Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΝΕΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΥΖΑΝΤΙΟΥ ΠΟΛΙΟΥΧΟΥ ΜΥΤΙΛΗΝΗΣ

Μετά το ευλογητός, το Κύριε εισάκουσον,
Είτα το, Θεός Κύριος˙ και το τροπάριον.
Ήχος Δ’. Ο υψωθείς εν τω Σταυρώ…

Τω αθλοφόρω του Χριστού τω γενναίω, νυν προσδραμόντες οι πιστοί, ομοφώνως, εν μετανοία, κράξωμεν αυτώ αληθεί: Άγιε Θεόδωρε, Νεομάρτυς Κυρίου, σπεύσον εξελού ημάς, από πάσης ανάγκης, και επηρείας, μάκαρ, του εχθρού, ταις προς Θεόν ικεσίαις σου, ένδοξε.

Δόξα. Απολυτίκιον. Ήχος δ΄. Ταχύ προκατάλαβε.
Το πάντιμον λείψανον του Θεοδώρου, πιστοί, ενδόξως τιμήσωμεν ως θησαυρόν τιμαλφή, και πάντες βοήσωμεν: Σώσον εκ των κινδύνων, τους πιστώς σε τιμώντας, ως ποτέ συ ερρύσω, εκ πανώλους την πόλιν, και πάντας περιφρούρησον ταις ικεσίαις σου.
Και νυν… Θεοτόκιον.
Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου ˙ σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν’ Ψαλμός. Και ο Κανών.
Ωδή Α’. Ήχος Δ’. Αρματηλάτην Φαραώ εβύθισε.
Προς την σην όντως κραταιάν αντίληψιν, οι εν κινδύνοις πολλοίς, συσχεθέντες, Μάρτυς, πεφευγότες κράζομεν: Σπεύσον Χριστού Θεόδωρε, ρύσαι θλίψεως πάσης, τους σε αεί μακαρίζοντας, και τα σα δοξάζοντας τρόπαια.

Πάσαις ιδέαις λυπηρών κυκλούμενοι, και αντιπνοίαις αεί, των σκανδάλων βίου, υπέρ νουν βαλλόμενοι, προς την σην, Θεόδωρε, ταχινήν προστασίαν προσπεφευγότες, δεόμεθα, τούτων λυτρωθήναι, πανεύφημε.

Τους καθ΄ημών εγειρομένους κλύδωνας εξ αοράτων εχθρών, και των ορωμένων, και δεινήν κατάλυσιν, επαπειλούντας, Άγιε, τη ροπή πρεσβειών σου, εις νηνεμίαν μετάτρεψον, και φαιδράν γαλήνην, Θεόδωρε.
Θεοτόκιον.
Γην εύφορον Θεοτόκε Δέσποινα, σε δυσωπώ εκτενώς, την ακανθοφόρον ποίησον, γεωργία ενθέω, των πρεσβειών σου Πανάχραντε, όπως κατά χρέος δοξάζω σε.

Ωδή Γ’. Ουρανίας αψίδος.
Προς Θεού συ εδόθης, δώρον πιστοίς ένδοξε, σε προσκαλουμένοις εκ πόθου, Μάρτυς Θεόδωρε, εκ των κινδύνων αεί, πάντας λυτρούμενος μάκαρ, ταις προς τον φιλάνθρωπον, θείαις πρεσβείαις σου.

Τις ισχύσειεν όντως, σου εξειπείν Άγιε, τας τερατουργίας εν κόσμω, Μάρτυς, και την βοήθειαν προσπεφευγότες πιστώς, μετά δακρύων αιτούμεν, νεύσον ελευθέρωσον ημάς Θεόδωρε.

Συνεχόμενοι θλίψει, νυν προς την σην Άγιε, κραταιάν αντίληψιν Μάρτυς, και την βοήθειαν προσπεφευγότες πιστώς, μετά δακρύων αιτούμεν, νεύσον ελευθέρωσον ημάς Θεόδωρε.

Θεοτόκιον.
Επί σοι τας ελπίδας, μόνη Αγνή Δέσποινα, τας της σωτηρίας μου πάσας, νυν ανατίθημι ˙ εν σοι θαρρών εκ πολλών, νυν αναγκών εκλυτρούμαι, όθεν και μελλούσης με ρύσαι κολάσεως.
Διάσωσον από κινδύνων ημάς τους πίστει σοι προσιόντας, ότι πάντες ικετικώς προς σε καταφεύγομεν, ως μέγιστον Θεόδωρον ημών πρέσβυν.
Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασε της ψυχής μου το άλγος.
Αίτησις και το Κάθισμα. Ήχος β΄. Τα άνω ζητών.
Μαρτύρων Χριστού, τοις δήμοις αριθμούμενος στεφάνω λαμπρώ, αθλήσεως κοσμούμενος, Νεομάρτυς ένδοξε, αθλητά Θεόδωρε μέγιστε, μη παύση πρεσβεύων Θεώ λυτρώσασθαι ημάς, εκ παντοίων δεινών.

Ωδή Δ’. Συ μου ισχύς, Κύριε.
Και που λοιπόν, έτερον, εύρω υπέρμαχον; Ει μη όντως σε αξιάγαστον τον του Χριστού νέον αθλητήν; Όθεν σου τη σκέπη, τη κραταιά,μ νυν Θεόδωρε, προσέδραμον ο τάλας, εν κατανύξει, κραυγάζων σοι ˙ εκ παντοίων με ρύσαι κακώσεων.

Ικετικώς Μάρτυς, Άγιε Θεόδωρε, Βυζαντίου θείον μάκαρ βλάστημα, και Μυτιλήνης κλέος, ήδη σοι προσπίπτω, εν ταπεινώσει αιτούμενος, την σην παναλκεστάτην, αρρωγήν εν κινδύνοις, συνεχόμενος νυν παναοίδιμε.

Θεοτόκιον.
Νυν εφ΄ημάς, έπνευσαν θλίψεν, Άγιε, καταιγίδες, και καταστρωννύειν τε, επαπειλούσιν άρδην βυθώ, της απελπισίας, άσπερ ταις αύραις δεήσεων των σων προς τον Δεσπότην, σταθεράν εις γαλήνην διαμείψαι αιτούμεν Θεονύμφευτε.

Ωδή Ε’. Την δέησίν μου εκχεώ.
Εν κινδύνοις σε ρύστην, εν συμφοραίς τε παρήγορον εύροιμι και ποικίλαις νόσοις, δοκιμώτατον όντως ακέστωρα, αθλητά Κυρίου, Νεομαρτύρων ωραιότης, αξιάγαστε μάκαρ Θεόδωρε.

Λύπης άμετρος σάλος, και αμέτρων θλίψεων άπειρα κύματα, της ψυχής το σκάφος, της εμής κατακλύζουσιν, Άγιε, και μηκέτι φέρων, την βίαν τούτων καταφεύγω, προς την σην προστασίαν Θεόδωρε.

Νεομάρτυς Κυρίου, αξιομακάριστε σοφέ Θεόδωρε, ο αγχόνην όντως υποστάς υπέρ Χριστού της πίστεως, τους ημίν εχθίως, διακειμένους προς Χριστόν σαις λιταίς κατασίγασον.

Θεοτόκιον.
Αειπάρθενε Κόρη, χαίρε Θεοτόκε Μαρία Θεόνυμφε, χαίρε Θεού ζώντος, όντως έμψυχε πόλις πανθαύμαστε, χαίρε κλίμαξ θεία, βροτούς αννάγουσα προς ύψος ουρανού από γης τους υμνούντας σε.

Ωδή ς’. Την δέησιν εκχεώ.
Εκύκλωσαν ωσεί κύνες άγριοι, οι ψυχώλεθροι εχθροί την σην ποίμνην, καθυλακτούντες ατιθάσως, και εις τον Άδην ωθούντες και έλκοντες ˙ σπεύσον ουν μάκαρ αθλητά, και της τούτων μανίας εξάρπασον.

Οι μώλωπες της εμής προσώζεσαν, παναθλίας τε ψυχής και δυστήνου, παραχωρήσει διόπερ Κυρίου, κατεδικάσθην εις θλίψεις και κάκωσιν, δυνάμει των σων πρεσβειών αθλητά με Θεόδωρε ίασαι.
Ως άγριοι μονιοί την άμπελον, ενεμήσαντο ψυχής μου αθλίας, των δυσμενών επελθούσαι κακώσεις, και παντελή απειλούσιν ερήμωσιν ˙ ταις σαις πρεσβείαις προς Χριστόν, Αθλοφόρε, διάσωσον δέομαι.

Θεοτόκιον.
Στενώσεως πάσης ρύσαι Δέσποινα, και κινδύνων με, Παρθένε, ναυτίας ˙ ώσπερ γαρ κύματα πάντοθεν, θλίψεις, το της ψυχής μου σκάφος κυκλώσασθαι, έμετον νυν, φθοροποιόν, προξενούσιν ων λύτρωσαι Πάναγνε.
Διάσωσον από κινδύνων ημάς Θεόδωρε Μάρτυς, τους εν πίστει νυν ακλινεί προς σε καταφεύγοντας, πρεσβείαις σου προς Χριστόν ευπροσδέκτοις.
Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε, επι την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και Κοντάκιον. Ήχος Β’.
Αθλοφόρε Χριστού του Θεού γενναιότατε, ορθοδόξων απάντων προστάτα οξύτατε, μη παρίδης σων ικετών δεήσεων φωνάς ˙ αλλ΄επάκουσον και νυν ημών Μάρτυς Θεοδώρου σοφέ, των Λεσβίων το καύχημα ˙ λύτρωσαι εκ κινδύνων και θλίψεων εκ παντοίων, τους σε γεραίροντας αεί, και τιμώντας σου την άθλησιν.
Είτα το Αντίφωνον του δ΄ήχου και το Προκείμενον.
Θαυμάσιος ο Θεός εν τοις Αγίοις αυτού.
Στίχος. Τοις Αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον. Εκ του κατά Λουκάν (κα’ . 12-19).
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς ˙ προσέχετε από των ανθρώπων ˙ επιβαλούσι γαρ εφ΄υμάς τας χείρας αυτών και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επι βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου ˙ αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ουν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι ˙ εγώ γαρ δώσω υμίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπο γονέων και αδελφών και συγγενών και φίλων, και θανατώσουσιν εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου, και θριξ εκ της κεφαλής υμών ου μη απόληται ˙ εν τη υπομονή υμών κτήσασθε τας ψυχάς υμών.
Δόξα Πατρί…
Ταις του Αθλοφόρου…
Και νύν.
Ταις της Θεοτόκου…
Στίχος. Ελεήμον, ελέησόν με ο Θεός. Και το παρόν Προσόμοιον.
Ήχος Πλ. Β’.Όλην αποθέμενοι.
Ρύσαι πάντας Άγιε, τους νυν εν πίστει και πόθω, επικαλουμένους σε, εκ παντοίων θλίψεων και κακώσεων, των εχθρών φάλαγγας τας εξ εναντίας, ισταμένας ημίν ένδοξε, και απειλούσας τε, ρίψαι απωλείας εις βάραθρα, τω ξίφει των σων σύγκοψον, πρεσβειών στερρόφρον Θεόδωρε, ίνα σεσωσμένοι υμνώμεν ευχαρίστως εν ωδαίς, την προς ημάς σου αντίληψιν Μάρτυς καρτερόψυχε.
Έτερον.
Παναγία Δέσποινα, η προστασία του κόσμου, Άγγελοι, Αρχάγγελοι, Απόστολοι δώδεκα Θεοσύλλεκτοι, του Χριστού Πρόδρομε, Ιωάννη μάκαρ, Αθλοφόροι τεσσαράκοντα, Στέφανε πρώταθλε, Βίκτωρ και Μηνά και Βικέντιε. Θεόδωρε Δημήτριε και τροπαιοφόρε Γεώργιε συν Αθανασίω. Βασίλειε Γρηγόριε Χρυσόστομε σοφέ συν Νικολάω πρεσβεύσατε υπέρ των ψυχών ημών.

Το, Σώσον ο Θεός τον Λαόν σου κ.τ.λ.
Ωδή Ζ’. Οι εκ της Ιουδαίας.
Κλύδων κακών κατέλαβέ με, και ανύποιστος χειμών παντός κινδύνου. Νεομάρτυς Χριστού, Θεόδωρε γενναίε, εις όρμον με γαλήνιον καθοδήγησον λιταίς σου.

Μη με παρίδης τον σον δούλον, σοι προσπίπτοντα ψυχής εν ταπεινώσει, και αιτούντα την σην παμάκαρ προστασίαν, Νεομαρτύρων καύχημα, ω Θεόδωρε γενναίε.

Όλην αυτού ο βροτοκόνος, εξεκένωσεν ως όντως, την φαρέτραν, κατ΄εμού ο δεινός, και όλον τραυματίαν κατέστησεν ˙ αλλ΄ίασαι, προς Χριστόν με σαις πρεσβείαις.
Θεοτόκιον.
Ειδόν σε πόρρωθεν Προφήτα εν τω Πνεύματι σε φως τω Παναγίω, την εν σπλάχνοις το πυρ το Θείον δεξαμένην, το καταφλέγον πταίσματα των ανθρώπων Θεοτόκε.

Ωδή Η’. Τον εν Όρει αγίω.
Περιστάσεων χείμαρροι παντοίων, εξετάραξαν τον οίκον της ψυχής μου ˙ διο προς σε κατέφυγον κραυγάζων σοι ˙ στήριξόν με Μάρτυς, σαις προς τον Δεσπότην πρεσβείαις ευπροσδέκτοις.

Συνεχόμενος θλίψεσιν αμέτροις, απηλπίσθην του ζην ο σος οικτρός ικέτης ˙ αλλά θαρρών τη ση Χριστέ χρηστότητι, σώσον με βοώ σοι, ταις του νεοάθλου πρεσβείαις Θεοδώρου.
Συνηθεία ηττώμενος κακίστη, διαπράττω έργα επαξία γεέννης, εντεύθεν ουν ποικίλαις περιπέπτωκα θλίψεσιν ο τάλας ˙ ων με Νεομάρτυς Θεόδωρε νυν ρύσαι.


Θεοτόκιον.
Μυστικόν σε πλουτώ σαφώς λιμένα, διαπλέων Αγνή την θάλασσαν του βίου, συ γαρ αεί προφθάνεις διασώζουσα πάσης με βλάβης και επηρείας πνευμάτων εναντίων.

Ωδή Θ’. Εξέστη επι τούτω ο ουρανός.
Μυρίαις νυν κυκλούμενος συμφοραίς και ανάγκαις δειναίς πιεζόμενος και πειρασμοίς πάντοθεν δονούμενος φοβεροίς, προς την σην Μάρτυς ένδοξε ήδη καταφεύγω επισκοπήν, αιτούμενος την λύσιν τούτων, Αθλοφόρε, Νεομαρτύρων ακροθίνιον.

Ζυγόν πικράς δουλείας τον χαλεπόν, ον οι δούλοι σου μάκαρ περίκεινται, σαις προσευχαίς σύντριψον, Θεόδωρε Αθλητά, ο την εχθρών δυσσέβειαν πάσαν στηλιτεύσας πριν ανδρικώς, και αίτησαι τελείαν ημίν ελευθερίαν δούναι θεόφρον τον Φιλάνθρωπον.

Χαίροις ο αήττητος αθλητής και κήρυξ γενναίος της θεότητος Ιησού, χαίροις Θεού δώρον ημίν δεδωρημένον εν χρόνοις τοις υστέροις, μάρτυς Θεόδωρε.

Ήνθησας ως ρόδον κοκκοβαφές, Θεόδωρε μάρτυς, εν τοις χρόνοις τοις καθ΄ημάς και ευωδιάζεις οσμαίς των σων χαρίτων ημών των σε ποθούντων, ψυχάς και σώματα.

Ως έχων παρρησίαν προς τον Χριστόν, δι΄ον Μάρτυς γενναίως ενήθλησας, υπέρ ημών τούτον εκδυσώπησον των πιστών, τα σα τιμώντων τρόπαια και ασπαζομένων πανευλαβώς θήκην των λειψάνων, Θεόδωρε τρισμάκαρ, το των Λεσβίων εγκαλλώπισμα.


Θεοτόκιον.
Ουκ έστιν όστις πέφευγε προς την σην κραταιάν προστασίαν Πανάχραντε Μήτερ Θεού και της σης ουκ έτυχε ταχινής Δέσποινα αντιλήψεως ˙ όθεν σοι βοώμεν χαρμονικώς το χαίρε του Αγγέλου, χαίρε παντός του γένους βροτών, Παρθένε, η ανάκλησις.

Το «Άξιόν εστί» και τα παρόντα Μεγαλυνάρια του Αγίου.
Ρύσαι πάσης νόσου φθοροποιού και παντός κινδύνου τους ικέτας σου αθλητά, Θεόδωρε μάκαρ, σαις προς Χριστόν πρεσβείαις, Νεομαρτύρων κλέος και εγκαλλώπισμα.
Φύλαττε τους δούλους σου αθλητά εκ παντοίας βλάβης και εκ πάσης τε απειλής εχθρών αοράτων και ορωμένων άμα, Θεόδωρε, της Λέσβου κλεινόν ωράϊσμα.
Μάρτυς αξιάγαστε του Χριστού, δέξαι παρακλήσεις αναξίων σων οικετών και ταύτας, θεόφρον, προσάγαγε τω μόνω Θεώ τε και Δεσπότη ημών, Θεόδωρε.
Λύτρωσαι κινδύνων παντοδαπών, σεισμού βαρυτάτου και βαρβάρων επιδρομής, λοιμού λιμού τε την σε τιμώσαν ποίμνην, Θεόδωρε τρισμάκαρ, Χριστού Νεόαθλε.
Δεύτε ευφημήσωμεν οι πιστοί, εν ωδαίς και ύμνοις, μαργαρίτην του Ιησού, των Νεομαρτύρων Χριστού το λαμπρόν άστρον. Θεόδωρον τον νέον πιστών το καύχημα.
Δεύτε φιλομάρτυρες εν χαρά, ύμνοις εγκωμίων στεφανώσωμεν τον κλεινόν και Θείον πολιούχον την νήσου Μυτιλήνης και κράξωμεν ενθέως, χαίροις πανθαύμαστε Θεόδωρε.
Τους μετ΄ευλαβείας τα ιερά λείψανά σου Μάρτυς προσκυνούντας σαις προς Θεόν ιεραίς πρεσβείαις φρουρών μη διαλείπης, Νεομαρτύρων κλέος Θείε Θεόδωρε.


Τρισάγιον, και τα εξής τροπάρια.
Ήχος β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Πάντας προστατεύεις Αθλητά των καταφευγόντων εν πίστει τη αντιλήψει τη ση Άγιε Θεόδωρε, των ευσεβών αρρωγέ ˙ προς Θεού γαρ δεδώρησαι ημίν τους εν βίω αεί κινδυνεύουσιν, ως ασφαλής βοηθός ˙ πάντας εκλυτρούμενος τάχει τους προσκαλουμένους σε Μάρτυς πάσης περιστάσεως πολύαθλε.


Δέσποινα πρόσδεξαι… και Απόλυσις.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα