Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς ἐναθλήσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ Νεομάρτυς, μαρτυρικῶν ἐπάθλων κατηξίωσαι, ὅθεν ἀεὶ πρέσβευε τῷ Σωτῆρι τῶν ὅλων, Ἅγιε Νικόλαε, πάσης
ῥύεσθαι βλάβης, καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν
σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Μάρτυς ταῖς πρεσβείαις σου πρὸς Θεόν, τὴν δρόσον τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι θεόφρον Νικόλαε.
Ἰάσεις πηγάζων παντοδαπάς, ἴασαι τὰ πάθη τῶν σωμάτων καὶ τῶν ψυχῶν, Νικόλαε Μάρτυς τοῦ Κυρίου, τῶν προσιόντων τῇ θείᾳ πρεσβείᾳ σου.
Κινδύνων ἀπάλλαξον χαλεπῶν, καὶ πάσης ἀνάγκης Νεομάρτυς καὶ ἀπειλῆς, ταῖς σαῖς πρὸς Χριστὸν ἱκετηρίαις, τοὺς ἀνυμνοῦντας τὴγν θείαν σου ἄθλησιν.

Θεοτοκίον
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη Ἀειπάρθενε Μαριάμ, νοός κου διάλυσον τὸ σκότος, τῇ φωταυγεῖ χάριτί Σου καὶ σῶσόν με. χριστιανος.gr

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Λαμπρυνομένος φέγγει τῷ νοητῷ Ἅγιε, λύτρωσαι παθῶν σκοτομήνης καὶ πάσης θλίψεως, τοὺς σὲ γεραίροντας, τῇ φωταυγεῖ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα Μάρτυς
Νικόλαε.
Ἀσθενείαις ποικίλαις περιπεσὼν Ἅγιε, τῇ σῇ καταφεύγω πρεσβείᾳ καὶ ἀνάκραζω σοί· Μάρτυς Νικόλαε, τῆς φοβερᾶς συνοχῆς με, λύτρωσον καὶ αἴτει μοι, πταισμάτων ἄφεσιν.
Ἐν τῇ σῇ εὐκληρίᾳ ἡ σὴ πατρὶς γάνυται, ὅθεν καὶ τῇ σῇ προστασίᾳ σπεύδει καὶ κράζει σοι· Μάρτυς Νικόλαε, πολυειδῶν συμπτωμάτων, ταύτην τὴν μερίδα σου, ῥύου ἑκάστοτε.

Θεοτοκίον
Σωτηρίας σε πύλην καὶ ἀσφαλῆ ἄγκυραν, ἔχοντές Σε Κόρη ἐν πίστει ἀναβοῶμέν Σοι· ἡμᾶς ὁδήγησον, πρὸς σωτηρίας εἰσόδους, ἵνα πρὸς αἰώνιον ζωὴν εἰσέλθωμεν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή
Νικήσας ἐχθρὸν τὸν πάλαι σε πτερνίσαντα, ἀθλήσας καλῶς, ὑπὲρ Χριστοῦ Νικόλαε, Αὐτοῦ ἡμᾶς ἐνίσχυσον, ἐκνικᾶν τὰ βουλεύματα ἅπαντα, καὶ ἐναρέτως βιῶσαι σοφέ,
ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Καθελὼν τὸν πολέμιον, τῇ ὁμολογίᾳ τῇ σῇ Νικόλαε, καθελεῖν ἠμᾶς ἐνίσχυσον, τὴν ἰσχὺν παμμάκαρ τὴν ὀλέθριον.
Ἐναθλήσας στεῤῥότατα, δόξης ἠξιώθης θείας Νικόλαε, ὅθεν πρέσβευε δεόμεθα, πάσης ἐκλυτροῦσθαι ἡμᾶς θλίψεως. χριστιανος.gr
Πῦρ οὐδόλως ἐπτόησε, ὅθεν τῷ πυρὶ τῶν σῶν παρακλήσεων, τῶν παθῶν ἡμῶν κατάφλεξον, Ἀθλητὰ Νικόλαε τὴν ἄκανθαν.

Θεοτοκίον
Ἐκ γαστρός Σου προέδραμε, σάρκα ἐνδυσάμενος τὴν ἀνθρώπινον, ὁ Θεὸς ἀτρέπτως Ἄχραντε, καὶ ἡμᾶς ἐθέωσε δι’ ἔλεος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς
Σκέπη ἀῤῥαγής, τῇ πατρίδι σου Νικόλαε, ὡς ὁπλίτης τοῦ Χριστοῦ ἔσο ἀεί, ἀποτρέπων ἐξ αὐτῆς ἐχθροῦ τὰ σκάνδαλα.
Ἤνεγκας πυρός, τὴν κατάφλεξιν Νικόλαε, καὶ νῦν φλέξον τὴν μανίαν τοῦ ἐχθροῦ, καθ’ ἡμῶν ὠρυομένου ταῖς πρεσβείαις σου.
Νόσων χαλεπῶν, ἡ ἁγία Μάρτυς κάρα σου, αἰτήριον ἐδείχθη θαυμαστῶς, θεραπεύουσα Νικόλαε πᾶν νόσημα. χριστιανος.gr

Θεοτοκίον
Πόλις τοῦ Θεοῦ, ἐκλεκτὴ καὶ δωδεκάτειχε, Θεοτόκε Ἀειπάρθενε Ἁγνή, οὐρανίου ἠμᾶς πόλεως ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν
Ἀκρίδων, φθοροποιῶν ἀπελαύνει, Νεομάρτυς ἡ σὴ κάρα τα σμήνη, ὅθεν ἡμᾶς, τῆς ἐχθροῦ τυραννίδος, τῇ ἐπισκέψει σου ῥῦσαι Νικόλαε, σώματος ἅμα καὶ ψυχῆς, τὰ πικρὰ
ἀπελαύνων νοσήματα.
Τὴν φλόγα, ἀνδρειοτάτως ὑπῆλθες, καὶ θυσία τῷ Χριστῷ προσηνέχθης, ὅθεν ἡμῶν, τὰς δεήσεις προσδέχου, καὶ πάσης λύπης καὶ βλάβης ἀπάλλαξον, Νικόλαε πάντας ἡμᾶς,
τοὺς θερμόν σε προστάτην πλουτήσαντας.
Ῥυσθέντες, τῆς λοιμικῆς ἀσθενείας, Καλαῤῥύται τῇ ἁγίᾳ σου Κάρᾳ, τὴν σὴν κηρύττουσιν χάριν, βοῶντες· ῥύου ἡμᾶς καὶ μελλόντων κακώσεων, Νικόλαε Μάρτυς Χριστοῦ, τῇ
θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον
Ἰλύος, φθοροποιῶν παθημάτων, τὴν ψυχήν μου ἀποκάθαρον Κόρη, τῆς εὐσπλαγχνίας σου νάμασι θείοις, καὶ ἀπαθείας στολὴν ταύτην ἔνδυσον, ἵνα εἰσέλθω ἐν χαρᾷ, εἰς
νυμφῶνα τὸν θεῖον δοξάζων Σε.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν. χριστιανος.gr



Αίτησις και το Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου
Νενικηκὼς τῶν ἐχθρῶν τὴν παράταξιν, ἀθλητικῇ σου ἐνστάσει Νικόλαε, αὐτῶν τῆς ἀπάτης ἐκλύτρωσαι, καὶ ἐπηρείας καὶ πάσης στενώσεως, ἡμᾶς τοὺς θερμῶς σοι
προστρέχοντας.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κέφ. 21: 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς,
ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ
δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὐμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ
φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπώληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάίς του Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Νέος Μάρτυς πέφηνας, περιφανῶς ἐναθλήσας, ἐν ὑστέροις ἕτεσιν, Ἀθλητὰ Νικόλαε θείῳ ἔρωτι, καὶ λαμπρῶν ἔτυχες, ἄνωθεν ἐπάθλων, διὰ τοῦτό σου δεόμεθα, πάσης
στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, καὶ λοιμώδους νόσου μακάριε, τῇ μαρτυρικῇ σου, πρεσβείᾳ πρὸς Χριστὸν τὸν Λυτρωτήν, τοὺς τῇ θερμῇ
ἀντιλήψει σου, πίστει καταφεύγοντας.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ....... (τῆς ἡμέρας),
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Δεδεγμένος τὴν χάριν λοιμικὰς ἀσθενείας ἰᾶσθαι Ἅγιε, τὴν τούτων πικρᾶς λύμης, διάσωζε ἀτρώτους, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπερίτρεπτον τεῖχος καὶ θερμόν σε προστάτην ἔχει τὸ Μέτσοβον, Νικόλαε διό σε, γεραίρει γηθοσύνως, καὶ βοᾷ σοι ἑκάστοτε· σκέπε τῇ σῇ ἀρωγῇ, τὴν σὴν πατρίδα Μάρτυς.
Γνώμῃ θείᾳ ἀθλήσας Ἀθλοφόρων τῶν πάλαι ὤφθης ἰσότιμος, μεθ’ ὧν ἀεὶ δυσώπει, ῥυσθῆναι Νεομάρτυς, συμφορῶν τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.

Θεοτοκίον
Ἐξ ἁγνῶν Σου αἱμάτων ἐσαρκώθη ὁ πάντα συστήσας νεύματι, καὶ σώζει τῆς κατάρας, Παρθένε Θεοτόκε τῆς ἀρχαίας Σου ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου τὸν ῥύπον, τῆς καρδίας μου ἀπόπλυνον παμμάκαρ, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.
Ἀγαλλιῶνται, οἱ Μετσοβῖται τῇ θείᾳ, καταφεύγοντες πρεσβείᾳ σου ἐν πίστει, καὶ σὲ ἀνυμνοῦσι, Νικόλαε θεόφρον. χριστιανος.gr
Σαρκός μου πάθη, καὶ τῆς ψυχῆς τὴν ὀδύνην, θἆττον ἴασαι Νικόλαε τρισμάκαρ, καὶ πταισμάτων αἴτει, θεόθεν μοι τὴν λύσιν.

Θεοτοκίον
Ἰσχύν μοι δίδου, κατὰ παθῶν ὀλεθρίων, καὶ ἀπάλλαξον τὸν νοῦν μου ἐμπαθείας, ἵνα Σε δοξάζω, Παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Μαρτύρων τῆς εὐκλείας, κατηξιωμένος, πρὸς τὴν ὁδὸν μαρτυρίων με ἴθυνον, τῶν ἐντολῶν τοῦ Σωτῆρος Μάρτυς Νικόλαε.
Οἱ πίστει προσιόντες, τῇ σεπτῇ σου Κάρᾳ, καὶ τῇ θερμῇ προστασίᾳ Νικόλαε, πάσης ἀνάγκης λυτροῦνται ὑμνολογοῦντές σε.
Ὑψώσας Νεομάρτυς, τὰς σεπτάς σου χεῖρας, ὑπὲρ ἡμῶν πρὸς Χριστὸν τὸν Φιλάνθρωπον, Αὐτὸν δυσώπει τοῦ σώζεσθαι ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τοῦ ἀλάστορος, καὶ πρὸς ἀγάπησιν θείαν τοῦτον ἀνύψωσον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις τοῦ Μετσόβου θεῖος βλαστός, καὶ στεῤῥῶν Μαρτύρων δι’ ἀθλήσεως κοινωνός· χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος.
Ἤσχυνας ἀθλήσει σου τῇ στεῤῥᾷ, τὸν πρώην σε Μάρτυς ἀπατήσαντα δολερῶς, καὶ Χριστὸν κηρύξας, ἐνώπιον τυράννων, Νικόλαε Μαρτύρων τῆς δόξης ἔτυχες.
Ἤνεγκας ἀνδρείως τὴν τοῦ πυρός, κατάφλεξιν Μάρτυς καὶ κατέφλεξας τὸν ἐχθρόν, τῇ σῇ καρτερίᾳ, καὶ τῷ Χριστῷ προσήχθης, ὡς ἱερὸν Νικόλαε ὁλοκαύτωμα.
Χάριν ἀναβλύζουσα δαψιλῆ, ἡ σεπτή σου Κάρα ἐνεργείᾳ τῇ θεϊκῇ, τὰς λοιμώδεις νόσους, ταχέως θεραπεύει, Νικόλαε καὶ πᾶσι παρέχει ἴασιν.
Χαίροις τῶν ἀκρίδων ὁ ὀλετήρ· χαίροις τοῦ Μετσόβου πολιοῦχος καὶ ἀρωγός· χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, Νεομαρτύρων κλέος καὶ ἐγκαλλώπισμα.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, δι’ ὅν στεῤῥοψύχως καθυπέμεινας τὴν πυράν, πρέσβευε ἀπαύστως, Νικόλαε παμμάκαρ, ἡμᾶς πυρὸς ῥυσθῆναι, τοῦ αιωνίζοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τοῦ Μετσόβου τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα, καὶ τῶν πάλαι Μαρτύρων μιμητὴν καὶ ὀμότροπον, Νικόλαον τιμήσωμεν πιστοί, τὸν νέον τοῦ Σωτῆρος Ἀθλητήν, ὡς
λυτρούμενον κινδύνων πολυειδῶν, τοὺς πίστει ἀνακράζοντας· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν τὸ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου
Νίκην, κατ’ ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ κατὰ παθῶν πολυτρόπων καὶ περιστάσεων, Ἅγιε Νικόλαε, δίδου ἑκάστοτε, ὥσπερ ταύτης φερώνυμος, τῷ πιστῷ λαῷ σου, πόθῳ
καταφεύγοντι, τῇ προστασίᾳ σου, λύων, συμφορῶν τὰς ὀδύνας, τοῖς σὲ Νεομάρτυς τιμῶσι, καὶ πταισμάτων ἄφεσιν αἰτούμενος.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Δίστιχον
Δέησιν Νικόλαε τήνδε προσδέχου· ἥν σοι ὁ Γεράσιμος προσάγει πίστει.

Ἀπολυτίκια ἕτερα. Ἀθανασίου Σιμωνοπετρίτου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Βαρλαὰμ Μονὴ χαῖρε ἐν τοῖς κόλποις κατέχουσα, ὥσπερ θησαυρὸν μέγαν σφόδραν Νικολάου τοῦ Μάρτυρος, τὴν κάραν τὴν μυρίζουσαν ἀεί, εὐώδη μυρισμὸν παρὰ Θεοῦ,
καὶ σκιρτῶσα τῷ Κυρίῳ τὰς σὰς ᾠδάς, ἀπόδος ὡς ἀντίδωρον. Δόξα Μαρτύρων ἡ ἐλπίς, δόξα αὐτῶν ἀγαλλίαμα, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον. Τοῦ ἰδίου. Ἦχος γ΄. Θείας πίστεως
Ὄλβον ἔχουσα, ἐν τοῖς ταμείοις, κάραν βρύουσαν, μῦρον ἀῤῥήτως, Νικολάου τοῦ κλεινοῦ χριστομάρτυρος, ἡ Βαρλαὰμ θεία μάνδρα ἐκβόησον, χαρμονικῶς τῷ Θεῷ
ἀνακράζουσα· Δόξα Κύριε, τῷ δόντι ἰσχὺν τῷ Μάρτυρι, ἐμοὶ δὲ τούτου κεφαλὴν τὴν πανέντιμον.

Ἕτερον. Τοῦ ἰδίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Μετσόβου τὸ βλάστημα καὶ Βαρλαὰμ πλουτισμόν, Νικόλαον Μάρτυρα, τὸν τοῦ Χριστοῦ ἐκ ψυχῆς, βοῶντες τιμήσωμε. Χαίροις Νεομαρτύρων, συναρίθμιε μάκαρ, δὸς ἡμῖν
εὐχαῖς σου, φλογισμὸν τοῦ Κυρίου, προσπίπτουσι καὶ πόθῳ πολλῷ, τὴν κάραν τιμῶσί σου. χριστιανος.gr

Ἕτερον. Γεωργίου Καραγιάννη, Θεολόγου, Φιλολόγου. Ἦχος γ΄. Θείας πίστεως
Χαίρει ἔχουσα, Μετσόβου πόλις, σὲ τρισόλβιε, βλάστημα θεῖον, καὶ Τρικκαίων ὁ δῆμος ἀδάμαντα· ἡ Ἐκκλησία λαμπρότατον Μάρτυρα, ὑπὲρ Χριστοῦ σὲ καλως ἐναθλήσαντα·
ὅθεν Ἅγιε, Νεομάρτυς Νικόλαε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάρια, ἕτερα
Τὸν νέον ὁπλίτην καὶ Ἀθλητήν, καὶ τὸν στεφανίτην εὐφημήσωμεν οἱ πιστοί, τὸν ἐν τοῖς ὑστέροις, καιροῖς ἀναφανέντα, Νικόλαον τὸν νέον Μετσόβου καύχημα.
Χαίροις τοῦ Μετσόβου θεῖος βλαστός· χαίροις ὁ Τρικάλων ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις ὁ παρέχων, ἰάσεων τὴν χάριν, Νικόλαε τρισμάκαρ τοῖς σοὶ προστρέχουσι.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα