Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου· καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα· γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου·
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου· τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς Ἀθλοφόροι εὐκλεεῖς του Σωτῆρος, θαυματουργεῖτε παραδόξως ἐν κόσμω καί πειρασμῶν τόν ζόφον διαλύετε· ὅθεν τους προστρέχοντας, τή σεπτή ὑμῶν σκέπη,
Ἅγιε Τιμόθεε, καί θεοληπτε Μαῦρα, τῶν ἐν τῷ βίω ρύσασθε δεινῶν καί πολυτρόπων σκανδάλων καί θλίψεων.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἁγίων Μαρτύρων ἡ ξυνωρίς, Τριάδα τήν θείαν, ἱκετεύσατε ἐκτενῶς, Τιμόθεε μάκαρ σύν τή Μαῦρα, πάσης ρυσθῆναι ἠμᾶς περιστάσεως.
Θαυμάτων, πηγάζοντας δωρεᾶς, Τιμόθεε μάκαρ, καί ἡ Μαῦρα ἡ εὐκλεής, ψυχῶν καί σωμάτων ἀσθενείας, τή ἐπισκέψει ὑμῶν θεραπεύετε.
Λαμπόμενοι αἴγλη τή θεϊκή, παθῶν τήν ὁμίχλην, διαλύετε ὁλικῶς τῶν πίστει καί πόθω προσιόντων, ἐν τῷ ναῶ ὑμῶν Ἅγιοι Μάρτυρες.

Θεοτοκίον
Ἡλίου τῆς δόξης ἀνατολή, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τήν ἐσκοτισμένην μου καρδίαν, τῷ φωτισμῶ τῆς σῆς χάριτος λάμπρυνον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Τῶν διαμονῶν τά θράση, τά καθ’ ἠμῶν θραύσατε, καί τῶν πειρασμῶν τάς ἑφόδους, ἐναποκρούσασθε Μάρτυς Τιμόθεε, καί Θεοδόξαστε Μαῦρα καί ζωήν ἀτάραχον ἠμίν βραβεύσατε.
Ὡς λαβόντες τήν χάριν, παρά Χριστοῦ Ἅγιοι, πάντοτε πληροῦν τάς αἰτήσεις, πιστῶν ταχύτατα, ἠμῶν προΐστασθε, πάση τοῦ βίου ἀνάγκη πειρασμῶν ἐξαίροντες, τούς κινδυνεύοντας.
Νοσημάτων τήν φλόγαν, καί τῶν παθῶν καύσωνα, δρόσω τῆς θερμῆς σου πρεσβείας, καί ἀντιλήψεως σβέσον δεόμεθα, Μαῦρα Χριστοῦ Ἀθλοφόρε, ἐκ τῶν προσιόντων
σοῖ ψυχῆς θερμοτητι.

Θεοτοκίον
Διά σπλάχνα ἐλέους, σωματωθεῖς Ἄχραντε, ὁ τό εἶναι πάσι παρέχων, δί’ ἀγαθότητα ἐκ τῶν αἱμάτων σου, καταφυγήν σέ καί σκέπην κόσμου ἀπειργάσατο, μόνη Πανύμνητε.
Διασωσον τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πάσης βλάβης καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τή σκέπη. χριστιανος.gr
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή

Προστᾶται ἠμῶν καί φύλακες καί ἔφοροι καί πρέσβεις θερμοί, πρός Κύριον ὑπάρχοντες, Μαῦρα θεομακάριστε, καί Τιμόθεε Μάρτυς ἀήττητε, μή παύσησθε ἀεί δυσωπεῖν
διδόναι ἠμίν χάριν καί ἔλεος. χριστιανος.gr

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Ὑπέρ πάντων πρεσβεύσατε, τῶν καταφευγόντων ὑμίν ἐκ πίστεως, Μάρτυς Μαῦρα καί Τιμόθεε, ρύεσθαι παντοίων περιστάσεων.
Ἀσθενούσι τήν ἴασιν, καί τοῖς θλιβομένοις τήν ἀνακούφισιν, Μάρτυς Μαῦρα καί Τιμόθεε, τή ὑμῶν πρεσβεία χορηγήσατε.
Σωτηρίαν εὐρίσκομεν, τήν κατά ψυχήν καί σῶμα ἑκάστοτε, τῷ ναῶ ὑμῶν προστρέχοντες, Μαῦρα καί Τιμόθεε ἀήττητοι.

Θεοτοκίον
Ἡ Θεόν τόν φιλάνθρωπον, ἐξ ἁγνῆς νηδύος σου σωματώσασα Θεοτόκε, Ἀειπαρθένε, τῆς σῆς εὐσπλαχνίας μέ ἀξίωσον.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Μάρτυρες Χριστοῦ, Ὀρθόδοξων ἀντιλήπτορες, τούς ζητοῦντας τήν βοήθειαν ὑμῶν, ἀντιλήψεως ἁγίας ἀξιώσατε.
Ἄλυπον ἠμῶν , τήν ζωήν καί ἀστασίαστον, ὤ Τιμόθεε καί Μαῦρα εὐκλεής, διασώζετε ὑμῶν τή θεία χάριτι.
Σκέπην ἀσφαλῆ, ὑμᾶς ἔχον ἐπαγγάλεται, Ἡλιούπολης ἡ πόλις ἀληθῶς, ὤ Τιμόθεε καί Μαῦρα συμπαθέστατοι.

Θεοτοκίον
Φύλαττε ἠμᾶς ἀσινεῖς Παρθένε Ἄχραντε, ἐκ ποικίλων προσβολῶν τοῦ πονηροῦ, τήν ζωήν ἠμῶν ἐνθέως κατευθύνουσα.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ρυσθῆναι, κακοπραγίας ἁπάσης, καί δεινῶν πειρατηρίων τοῦ βίου, τόν ἀγαθόν ἱκετεύσατε Λόγον, τούς τῷ ναῶ ὑμῶν πίστει προστρέχοντας, Τιμόθεε Μάρτυς Χριστοῦ,
καί θεοληπτε Μαῦρα πανεύφημε.
Οἱ νόσοις, καί συμφοραῖς καί ἀναγκαις καί πικραῖς στενοχωρίαις τοῦ βίου, στενοχωρούμενοι μέχρι θανάτου, τόν σόν φωνούσιν ἐκ πίστεως ὄνομα, Μαῦρα Μαρτύρων
καλλονή, καί ταχέως λυτροῦνται τῶν θλίψεων.
Ὑμνοῦμεν ὑμῶν τούς θείους ἀγώνας, καί κηρύττομεν θαυμάτων τήν χάριν, καί τήν θερμήν προστασίαν καί σκέπην, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε· ὅτι προστᾶται εὐμενεῖς,
ἀληθῶς ἠμίν ὤφθητε Ἅγιοι.

Θεοτοκίον
Ρανίσι, τῆς εὐσπλαχνίας σου Κόρη τήν δεινῶς μεμολυσμένην ψυχήν, τοῖς μολυσμοῖς τῶν ἀτόπων μου ἔργων, ὡς συμπαθής Θεοτόκε ἀπόπλυνον, καί δεῖξον μέ δοῦλον Χριστοῦ,
πειθαρχοῦντα τοῖς θείοις θελήμασι.
Διασωσον τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πάσης βλάβης καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τή σκέπη.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ρείθροις.

Τή προστασία ἠμῶν καταφεύγοντες, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε, ρυόμεθα πόνων καί θλίψεων, καί χαλεπῶν προσβολῶν τοῦ ἀλάστορος· πιστῶν γάρ ἐστέ ἀντιλήπτορες.
Προκείμενον. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. χριστιανος.gr

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. (Κέφ. 21: 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς,
ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι· ἐγώ γάρ
δώσω ἠμίν στόμα καί σοφίαν, ἤ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων,
καί θανατώσουσι ἐξ ὑμῶν· καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου· Καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτείσασθε τάς ψυχᾶς
ὑμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Ἀθληφόρων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Ζεῦγος Θεοτίμητον, τῶν εὐκλεῶν Ἀθλοφόρων, Ἅγιε Τιμόθεε, καί Μαῦρα θεοσοφέ, καί πανεύφημε, τήν ἠμῶν δέησιν, εὐμενῶς δέξασθε, καί ἁπάντων τά αἰτήματα, ἠμῶν
πληρώσατε, ταῖς ὑμῶν ἁγίαις δεήσεσι, παραπτωμάτων ἄφεσιν, καί ὑγείαν πάσι παρέχοντες, καί πάσης ὀδύνης, καί μάστιγος καί λύπης καί ὀργῆς, ἀπαλλαγήν
ἑξαιτούμενοι, οἴα συμπαθέστατοι. χριστιανος.gr

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῶν ἁγίων Μαρτύρων Τιμοθέου καί Μαύρας,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Εὐπραγίαν ἐν βίω καί εἰρήνην τελείαν καί θεῖον ἔλεος, Τιμόθεε τρισμάκαρ, καί Μαῦρα πανολβία, τοῖς βοῶσιν αἰτήσασθε, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Ἰαμάτων τήν χάριν, Θεοδόξαστε Μαῦρα ἀπλοῦσα πάντοτε, δαιμόνον ἐπηρείας, τούς πάσχοντας λυτροῦσαι, καί ὑγείαν τοῖς χρήζουσι, τή σή θερμή ἀρωγή, παρέχεις παραδόξως.
Τούς δεινῶς τρυχομένους, χαλεπαῖς δυσχερείαις καί ἀρρωστήμασι, λυτρώσασθε ταχέως, ὑμῶν τή ἀντιλήψει, παναοίδιμοι Μάρτυρες, τῶν συνεχόντων κακῶν, ὡς
τῶν πιστῶν προστᾶται.

Θεοτοκίον
Ἐξ ἀχράντου σου μήτρας, προελθῶν ἀπορρήτως Χριστός ὁ Κύριος, προστάτιν σέ ἁπάντων, ἀνέδειξε Παρθένε, τῶν πιστῶς ἐκβοώντων σοί· χαῖρε ἡ σκέπη ἠμῶν,
Ἁγνή Θεογεννῆτορ.

Ὠδή γ΄. Τόν βασιλέα
Ἡλιούπολης, ὑμᾶς ἡ κώμη γεραίρει, ἀντιλήψεως ὑμῶν τάς χορηγίας, πίστει καρπουμένη, Τιμόθεε καί Μαῦρα. χριστιανος.gr
Ἐξ ἐπήρειας, τῶν ἀκαθάρτων πνευμάτων, ἁπαλλάξασθε ὑμῶν τή προστασία, τούς ὑμᾶς τιμώντας Τιμόθεε καί Μαῦρα.
Ρῶσιν τελείαν, οἱ εὐλαβῶς προσίοντες, τῷ ναῶ ὑμῶν καρπούμενοι ὑμνούσιν, ἰμῶν τούς ἀγώνας, Τιμόθεε καί Μαῦρα.

Θεοτοκίον
Ἀδιαφθόρως, τόν Θεόν Λόγον τεκοῦσα, τήν φθαρεῖσάν μου ψυχήν τή ἁμαρτία, ἴασαι Παρθένε, τή σή ἐπιστασία.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωτήριον λιμένα, τόν ναόν πλουτοῦντες, ὑμῶν ὤ Μαῦρα καί θεῖε Τιμόθεε, τρικυμιῶν τῶν τοῦ βίου ἀπολυτρούμεθα.
Ἰάσεις χορηγοῦσα, Μαῦρα Ἀθληφόρε, τούς ἀσθενείαις καί πόνοις στενάζοντας, τῆς ποθητῆς θεραπείας Μάρτυς ἀξίωσον.
Μαρτύρων συζυγία, Τιμόθεε θεῖε, καί θεοδόξαστε Μαῦρα τηρήσατε, τῷ τῆς ἀγάπης συνδέσμω ἠμᾶς καί πίστεως. χριστιανος.gr
Οἱ πάσαν καθελόντες, τοῦ ἐχθροῦ τήν πλάνην, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε, ἠμᾶς συντρίβειν τά κέντρα αὐτοῦ σθενώσατε.

Θεοτοκίον
Ὑπεραγνέ Μαρία, Κεχαριτωμένη, τήν μιανθεῖσαν καρδίαν μου τοῖς πάθεσι, τή ρυπτική σου πρεσβεία πλῦνον καί σῶσον μέ.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανος.gr

Καί τά παρόντα Μεγαλυνάρια
Ζεῦγος τῶν Μαρτύρων θεοειδές, οἱ ὁμοφροσύνη, ἐναθλήσαντες ἱερά Τιμόθεε μάκαρ, καί Μαῦρα τρισολβία, ἠμᾶς ἐν ὁμονοία διατηρήσατε.
Ἄθλησιν ἀνύσαντες ἱεράν, ἄθλοις πολυτρόποις καί ἀγῶσι μαρτυρικοῖς, πίστεως ἁγίας, ἐδείξατε τήν δόξαν, Τιμόθεε καί ἀξιοθαύμαστοι.
Χαίρετε Μαρτύρων ἡ καλλονή· χαίρετε θαυμάτων, οἱ πηγάζοντες δωρεᾶς, Τιμόθεε θεῖε, καί Μαῦρα μακαρία, καί τούς πιστούς κινδύνων πολλῶν λυτρούμενοι.
Συμμορφοι ὠράθητε ἀληθῶς τῶν παθῶν Κυρίου, ἠλωθέντες ἐν τῷ Σταυρῶ, Τιμόθεε θεῖε καί Μαῦρα τρισόλβια, διό τῆς ἀθανάτου, δόξης ἐτύχετε.
Τούς ἐν τῷ ἁγίω ὑμῶν ναῶ, πίστει προσιόντας, διασώζετε ἀβλαβεῖς, Τιμόθεε Μάρτυς, καί Μαῦρα πανολβία, ἐκ πάσης ἐπηρείας τοῦ παναλάστρορος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ἐκτενής καί ἀπόλυσις μεθ’ ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Ζεῦγος τῶν Μαρτύρων ἐκλεκτόν, ἔνδοξε Τιμόθεε θεῖε, καί Μαῦρα νύμφη Χριστοῦ, οἱ καταπαλαίσαντες, ἐχθρῶν τήν δύναμιν, καί θαυμάτων δυνάμεσι, λαμπρῶς
δοξασθέντες, ρύσασθε δεόμεθα, ὡς συμπαθέστατοι, πάσης συμφορᾶς καί ἀνάγκης, καί ἐπηρειῶν τοῦ Βελίαρ, τούς ὑμᾶς καλοῦντας εἰς βοήθειαν.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Δίστιχον
Τιμόθεε σκεποί τέ ὁμού καί Μαῦρα Γεράσιμων σπεύδοντα ὑμῶν τή σκέπη.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα