Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Συνοδοιπόρος τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ Αὐτοῦ ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Ἰούδα μοι· ὅθεν ταῖς πρεσβείαις σου, πολυμόρων κινδύνων, ἐκ παντοίων
θλίψεων, καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον ἔχοντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν
σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἐχθρῶν ἀνηκέστων τὰς προσβολὰς δεχόμενος Ἅγιε, τῇ θερμῇ σου ἐπισκοπῇ προσβλέπω δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι θεάδελφε θλίψεως.
Ὑπάρχων πολύτιμος ἀρωγὸς, δαιμόνων φατρίας, καὶ ἁπάσης ἐπιδρομῆς, ἡμᾶς ἀκεραίους διατήρει, ταῖς σαῖς πρεσβείαις Θαδδαῖε μοι Ἅγιε. χριστιανος.gr
Φλογίσματα πάθους ὡς ὑετὸς, ἡμῖν κατασβέσας καὶ χαρίεσαν τὴν ζωὴν, ὑπεσχέθης ἅπασι Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.

Θεοτοκίον
Ῥυσθῆναι ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε χριστιανῶν, προστάτευε ἅπαντας Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων σοι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Παθημάτων ποικίλων, καὶ φοβερῶν θλίψεων, πάντας θεραπεύσας θεόφρων, τοῖς προσελθόντας σοι, οὕτως ἀπάλλαξον, πάσης φροντίδος καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς
σὲ δοξάζοντας.
Πῦρ ὁ φθόγγος σου ὤφθη, καὶ δαψιλῶς φρίττουσι πάντων τῶν δαιμόνων τὰ στίφη, δυνάμει μείζονι· ὅθεν κατάστειλον, τὴν τῶν παθῶν ἡμῶν στήλην, Ἅγιε Ἰούδα μοι, τῆς
παρουσίας σου.
Ἀσφαλέστατον τεῖχος, καὶ συμπαγὲς ἔρεισμα, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ καταστάσεσι, γενοῦ Ἰούδα μοι, τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι ἑκάστοτε, οἱ σὲ δοξάζοντες.

Θεοτοκίον
Ῥάβδος ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὥσπερ Ἠσαΐας προεῖπε, Ἁγίω Πνεύματι, Κόρη πανένδοξε· διὸ τῇ σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον τὴς διανοίας μου.
Διάσωσον, θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης, καὶ μαντείας τοῦ πονηροῦ ἀλγομήτορος, τοὺς σὲ τιμῶντες Θαδαῖε μοι ἀθλοφόρε.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. χριστιανος.gr

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίστου ἐχθροῦ, ἐδείχθης ἰσχυρότερος, καὶ πάντας σοφὲ, κατέπληξας τοῖς ἔργοις σου· καὶ νῦν μάκαρ προΐστασο, τῶν πιστῶς προσελθόντων ταῖς χεῖρες σου, καὶ τὸν
Σωτήρα δυσώπει ἀεὶ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ μὴ παρίδης πάσης θλίψεως. χριστιανος.gr
Ἀλγηδόνων παθήσεων, λύτρωσε Ιαδαῖε μοι, τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε, κεχρισμένους μάκαρ πρὸς τὸν Κύριον.
Τεθνεότας σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου Ἅγιε, οὕτω κράτησον Θαδδαῖε μοι, νεκρωθεῖσαν μάκαρ τὴν καρδίαν μου.

Θεοτοκίον
Ἰησοῦν τὸν πανέντιμον, ὅν ἀκαταλήπτως Κόρη ἐκράτησας, καθικέτευε χαρίσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς
Ἔχοντες τὴν σὴν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων, καθ’ ἡμῶν τὰς προσβολὰς, διὰ τούτο σοι προσφεύγομεν Ἰούδα μοι.
Ἔλαμψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόδινον ἀεὶ, τῶν λαθῶν ἡμῶν Θαδδαῖε μοι λαμπρότατε.
Μέγας βοηθὸς, ἠξιώθης ἡμῖν Ἅγιε, διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς, ἀνελοῦ ἡμᾶς κακώσεως καὶ θλίψεως. χριστιανος.gr

Θεοτοκίον
Ἄχραντε Ἀγνὴ, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε πειρασμῶν, Σὺ εἷ Μήτηρ τοῦ Θεοῦ ἡμῶν Πανάγαθος.

ᾨδὴ στ΄. Τὴν δέησιν
Σωμάτων, ἔκβαλε πόῤῥω τὰ ἄλγη τῶν πρὸς σὲ μετὰ σπουδῆς προσελθόντων, καὶ τῶν ψυχῶν ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον, Θαδδαῖε μοι
θαυματουργὲ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Ῥυσθῆναι, τοῦ μοχθηροῦ πανουργίας, καὶ ἅπάσης ἀπειλῆς καὶ κακίας, καὶ σκληροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Ἰούδα μοι, ὅτι ἀρίστην πρὸς
Αὐτὸν παῤῥησίαν κρατεῖς ἁγιότατε.
Τοῖς πάθεσι δαψιλῶς, ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ προστάτης, τῶν πληγωμένων θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατὴρ τῶν δαιμόνων Θαδδαῖε μοι· προσφεύγοντες
πάντες ὑμῖν, ἀρωγὴν καθ’ ἑκάστην προσμένομεν.

Θεοτοκίον
Σοὶ πάντες, ἀναφωνοῦμεν Παρθένε, καὶ βοήθειαν ἑτοίμην ζητοῦντες, πάσης ἀνάγκης τῷ βίῳ καὶ πάντες, τῇ χάριτί σου ἐνθέως λυτρούμεθα, Θεοσωτῆρα Μαριάμ· διὰ τοῦτο
ἀεὶ Σὲ γεραίρομεν.
Τὴν δέησιν ἐκχεῶ θεόπτα, πάσης ἀνάγκης, καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος, καὶ δυσωπῶ σὲ θεάδελφε ἀθλοφόρε.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί το Κοντάκιον. Ἦχος β΄. Τῆς τῶν αἱμάτων σου
Τοῖς τῶν θαυμάτων σου μάκαρ πυρσεύμασιν ἀποδιώκεις παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ χάριν οὐράνιον, καὶ χαρμοσύνην παρέχεις Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σοι
ἅπαντες.

Προκείμενον: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος: Μακάριος ἀνὴρ, ὁ φοβούμενος, τὸν Κύριον.

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον (ι' 1-8).
Και προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ, ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς
αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ ᾿Ιούδας ὁ
᾿Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ
εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας
θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάίς του Ἀποστόλου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Ῥήμασι ἐκόσμησας, τὴν σὴν ζωὴν φωτοδότα, καὶ πολλοὺς διέσωσας, λύσσης τοῦ ἀλάστορος τοῦ ἐχθρότατου· ἀφειδῶς πᾶσι γὰρ, δίδεις τὰς ἰάσεις· διὰ τοῦτό σοι δεόμεθα·
ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ λύτρωσαι τῶν θλίψεων, πάντας ἐξ ἡμῶν διαφύλαξον, εἰρήνην παρέχων ἡμῖν καὶ καλωσύνην ἀγαθὴν, ὧσπερ παμμάκαρ Θαδδαῖε
μοι, ταῖς σαῖς ἀντιλήψεσι.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Του αγίου Ιούδα του Αποστόλου του
Θαδδαίου και Αδελφοθέοου, Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν
δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων δαιμόνων, σοὶ καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, πᾶσας τὰς μεθοδείας, αὐτῶν τᾶς ἀλλοτρίους ἑπιτυχῶς κατετρόπωσας, διὸ παράσχου ἡμῖν τὴν ἰατρείαν
ταύτην.
Φωτισμὸν ἡμῖν αἴτει, καὶ δεινῶν προβλημάτων τὴν παλινόρθωσιν, καὶ βίου εὐπραξίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ μάκαρ Ἅγιε, τοῖς προσελθοῦσι ἀεὶ, τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν μετανοίας, καὶ καρπούς μοι φανέρωσον μάκαρ Ἅγιε, δολείας ἁμαρτίας, ἐκβάλλων τὴν ἀπάτην, ὡς προστασίαν ἐδέχθημεν, Θαδδαῖε μοι ἐκλεκτὲ, Θεοῦ εὐλογητὸς εἷ.

Θεοτοκίον
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίγραπτον, δεινῶν με τοῦ βελίαρ, διάσωσον ἐν τάχει, καὶ Θεῷ μοι συνέδεσε, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα
Σῶσον με μάκαρ, ἐκ τοῦ ἐχθροῦ μεθοδείας, καὶ διάσωσον ἀεὶ ἐξ ἁμαρτίας, τὴν καταστραφεῖσαν, Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ σκυμβάλων, καὶ μεθοδείας καὶ πλάνης, διαφύλαττε Θαδδαῖε ἀλωβήτους, τοὺς ἐπιζητούντας, τὴν σῆν ἐπιστασίαν.
Σωματικῶν μοι, καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου πάθος, ἐν λόγῳ θεραπεύσας.

Θεοτοκίον
Φώτισον Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, σβέσον πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Θαυμάτων ἐξαισίων, σὲ ὁμολογοῦμεν, μὴ διαλάθῃς παρέχων εὐδόκιμα, ἑνὶ ἑκάστῳ Θαδδαῖε μοι βοηθήματα.
Ὡς θεῖος τοῖς ἀνθρώποις, καὶ δεινὸς ἐκφάντωρ, θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.
Τριάδος νῦν τῷ θρόνῳ παρεστὼς τρισμάκαρ, εὐχετηρίους ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων δεήσεις τῶν εὐλαβούντων σε.

Θεοτοκίον
Ἀπάλλαξον τὸν νοῦν μου, Μῆτερ Θεοτόκε, ἐκ λογισμῶν ἀντιθέτων τοῦ πύθωνος, καὶ τὴν καρδίαν μοι Ἄχραντε διάσωσον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανος.gr

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χάριν ἀναβλύζεις ζῶσα πηγὴ, καὶ τοὺς ἀσθενούντας, θεραπεύεις ὠς ἰατρός· δίδου ἡμῖν ῥῆσιν, ἀγάπην καὶ ὑγείαν, τρισμάκαρ Θαδδαῖε, τῇ ἀντιλήψει σου.
Θεῖος ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων ἀπὸ παιδὸς, καὶ τοῖς θαύμασί σου, πολλοὺς ζωοποιήσας, ἀξίως ἐφημίσθης, μάκαρ Ἰούδα μοι.
Χαίροις Ἀποστόλων ὁ ἀδελφὸς, καὶ τῶν Βασιλέων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν χαρίτων, ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ, πάντων βοήθεια.
Νόσους ἰατρεύεις ὀδυνηρὰς, καὶ καρκίνου νεῖκος, χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν χἀριν, ἐν βίῳ καὶ ὑγείαν, Θαδδαῖε μοι παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου τὴν πρεσβείαν σου πρὸς Χριστὸν, τῷ πιστῷ λαῷ σου, σοὶ θεάδελφε ἱερὲ, δύναμιν καὶ πίστιν, ἀγάπην καὶ γαλήνην, καὶ πᾶσαν εὐθυμίαν, πρὸς βίον μείζονα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἑρήμου πολίτης
Θεαδέλφων τὸ μεῖον καὶ Μνηστῆρος τὸν δεύτερον, τὸν Θαδδαῖον ἔχων προστάτην γηθοσύνως δοξάσομεν· θαυμάτων γὰρ παρέχει δωρεὰς, καὶ πλήττει ἀσθενείας μιαρὰς, καὶ
καρκίνον ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐσεβῶς προστρέχοντας: δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἀπόλυσις, καὶ τὸ· ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θεῖος ἀθλοφόρος γεγονὼς, καὶ θαυμάτων πλήθη δωρήσας, μάκαρ Θαδδαῖε μοι, πάσης καταστάσεως, καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεων, καὶ κακοδοξίας, καὶ
μαγείας λυτρώσας, τοὺς προσελθόντας σοι, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν Βασιλεά τῶν πάντων, ἐκζητῶν ἁπάνμτων τὰ αἰτήματα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα