Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 


ψαλλόμενος εν πάση θλίψει και ψυχής περιστάσει
(Υπό Αλεξάνδρου Μωραϊτίδη)




Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Τή Θεοτόκω ἐκτενῶς.

Τῷ τοῦ Προφήτου Ἱερῶ Ναῶ συνδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν ἰκεσίαις κράζοντες ἐκ βάθους ψυχῆς· Προφητῶν ἐγκαλλώπισμα, Ἐλισσαῖε τρισμάκαρ,
δός ἠμίν βοήθειαν, τοῖς τιμῶσι σέ πόθω, χειμαζομένοις ἐν θλίψει δεινῶς· σέ γάρ προστάτην καί ρύστην κεκτήμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. χριστιανος.gr

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Παθῶν ἐπικλύσεσι συσχεθεῖς, ἐξ ἁμαρτιῶν μου, ὤ Προφήτα Ἐλισσαῖε, πρός σέ καταφεύγω ἀπό βάθους, ἐμῆς καρδίας ὀδυνώμενος.
Ἀβύσσω ἐλέουςκαι οἰκτιρμῶν, προσπελάσας μάκαρ, διανοία ἐν καθαρλα, ἐκεῖθεν τήν ἄβυσσον ἠρύσθης, τῆς εὐσπλαγχνίας παναοίδιμε. χριστιανος.gr
Τή θεία εἰκόνι σου προσδράμων, ἐν τῷ σῶ τεμένει, κλίνων γόνυ πανευλαβῶς, Προφήτα Κυρίου Ἐλισσαῖε, ἐπικαλοῦμαι θερμῶς σήν ἀντίληψιν.

Θεοτοκίον
Τούς θρήνους μου δέξαι καί στεναγμούς, Παντάνασσα Μήτηρ, θλιβομένων καί ὀρφανῶν, καί ἴασιν χάρισαι σῶ δούλω, συνεχομένω ἀρρωστήμασιν.

Ὠδή γ'. Οὐρανίας ἁψίδος
Ὡς τά ὕδατα πάλαι, Ἐλισσαῖε ἔνδοξε, τῆς Ἱεριχοῦντος ἰάσω, ἀλοί τά ἄγονα, οὕτω πρεσβείαις σαῖς, θεράπευσον τήν ψυχήν μου, ἐν ἐνθέοις πράξεσιν, ἄκαρπον μένουσαν.
Ποντισθέντα τρισμάκαρ, βυθῶ τῶν πταισμάτων μου, καί πλημμελημάτων ἀφρόνως, οἶσπερ συνέζησα, τή εὐσπλαχνία τή σή ἀνάγαγε μέ ὡς πάλαι, τό σίδηρον ἐκ τῶν ρείθρων
ἀνήγαγες.
Σέ προστάτην μου μάκαρ, ἐν τή ζωή τίθημι, καί καθηγεμόνα ἐν πάσι, σέ μέ ὁδήγησον, ἐν τῷ ἐλέει τῷ σῶ πρός τάς ὁδούς τοῦ Κυρίου, ὅπως ὑμνῶ σέ ἀεί, τόν θεοδόηαστον.

Θεοτοκίον
Παναγία Παρθένε, τῶν πιστῶν τό στήριγμα, τόν περιτρεπόμενον νοῦν μου, καλῶς στερέωσον, ἐν τή ἀγάπη ἁγνή, τῶν ἀντολῶν του Κυρίου, ὅνπερ ἐσωμάτωσας, εἰς ἠμῶν
λύτρωσιν.
Διασωσον ἀπό κινδύνων, τά τέκνα σου ὤ Προφήτα, ὅτι πάντες μετά Θεόν πρός σέ καταφεύγομεν, ὡς τόν μέγαν ἠμῶν προστάτην.
Ἐπιβλεψον ἐν εὐμενεία, ὤ πανεύφημε Προφήτα, ἐπί τήν δεινήν ἠμῶν τοῦ σώματος κάκωσιν, καί ἴασαι τό τῆς ψυχῆς ἤμων ἄλγος.

Καί μνημονεύει ὁ Ἱερεύς δί οὖς ἡ Παράκλησις· ἠμεῖς δέ ψάλλομεν τό:
Κύριε ἐλέησον ἰέ'.
Μετά δέ τήν ἐκφώνησιν, τό Κάθισμα ἦχος β'. Τά ἄνω ζητῶν

Προφήτα Χριστοῦ, Ἐλισσαῖε Πανεύφημε, ἰάσεων πηγή, καί κρήνη ἀκένωτος, ἰκετικῶς βοῶμεν σοί προφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς, ὁ μέγας φρουρός ἠμῶν καί
πρόμαχος.

Ὠδή δ'. Ἐξ ὅρους κατασκίου
Φέρων κακῶν, δυσβάστακτα φορτία, ἐν τῷ σῶ ναῶ μετανοῶν προσφεύγω, μή μέ παρίδης ἱκετεύω σέ τρισμάκαρ, ἀλλά μέ τῷ Θεῶ καταλλαξον.
Σέ τό καθαρόν, τοῦ Πνεύματος δοχεῖον, πίστει δυσωπῶ, καθάρισον μέ πάσης, ἐξ εἰδεχθοῦς ἁμαρτίαις, ταῖς σαῖς πρεσβείαις, πρός τόν Θεόν ἠμῶν τόν Εὔσπλαγχνον.
Κείμενον νεκρόν, ἐν τάφω ἁμαρτίας, ἔνδοξε Θεοῦ Προφήτα Ἐλισσαῖε, ἀναστησόν μέ ὡς πάλαι, νεκρόν τόν παίδα, τῆς Σωμανίτιδος ἀνέστησας. χριστιανος.gr

Θεοτοκίον
Ράθυμον ζωήν, Παρθένε δαπανήσας, ἄκαρπος εἰμι πράξεων ἐναρέτων· δύο πτοούμενος δίκην φεῦ τήν ἐσχάτην, ταῖς σαῖς πρεσβείαις καταπέφευγα.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς
ὥσπερ Νεεμᾶν, ἰάσω λεπρόν ἀοίδιμε, ταῖς Ἰορδάνου προχοαῖς καί ἐμοῦ, λεπρᾶν τήν ψυχήν, καθάρισον ταῖς πρεσβείαις σου.
Τό τοῦ Γιεζί, ὑλόφρον καί φιλάργυρον, ἦθος τή λέπρα ἐμάστιξας σφοδρῶς, ἠμᾶς διδάσκων, νόσον φεύγειν τήν ἐπάρατον.
Ἄσκευιν ζωήν, καί ἀκτήμονα διήγαγες, ἐν σαρκί ὡς ἄσρακος βιῶν σοφέ, ἠμᾶς διδάσκων, τά ἄνω ποθεῖν ἀείποτε. χριστιανος.gr

Θεοτοκίον
Δέσποινα ἁγνή, φώτισόν μου τήν διάνοιαν, ἐσκοτισμένην δεινῶς τοῖς γεηροῖς, ὅπως τά κάλλη τά οὐράνια φαντάζωμαι.

Ὠδή στ'. Τήν δέησιν ἐκχεῶ
Ἐλάμπρυνας τῶν πιστῶν τό σύστημα, τῶν θαυμάτων σου τή αἴγλη Προφήτα, διό καμέ λάμπρυνον ἐν τοῖς ἔργοις, τῆς σωτηρίας μου ὅπως σωθεῖς ὑμνῶ, τόν δόντα σοί
Ἐλισσαῖε, τῶν θαυμάτων τήν χάριν τήν ἄφθονον.
Ἀστήρ παμφαέστατος τρισένδοξε, καταυγάζεις Χριστοῦ τήν Ἐκκλησίαν· διό καμού καταύγασον τό σκότος τῆς διανοίας, τῶν πρεσβειῶν σου ἐλέι θεοληπτε, σού δέομαι διακαῶς,
ὅπως βλέψω τήν τρῖβον τήν ἔνθεον.
Καλέσαντι μάκαρ ἠκολούθησας, τῷ Ἠλία καί προφρόνως διηκόνεις· οὕτω καμέ τόν ραθύμως βιούντα, ἀκολουθεῖν τῷ Χριστῷ ἐνδυνάμωσον, καί πράττειν καί ἐπιτελεῖν, τά
σωτήρια τούτου ἐντάλματα.

Θεοτοκίον
Τά κύματα τῶν πλημμελημάτων μου, κατεκάλυψαν τήν ψυχήν μου Παρθένε· διό προσθάσασα σῶσον μέ Κόρη, καθικετεύω τήν εὐσπλαχνίαν σου, καί χείρα δός μοί ἀρωγόν,
πρίν εἰς τέλος ὁ Ἅδης ἐκπίη μέ.
Διασωσον, ἀπό κινδύνων Ἐλισσαῖε σούς ἰκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σέ καταφεύγομεν, τόν φύλακα πάντων τῶν Ὀρθοδόξων. χριστιανος.gr
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.



Καί μηνμονεύει αὔθις ὁ Ἱερεύς, ὡς δεδήλωται
Μετά δέ τήν Ἐκφώνησιν, τό Κοντάκιον ἦχος β'.

Ἰατρεῖον τῶν Χριστιανῶν ἐτοιμότατον, ὁ Ναός σου ἀνεδείχθη Παναοίδιμε, διό οἱ ἀρρωστήμασι κυκλούμενοι δεινῶς, ἐν αὐτῶ ἀθροιζόμενοι, τήν σήν βοήθειαν θερμῶς,
ἑξαιτούμεθα κράζοντες ἔνδοξε Ἐλισσαῖε, Προφήτα Θεοῦ τρισμάκαρ, μή ὑπερίδης νῦν ἠμᾶς, κινδυνεύοντας εἰς θάνατον.

Εἴτα τό Προκείμενον, ἦχος β'.
Μή ἀπτεσθε τῶν χριστῶν μου, καί ἐν τοῖς Προφήταις μου μή πονηρεύεσθε.
Στίχος: Σύ ἱερεύς εἰς τόν αἰώνα.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καί ἔλεγον. Οὔχ αὐτός ἐστιν ὁ υἱός Ἰωσήφ; Καί εἶπε πρός
αὐτούς, Πάντως ἐρεῖτε μοί τήν παραβολήν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν, ὅσα ἠκούσαμεν γενόμενα ἐν τή Καπερναούμ, ποίησον καί ὧδε ἐν τή πατρίδι σου. Εἶπε δέ,
Ἀμήν λέγω ὑμίν, ὄτε οὐδείς προφήτης δεκτός ἐστιν ἐν τή πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δέ λέγω ὑμίν. Πολλαί χῆραι ἤσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὄτε ἐκλείσθη
ὁ οὐρανός ἐπί ἔτη τρία καί μήνας ἐξ, ὡς ἐγένετο λιμός μέγας ἐπί πάσαν τήν γῆν, καί πρός οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρός γυναίκα χήραν.
Καί πολλοί λεπροί ἤσαν ἐπί Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καί οὐδείς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμᾶν ὁ Σύρος. Καί ἐπλήσθησαν πάντες θυμοῦ ἐν τή συναγωγή,
ἀκούοντες ταῦτα. Καί ἀναστάντες ἐξέβαλον αὐτόν ἔξω της πόλεως, καί ἤγαγον αὐτόν ἕως τῆς ὀφρύος τοῦ ὅρους, ἔφ οὗ ἡ πόλις αὐτῶν ὠκοδόμητο, εἰς τό κατακρημνίσαι αὐτόν.
Αὐτός δέ, διελθῶν διά μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Καί ψάλλομεν προσόμοιον ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Προφήτα θεσπέσιε, ὁ ἰατρός τῶν νοσούντων, θλιβομένων ἡ χαρά, καί τελεία λύτρωσις καί ἁπάλλαξις, πάσης κακώσεως, πάσης στανώσεως, τάς δεήσεις νῦν ἐπάκουσον, ἄς
πέρ οἱ δοῦλοί σου, ἐν ψυχῆς ὀδύνη σοί προσάγομεν, πάντοθεν πολεμούμενοι, ὁρατῶν ἐξ ἐχθρῶν τέ καί ἀοράτων, ἔνδοξε Προφήτα, ἐν τῷ ναῶ σου πάντες ἐν κλαυθμῶ,
γονυπετοῦντες αἰτούμενοι, τό σόν μάκαρ ἔλεος.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ Προφήτου Ἐλισσαίου,
Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἡλιοῦ σέ ὁ μέγας νεύσει θεία Προφήτην ἐν τῷ λαῶ ἔχρισε, θρόφρον Ἐλισσαῖε, Θεῶ ἱερωμένον, ἀνυμνοῦντα καί ψάλλοντα, ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἠξιώθης ἰδέσθαι, τόν σόν θεῖον διδάσκαλον πυρίνω ἐν ἄρματι, αἰθέριον πορείαν, ποιύμενον ἐνδόξως, καί ἐνθέως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Καί ἠμᾶς Ἐλισσαῖε, τούς ἐν τῷ τεμένει σου ἀγρυπνοῦντας ἐπισκεψαι, καί ἴασιν ἐν νόσοις, καί θάρρος ἐν κινδύνοις, παρασχου τοῖς κραυγάζουσιν, ὁ τῶν πατέρων ἠμῶν,
Θεός εὐλογητός εἰ.

Θεοτοκίον
Παναγία Παρθένε, ἠθικαῖς τρικυμίαις περιστατούμενον, οἰκτείρησον καί σῶσον, ἐμέ τόν σόν ἱκέτην, τόν ἐν πίστει κραυγάζοντα, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ὠδή ἡ'. Τόν βασιλέα τῶν οὐρανῶν
Τάς σηπεδόνας τῆς ψυχῆς μου ὤ Προφήτα, καί τά πάθη τοῦ σώματος ὁμοίως, θεράπευσον ἐν ὕμνοις, ὅπως σέ μεγαλύνω.
Τούς πειρασμούς διασκέδαον καί ἐνέδρας, τῶν δαιμόνων Προφήτα Κυρίου· κατ' ἐμοῦ γάρ φθόνω, κεκίνηνται ἀπαύστως. χριστιανος.gr
Ἐπάκουσόν μου ἐν ὀδυρμοῖς σοῖ βοῶντος, καί παρασχου γαλήνην τή ψυχή μου, ὅπως ἀνυμνῶ σέ, Προφήτα εἰς αἰώνας.

Θεοτοκίον
Τήν δέησίν μου μή παρίδης Θεοτόκε, ἤν ἐμπόνως νῦν σοί ἀναφέρω· σύ γάρ θλιβομένων, παράκλησις ὑπάρχεις.

Ὠδή θ'. Κυρίως Θεοτόκον
Διπλήν παρά Κυρίου, ἔνδοξε Προφήτα, λαβῶν τήν χάριν διπλά καί τά χαρίσματα, ἠμίν παρέχεις, ψυχαῖς ὦμα τέ καί σώμασι.
Τήν θείαν μηλωτήν σου, εἴλησον καί πάλιν, καί τῶν παθῶν ἠμῶν τήν θάλασσαν ξήρανον, τῶν ἀγρυπνούντων Προφήτα ἐν τῷ τεμένει σου.
Νυκτός τέ καί ἡμέρας, σέ ἐπικαλοῦμαι, τόν ἀγαθόν μου προστάτην, Προφήτα Θεοῦ, παντός κινδύνου καί βλάβης μέ λύτρωσαι. χριστιανος.gr

Θεοτοκίον
Υἱέ Θεοῦ Παντάναξ, ἀναπαυσον πάντας, οὖς προσελάβου ἐκ τῆς δέ τῆς ποίμνης σου, πρεσβείαις τῆς Μητρός σου, καί τοῦ Προφήτου σου.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανός.gr

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις ὁ τήν χάριν διπλήν λαβῶν, Πνεύματος Ἁγίου καί Θεσβίτου τήν μηλωτήν· χαίροις ὁ πληρώσας τήν γῆν τῶν σῶν θαυμάτων, Προφήτα Ἐλισσαῖε, ἠμῶν τό στήριγμα.
Ἔχοντες ναόν σου τόν ἱερόν, Προφήτα Κυρίου, ἰατρεῖον θαυματουργόν, εἰς τοῦτον ἐν πίστει, προσφεύγομεν καί πόθω, καί ἴασιν καί ρῶσιν ἀπαρυόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον. Ἀπόλυσις, καί τό Τροπάριον. Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Πάντων θλιβομένων ἡ χαρά, σύ Θεοῦ Προφήτα ὑπάρχεις, καί τῶν πεινώντων τροφή, σκέπη καί ἀντίληψις, τῶν ἀδυνάτων ἠμῶν, ἀσθενούντων ἡ ἰάσις, ὑγιῶν ἡ ρώμη, ἀναπήρων
ἔρεισμα, καί βακτηρία τυφλῶν· ὅθεν σοί προσφεύγομεν πόθω, καί ἐν εὐλαβεῖ παρρησία, τήν σήν εὐσπλαχνίαν ἐκδεχόμεθα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα