Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 



Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ’ ο το Θεός Κύριος ως συνήθως και τα εξής:

ηχος δ΄. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης καὶ πταισμάτων ἄφεσιν, καὶ φῶς Θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχουσι.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων· τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους· οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς: «Σήν ἀρωγὴν ἡμῖν μάκαρ δίδου. Γερασίμου».

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφίᾳ τῇ θείᾳ καταγαυσθείς, σοφέ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ Βελίαρ, τοὺς προσιόντας σοι πόθῳ ἀπάλλαξον.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ φωτοφόρῳ πρεσβείᾳ σου δίωξον.

Νοῦς ὤφθης ἀΰλων θεωριῶν, τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών· διὸ τοῦ νοὸς ἡμῶν τὸν πόθον, πρὸς οὐρανίους ἐφέσεις ἀνύψωσον.

Θεοτόκιον.

Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς, συντήρει Ὑπέραγνε Παρθένε, ἵνα ὑμνῶ τὰ πολλὰ μεγαλεῖα σου.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Ῥῦσαι πάσης ἀνάγκης, καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τῆς χάριτος.

Ὡς ἁγνείας δοχεῖον, ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος, ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε.

Γεωργὸς εὐσέβειας, θεοειδὴς πέφηνας· ὅθεν γεωργεῖν Θεολόγε, θεῖα νοήματα, καὶ φόβον κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.

Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ Ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον δέομαι, φωτιστικῇ σου πρεσβείᾳ, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος.

Διάσωσον Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς τιμῶντάς σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν τῷ Σπηλαίῳ τῷ σῷ προστρέχουσι, και παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς σου χάριτας.

Ἡ πρεσβεία σου γένοιτο, πηγὴ εὐφροσύνης καὶ παρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς ἱκέταις σου.

Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον σκέπειν πάντοτε.

Θεοτοκίον.

Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε Ἀειπάρθενε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου.

Μέγας ἀρωγός, τῶν πιστῶν ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἥν διάσωζε ἐκ πάσης περιστάσεως.

Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ δωρήματα.

Θεοτοκίον.

Κόπασον ἁγνή, τῆς καρδίας μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ραθύμῳ σου ἱκέτῃ δὸς καὶ σῶσον με.

ᾨδὴ ς΄. Τὴν δέησιν.

Ἀκρότης, ὤν τῶν κλεινῶν Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης ὅν ἐκδυσώπει θερμῶς Θεολόγε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐνάρετου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας λαμπρότητα.

Ῥεόντων, ὑπερφρονεῖν θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν τὴν ἰσχὺν Θεολόγε, τοῖς τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ Σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεὶ σοι προσάγουσι.

Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες, ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν κηρύττομεν.

Θεοτοκίον.

Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς σῆς εὐσπλαχνίας, καὶ καθαρόν με παράστησον Ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ σου καὶ Πλάστῃ μου.

Διάσωσον, Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἐπιστήθιος φίλος Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐπηρείας δεινῆς τοῦ ἀλάστορος· σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος.

Προκείμενον.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…

Στιχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην.

Τῷ καιρῷ ἐκείνῳ εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα αὐτοῦ, καὶ τὸν Μαθητὴν παρεστῶτα ὅν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ. Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὖτος ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Δόξα. Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Στιχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…

Προσόμοιν. Ἦχος πλ. β΄. Ὅλην ἀποθεμένοι.

Μύστης Θεοδίδακτος, ἠγαπημένος παρθένος, φίλος ἐπιστήθιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι· πρὸς αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δόξης θείας ἐκφάντωρ, τῆς Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε· διὸ με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσαι δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας.

Οἱ προσπίπτοντες πίστει, τῷ σεπτῷ σου Σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ, Εὐαγγέλιον ἔγγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν.

Ὑποφῆτα τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς πρεσβείαις, φῶς καὶ χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων.

Θεοτοκίον.

Γνώμην Θείαν μοι δίδου, καὶ καρδίαν εὐθεῖαν καὶ νοῦν Θεόφρονα, ὡς ἄν ἐν μετανοίᾳ, καὶ πάσῃ εὐσεβείᾳ, τὸν ὑπόλοιπον βίον μου, διατελέσω, Ἁγνή, καὶ τύχω θείας δόξης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἔχει σε Πάτμος, μέγαν προστάτην καὶ κλέος· διὰ τοῦτο σοι προσπίπτει καθ’ ἑκάστην, τὴν σὴν Θεολόγε, ἀντίληψιν αἰτοῦσα.

Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν χάριν.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς προσιόντας, τῷ Σπηλαίῳ σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν εὐλογίαν.

Θεοτοκίον.

Σὲ τὴν τεκοῦσαν, τὸν βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς σου, τύχωμεν προστασίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰάσεις πᾶσι βρύων, μάκαρ Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος.

Μὴ παύσῃ ἐποπτεύων, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας σκέπων μακάριε.

Ὁ φίλος τοῦ Κυρίου, καὶ ἠγαπημένος, καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τοῦτον φιλεῖν ὁλοψύχως κἀμὲ ἀξιωσον.

Θεοτοκίον.

Ὑπέρτερον τὸν νοῦν μου, τῶν δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ Παρθένε σύνδεσον.

Τὸ Ἄξιον ἐστι καὶ τὰ μεγαλυνάρια.

Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Θεολογίας, Θεηγόρος μυσταγωγός· χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε, τῶν εὐσεβῶν προστάτης ὁ ἑτοιμότατος.

Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας Θεόφρον, καὶ ἐξ αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον.

Δίκτυα καὶ πλοῖα καταλιπών, θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ Θείου, δεξάμενος τὴν αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος.

Τῷ Σταυρῷ ἱστάμενος τοῦ Χριστοῦ, παρ’ αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς τῆς Θεοτόκου· ὦ δόξης Ἰωάννη, ἧς κατηξίωσαι.

Χαίρει Θεολόγε Πάτμος ἐν σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καί πάσης δυσχερείας, τοὺς ἐπικαλουμένους τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν τὸ ἑξῆς:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μέγας ἀντιλήπτωρ καὶ φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ αὐτοῦ Μαθητής, Ἰωάννη ἔνδοξε, Θεολογίας πηγή· διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι, ἀπὸ βαθέων ψυχῆς· σκέπε καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης προσβολῆς καὶ περιστάσεως.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.

Ὦ Ἰωάννη Χριστῷ Ἠγαπημένε

Γεράσιμον πλήρωσον θείας ἀγάπης.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα