Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 


Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Καθυπομένειν ζοφερᾶς ἀλγοδόνας καί τάς τοῦ βίου κατωδύνους βασάνους ἀξίωσον τούς σπεύδοντας τή σή ἀρωγή, Μῆτερ εὐσυμπάθητε, βασιλίς πανοβλία, καί ὁσίων καύχημα,
ἴνα πόθω βοῶμεν· Ὑπομονή, πρός Κτίστην καί Θεόν ὑπάρχεις πάντων ἀνύστακτος πρέσβειρα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὑπόδειγμα δεῖξον ὑπομονῆς ἐν ταῖς καταιγίσι τήν προσκαίρου μου βιοτῆς, κραυγάζω σοί, Μῆτερ πανολβία, Ὑπομονή, βασιλίδων ὠράϊσμα.
Πατρίδα λιποῦσα, Ὑπομονή, τήν βρότειον ἤρθης πρός τήν ἄνω περιχαρῶς, πρός ἤν καταξίωσον λιταίς σου κάμε ἀρθῆναι τόν πόθω τιμώντα σέ.
Ὁσίων ἀγλάϊσμα γυναικών, κοσμήσασα ἔργοις εὐποΐας τῆς σήν ψυχήν καί πόνοις ἀσκήσεως στεφάνους, Ὑπομονή, ἀφθαρσίας ἀπείληφας.

Θεοτοκίον
Μαρία, τῆς χάριτος καθαρόν δοχεῖον, δυσώπει τόν Υἱόν σου καί Λυτρωτήν ἠμῶν θεραπεῦσαι ἀλγηδόνας τάς ζοφερᾶς της καρδίας, δεόμεθα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὁ σεπτός Σου Νυμφίος, Ὑπομονή ἄνασσα, ἐν τῷ οὐρανίω νυμφώνι, ὑποδεχόμενος σέ μεσιτεύειν ἀεί ὑπέρ ἠμῶν τῶν ἐν ὕμνοις μελιχροῖς τιμώντων σέ χάριν σοῖ δέδωκε.
Νυχθημεροῖς ἀγῶσι καί προσευχαῖς εἴλκυσας τήν τοῦ θείου Πνεύματος χάριν εὐαρεστήσασα, Ὑπομονή, τῷ Θεῶ, ὤ νῦν πρεσβεύεις ἀπαύστως δοῦναι τοῖς τιμῶσι σέ χάριν
καί ἔλεος.
Ἡ Τριάς ἡ ἁγία, Ὑπομονή, ἔδειξε σέ, τήν βασιλείας προσκαίρου πλούτη μισήσασαν, πολίτιν τῶν οὐρανῶν καί θείαν πρέσβεριαν πάντων τῶν ἀνευφημούντων σέ ὡς ὄλβον
πίστεως.

Θεοτοκίον
Σῶσαι θέλων τόν κόσμον ὁ τοῦ πάντος Κύριος ἔλαβεν ἐκ τῶν σῶν αἱμάτων τήν βρότειον, Θεοκυῆτος ἁγνή, καί πρός θεώσεως σφαίρας γένος τό ἀνθρώπινον ἅπαν ἀνύψωσε.
Διασωσον, Ὑπομονή μακαρία, τούς σέ ὑμνοῦντας καί δοχεῖα ὑπομονῆς ἀναδεῖξον πάγχρυσα αὐτούς ἐν τοῦ βίου ταῖς τρικυμίαις. χριστιανος.gr
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή

Ὁσίων λαμπτήρ μητέρων φαεινότατε, ταῖς σαῖς πρός Θεόν πρεσβείαις καταφεύγομεν ἐκτενῶς κραυγάζοντες· δεινά ὑπομένειν τοξεύματα, Ὑπομονή, ἀξίωσον ἐχθροῦ ἀεί τοῦ
ζητοῦντος σπαράξαι μέ.

Ὠδή δ'. Εἰσακήκοα, Κύριε
Πενομένων βοήθεια καί ἀδικουμένων ὀφθεῖσα στήριγμα, Βασιλίς, γενού ἀκλόνητον ἐν ταῖς βίου ράχαις μάχαις πάντων στήριγμα.
Λοιμικά ἀρρωστήματα δίωξον εὐχαίς σου ἐκ τῶν τιμώντνων σέ καί ὑγείαν πάσι βράβευσον σέ, Ὑπομονή, τοῖς μακαρίζουσιν.
Ἡ τιμία ἐπίκλησις τοῦ ὀνόματός σου ἠδύνει ἅπαντάς τους ἐν κλίνη ἀσθενήματος, νῦν, Ὑπομονή, κειμένους, ἔνδοξε. χριστιανος.gr

Θεοτοκίον
Ραίνομεν σέ ἑκάστοτε μύροις ἐφυμνίων, Θεογεννήτρια, ὅτι χάριτι ἐσώθημεν ἐκ φθορᾶς ἠμεῖς διά τοῦ τόκου σου.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς
Ὤφθης φωτεινός λύχνος ἄκρας ταπεινώσεως, ἴνα δείξης τοῖς πιστοῖς, Ὑπομονή, ἀτραπούς τῆς σωτηρίου ταπεινώσεως.
Στύλε ἀκλινής φιλοπτώχου ἀντιλήψεως, βασιλίς Ὑπομονή, τούς σέ λαμπρῶς εὐφημούντας ἐν ἀγάπης βάθρω στήριξον.
Ὅλη φωταυγής τῷ Νυμφίω σου παρίστασαι καί πρεσβεύεις τῷ Χριστῷ, Ὑπομονή, ὑπέρ πάντων ἀνυμνούντων σου τήν ἄσκησιν.

Θεοτοκίον
Νεῦσον ταῖς ἠμῶν παρακλήσεσι, Παντάνασσα, καί καταπευσον τόν πόλεμον σαρκός τόν κατώδυνον βοῶ σοί, ὁ τρισδύστηνος.

Ὠδή στ'. Τήν δέησιν
Ὑμνοῦμεν σέ, ἑαυτήν τήν τήξασαν ὡς κηρόν ἀσκητική πολιτεία, Ὑπομονή βασιλίς, καί πτωχείαν τοῦ Ἰησοῦ ὁλοθύμως ποθήσασαν, ἴνα τόν πλοῦτον οὐρανῶν ὑποδείξης ἠμίν τόν
ἀδάπανον.
Παρασχου μοί μετανοίας δάκρυα καί σταγόνας ὄμβρισον μοί ἐν βίω ὑπομονῆς καθαιροῦσας τοῦ ἄγχους καί μεριμνῶν τό ρυπῶδες ἱμάτιον, Ὑπομονή, ψυχῆς ἐμῆς πρός Θεόν ὡς
νεφέλη ἐντεύξεων. χριστιανος.gr
Ὁδήγησον εἰς ὁδόν ἀνάγουσαν πρός ζωήν ἐν οὐρανοῖς τήν ἀγήρω, Ὑπομονή, τόν προσφεύγοντα πόθω τή χάριτί σου, ὀσίω ὠράϊσμα καί ἀλκιφρόνων γυναικών στηλογράφημα
ἔμπνουν, βασίλισσα.

Θεοτοκίον
Μητρόθεε, τά ροᾶς ἀποσμηξον τῶν ἀπείρων μου δακρύων εὐχῶν σου τῶν ἀσιγήτων πρός Κύριον μάκτρω καί σόν Υἱόν χαρμονῆς ἀνατέλουσα καμοί φωτολαμπρόν αὐγήν,
ἴνα πόθω ἀεί μακαρίζω σέ. χριστιανος.gr
Διασωσον, Ὑπομονή μακαρία, τούς σέ ὑμνοῦντας καί δοχεῖα ὑπομονῆς ἀναδεῖξον πάγχρυσα αὐτούς ἐν τοῦ βίου ταῖς τρικυμίαις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν

Ταῖς ἀόκνοις πρός τόν Ἰησοῦν τόν εὐΐλατον σαῖς εὐχαῖς, βασιλίς εὐκλεές, κατεφεύγοντες ἐκβοῶμεν· Ὑπομονή, ὅσιων γυναικών καλλονή μή παύση ἐκτενῶς ὑπέρ πασχόντων
ἀλγεινῶς δεομένη τοῦ Κτίσαντος· τηρεῖ οὔν ἐν ὑγεία τούς ὕμνοις σέ εὐφημούντας καί ἀσιγήτως, ἀγλαή, αἰτουμένους σου τήν εὔνοιαν. χριστιανος.gr

Προκείμενον
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.
Στίχος: Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ Μάρκον (ἡ' 34-θ' 1)
Εἶπεν ὁ Κύριος ὅστις θέλει ὀπίσω Μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω Μοί. Ὅς γάρ ἄν θέλη τήν ψυχήν αὐτοῦ σῶσαι,
ἀπολέσει αὐτήν ὅς δ' ἄν ἀπολέση τήν ἑαυτοῦ ψυχήν ἕνεκεν Ἐμοῦ καί τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήση τόν κόσμον ὅλον,
καί ζημιωθῆ τήν ψυχήν αὐτοῦ; ἡ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῆ Μέ καί τούς Ἐμοῦς λόγους ἐν τή γενεά ταύτη τή μοιχαλίδι καί
ἁμαρτωλῶ, καί ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθη ἐν τή δόξη τοῦ Πατρός Αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοις ἀμήν λέγω ὑμιν
ὅτι εἰσι τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. χριστιανος.gr

Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Εὔκλειαν βασίλειον ἀποθεμένη ἀζύγων τήν στενήν καί δύσβατον τρῖβον ἐπεπόθησας καρτερώτατα, θαυμαστή ἄνασσα, Βασιλίδος ἄνασσα, Βασιλίδος κλεός, διανύσαι καί
ἀρχέτυπον γενέσθαι νήψεως καί ὑπομονῆς· ὅθεν κράζομεν· βίου ὑπομενειν τάς θλίψεις ἀκλινῶς, Ὑπομονή, καί δυσπραγίας ἀξίωσον τούς πιστῶς τιμώντας σέ.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς Ὁσίας Ὑπομονῆς,
Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὀρθρινός ὤφθης, Μῆτερ, ἀρετῶν ὥσπερ ἄλλος παντοίων ἥλιος ἐν Βασιλίδι πάντας φωτίζουσα καί ζόφον τῆς κακίας διώκουσα, Ὑπομονή, παμφαές τῆς βιοτῆς μου φάρε.
Νοσημάτων πραύνεις ἀλγηδόνας εὐχαίς σου πρός τόν Παντάνακτα, Ὑπομονή, καί ρῶσιν παρέχεις τοῖς ὑμνούσι τά σεπτά σου παλαίσματα καί τήν τοῖς πάσι γνωστήν εὐγένειαν
ψυχῆς σου.
Ἡ μονή τοῦ ὁσίου Παταπίου τιμώσα τήν θείαν μνήμην σου πρός μίμησιν καμάτων τῶν θείων σου προτρέπεθ τούς πιστούς, παντευλόγητε Ὑπομονή, ἐκλεκτή του Ζωοδότου
νύμφη.

Θεοτοκίον
Χοϊκῶν γένος ἅπαν μακαρίζει σέ, Κόρη Θεογεννήτρια, ὡς πρόξενον ἀφθίτου χαρᾶς τέ εὐφροσύνης αἰωνίου καί στήριγμα ἐν συμφοραίας χαλεπαῖς ἑδραῖον, Παναγία.

Ὠδή ἡ'. Τόν βασιλέα
Ἀφθάρτου δόξης ἀξιωθεῖσα ἐν πόλω καί συγχαίρουσα δήμοις ὁσίων πρέσβευε δοθῆναι ἠμίν πταισμάτων λύσιν.
Ρεόντων ὤφθης, Ὑπομονή, ὑπερτέρα καί βασίλειον πλοῦτον παρεῖδες, ἴνα τήν πτωχείαν Χριστοῦ διδάξης πάσιν.
Ἀδειαλείπτου εὐχῆς ἐγνώσθης βιβλίον χρυσοτύπωτον, Μῆτερ ἁγία· ὅθεν χάριν εὖρες ὑπέρ ἠμῶν πρεσβεύειν.

Θεοτοκίον
Λειμών ἁγνείας, Θεοχαρίτωτε Κόρη, τούς ἰκέτας σου ἄγνιζε πάντας σέ τούς ἀνυμνοῦντας ἐκ ψυχοφθόρου ρύπου.

Ὠδή θ'. Κυρίως Θεοτόκον
Ἀναστησον μέ, οἶμοι, τόν νενεκρωμένον, Ὑπομονή, ἁμαρτίαις ἱκέτην σου, ἴνα ἐν χώρα τῶν ζώντων σύν σοῖ ἀγάλλωμαι.
Μιμήσασθαι τούς πόνους τῆς ἀσκητικῆς σου, Ὑπομονή, πολιτείας ἀξίωσον μοναζουσῶν τήν χορείαν τήν εὐφημούσαν σέ.
Πολλήν παρά Κυρίω κεκτημένη χάριν, Ὑπομονή, ὡς ὁσίων ἀγλάϊσμα ὑπέρ ἠμῶν ἐκδυσώπει Αὐτόν ἑκάστοτε.

Θεοτοκίον
Ἠγιασμένη Μῆτερ τοῦ Παμβασιλέως Χριστοῦ, πρός θρόνον Αὐτοῦ τόν ὑπερφωτόν τούς σέ τιμώντας ἀπαύστως ἐν βίω ἔλκυσον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Ἄνθος μυροβόλου ὑπομονῆς κατευφραῖνον δῆμον τῶν μερόπων ἐπί τῆς γής καί χορόν ἀγγέλων ἐν οὐρανίοις δόμοις, Ὑπομονή, ἐπώφθης, ἔνθεε ἄνασσα.
Ἔχειν ἐστραμμένον πρός τόν Θεόν τῆς ψυχῆς τό ὄμμα καί τοῦ βίου τάς συμφορᾶς ὑπομένειν, Μῆτερ, καλῶς ἀξίωσον μέ, Ὑπομονή θεοφρον, σέ τό γεραίροντα.
Ἐπικαλουμένους πανευλαβῶς ὄνομα τό θεῖον καί σεπτόν σου, Ὑπομονή, βασιλίς θεοφρον, ἀπήμονας συντήρει καί τάς αὐτῶν αἰτήσεις πλήρου ἑκάστοτε.
Πράξεσιν ἐκλάμπουσα ἀγαθοῖς ἤρθης πρός τά ὕψη οὐρανίων θεωρίων, Κωνσταντίνου μῆτερ ἐσχάτου Βασιλέως, Ὑπομονή, τοῦ θείου πίστεως μάρτυρος.
Ἔχει τήν εἰκόνα σου ὁ Ναός τοῦ Ἀθανασίου τοῦ Μεγάλου, ὡς τιμαλφῆ ὄλβον, ἐν Θησείω, Ὑπομονή Ὁσία, ἤν Πάντες προσκυνοῦντες σέ μακαρίζομεν.
Χαίροις, ἐκμαγεῖον ὑπομονῆς, στήλη σωφροσύνης, ἀδιάσειστον ἀρετῶν τεῖχος καί ταμεῖον, Ὑπομονή, ἀγάπης, ἐνθέων βασιλίδων κέρας περιδοξον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τό Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τόν συνάναρχον Λόγον

Τήν κλεινήν βασιλίδα ἐγκωμιάσωμεν, Ὑπομονήν τήν ὁσίαν, περιστεράν εὐλαβῆ ἐκ τοῦ κόσμου πετασθείσαν τῆς συγχύσεως πρός τάς σκηνᾶς τοῦ οὐρανοῦ ἐν ἀγάπη ἀκλινεί
ἀσκήσει καί ταπεινώσει βοῶντες· Μῆτερ, λιταίς σου θραῦσον ἠμῶν τῆς ἁμαρτίας δεσμούς.

Ἐκτενής καί Ἀπόλυσις μεθ' ἤν ψάλλομεν τό ἑξῆς.
Ἦχος β'. Ὄτε ἐκ τοῦ Ξύλου

Πάντα ὑπομένειν τά δεινά καί τοῦ μιαροῦ τάς ἑφόδους ἐξοστρακίζειν ταχύ σαῖς εὐχαῖς ἀξίωσόν τους σέ γεραίροντας καί πιστῶς καταφεύγοντας τή σή προστασία, ἀσθενεῖ ἡ
κρύπτουσα καλῶς ἐν σώματι φρόνησιν ἀνδρείαν τῷ ὄντι καί καθυποτάξασα σάρκα, ὤ Ὑπομονή, νοί τῷ θείω σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Δίστιχον
Αἵρειν ἀγογγύστως τόν ζυγόν Κυρίου, Ὑπομονή ἀξίωσον Χαραλάμπη.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα