῖσα Κυρίω, βίου καθαρότητι, καί Μαρτύρων αἵματι καλλιπάρθενε, δωρεῶν μέτοχος, ὤφθης οὐρανίων διά τοῦτο σου δεόμεθα·
πάσης στενώσεως, καί ἐπιφορᾶς καί κακώσεως, ἀτρώτους διαφύλαττε, τούς εἰλικρινῶς σέ γεραίροντας, ταῖς σαῖς ἰκεσίαις, θεοφρον Θεοδώρα πρός Χριστόν, οὐ τῷ φωτί
καταλάμπρυνον, Μῆτερ τάς ψυχᾶς ἠμῶν.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς ἁγίας ὁσιομάρτυς Θεοδώρας τῆς ἐν
Βάστα Πελοποννήσου Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου
καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Συντριβεῖς τή κακία, τή θερμή σου πρεσβεία προστρέχω πανσεμνέ σύ οὔν ταλαιπωρίας, δεινῆς ἁπάλλαξον μέ, καί ζωῆς μοί βελτίωσιν, ἑξαίτει παρά Χριστοῦ, θεοφρον Θεοδώρα.
Οἱ τῷ θείω ναῶ σου, καταφεύγοντες πίστει θερμή λαμβάνουσιν, ὑγείαν τήν κάτ΄ἄμφω, καί λύσιν πάσης λύπης, Θεοδώρα πρεσβείαις σου · σύ γάρ παρέχεις ἀεί, τοῖς πάσι θείας
δόσεις. χριστιανος.gr
Γεωργήσασα Μῆτερ, τούς καρπούς ἀπαθείας τή πολιτεία σου, παθῶν τῶν ἀκαθάρτων, καί νόσων καί σκανδάλων, ἀνωτέρους διάσωζε, τούς σέ τιμώντας πιστῶς, σεμνή
Ὁσιομάρτυς.

Θεοτοκίον
Ἐπιφάνηθι Κόρη, νοερά ἐπισκέψει τοῖς σέ δοξάζουσι, καί πλήρωσον Παρθένε, ἠμῶν τάς διανοίας, φωτισμοῦ τοῦ τῆς χάριτος, ὡς φωτοφόρος παστάς, τοῦ φωτοδότου Λόγου.

Ὠδή ἡ'. Τόν Βασίλεα
Ρείθροις ἀΰλοις, τῶν θεϊκῶν δωρεῶν σου, καταδρόσισον ἠμῶν τάς διανοίας, Μῆτερ φλεγομένας, παθῶν τή ἐπηρεία.
Ἄνωθεν ἴδε, τούς τῷ ἁγίω ναῶ σου, καταφεύγοντες Ὁσία Θεοδώρα, καί παρασχου τούτοις, τάς σωτηρίους δόσεις.
Σέ προστασίαν, οἱ ἐν κινδύνοις τελοῦντες, Μάρτυς ἔχοντες λυτρούμεθα τῶν πόνων, καί τήν σήν ὑμνοῦμεν, ὤ Θεοδώρα χάριν.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, καί παρασχου μοί συγχώρησιν πταισμάτων, ταῖς πρός τόν Υἱόν σου, πρεσβείαις Θεοτόκε.

Ὠδή θ'. Κυρίως Θεοτόκον
Μαρτύρων εὐκληρίας, ἤδη ἐντρυφώσα, τῆς τῶν παθῶν δυστυχίας ἁπάλλαξον, Ὁσιομάρτυς Κυρίου τους σέ γεραίροντας.
Ὁδόν ἠμᾶς βαδίζειν, Μάρτυς Θεοδώρα, τῶν ἐντολῶν τοῦ Σωτῆρος ἐνίσχυσον, ὡς ἄν ζωῆς αἰωνίου ἀξιωθείημεν.
Ὑμνοῦντες σου τόν βίον, Μῆτερ Θεοδώρα, ἀπεκδεχόμεθα πάντες τήν χάριν σου, ἤν ἀεί δίδου τοῖς πίστει σέ μακαρίζουσι.

Θεοτοκίον
Ὑψίστου Λόγου Μῆτερ, Κεχαριτωμένη, ἐξ ἀλογίας τόν νοῦν μου ἀνύψωσον, ἐπινοιῶν ἀκαθάρτων του πολεμήτορος.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Ἔρωτι τρωθεῖσα τῷ θεϊκῶ, πάντα τά ἐν κόσμω, καταλέλοιπας νουνεχῶς, καί δί΄ ἐγκρατείας, ἐδούλευσας Κυρίω, Ὁσία Θεοδώρα βίου λαμπρότητι.
Ἤμειψας τό σχῆμα γνώμη στερρά, καί τήν κλῆσιν ἅμα, καί ἐν τάγματι Μοναστῶν, ὡς ἀνήρ προσῆλθες, καί ἤσχυνας τόν ὄφιν, Ὁσία Θεοδώρα, πόνοις ἀσκήσεως.
Τήν συκοφαντίαν τήν χαλεπήν, ἤνεγκας ἀνδρείως, Θεοδώρα νύμφη Χριστοῦ, καί τήν κεφαλήν σου, ἀδίκως ἐκτμηθεῖσα, μαρτυρικῶν στεφάνων, ὄντως ἠξίωσαι.
Θαῦμα ὄντως πέλει ὁ σός ναός, ὁ ἐν Βάστα Μῆτερ, τῷ χωρίω ἔνθα χοροί, ἐκ τῆς περιοίκου, συρρέοντες προθύμως, λαμβάνουσιν ὑγείαν, ψυχῆς καί σώματος.
Χαίροις τῶν Ὁσίων ἡ κοινωνός · χαίροις τῶν Μαρτύρων, τῶν Ἁγίων ἰσοκλεῆς · χαίροις Θεοδώρα, Χριστοῦ Ὁσιομάρτυς, τῶν Πελλοπονησίων, θεῖον καλλώπισμα.
Κλήρου τά αἰτήματα τῶν πιστῶν, τῶν σπευδόντων Μάρτυς, τῷ ναῶ σου τῷ ἱερῶ, τῶν ἐν Βάστα ὄντι, καί δίδου Θεοδώρα, ἀπό τῶν δωρεῶν σου, χάριν τοῖς χρήζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Τά συνήθη τροπάρια, ἐκτενής, ἀπολυτίκιον καί ἀπόλυσις, μέθ΄ἤν τό ἑξῆς.
Ἦχος δ'. Ταχύ προκατάλαβε

Ὡς δῶρον πολύτιμον, καί προσφοράν λογικήν, Χριστῷ προσενήνοχας, τῷ ἐπί πάντων Θεῶ, τό αἷμα σου πανσεμνέ. Ὅθεν Ὁσιομάρτυς, Θεοδώρα δυσώπει, ἄφεσιν τῶν
πταισμάτων, καί ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς εὐφημούσι, τήν θείαν σου ἄθλησιν.

Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου
Πάντας τούς προστρέχοντας πιστῶς, τῷ ἐν Βάστα θείω ναῶ σου, καί τή εἰκόνι σου, εὐλαβῶς προσπίπτοντας, Ὁσιομάρτυς Χριστοῦ, Θεοδώρα ἑκάστοτε ἐκ πάσης ἀνάγκης,
καί νόσων καί θλίψεων, καί βασκανίας δεινῆς, φύλαττε ἀτρώτους λιταίς σου, καί τήν προστασίαν σου δίδου, πάσι τοῖς ὑμνούσι τούς ἀγώνας σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον
Θεοδώρα λύτρωσαι νόσων καί πόνων.
Γεράσιμον σπεύδοντα τή χάριτί σου.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα