Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 



 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω
Τῆς μετανοίας ὀχετοῖς σαυτήν ἀρδεύσασα καί ψυχοκτόνους τοῦ ἐχθροῦ ὁρμᾶς ξηράνασα, συνεργεῖα θεία ἔρημον Ἰορδάνου
τή ἀσκήσει σου, Μαρία, καθηγίασας καί τοῖς ρείθροις τῶν δακρύων σου ἐπιανας• ὅθεν κράζομεν• Χαίροις, Μῆτερ ἰσάγγελε.

Οἱ Οἶκοι.
Ἄγγελος μετανοίας ἤνοιξε σοί τάς πύλας ναοῦ ὁ σοί πότε θύρας κλείων (τρίς)
καί Ἀγγέλων σεμνήν βιοτήν δί εὐχῆς ἀόκνου διελθεῖν, πάνσεπτε Μαρία, κατηξίωσεν, ὁ νῦν σύν τοῖς πιστοῖς κραυγάζων•

Χαῖρε, τό κρίνον τῆς μετανοίας• χαῖρε, τό ρόδον τῆς ἐρημίας.
Χαῖρε, ψυχικῆς εὐσθενείας κυπάρισσος• χαῖρε, σωστικῆς ἀγωγῆς βίβλος πάγχρυσος.
Χαῖρε, ὕψος δυσαντίβλεπτον οὐρανίων ἀρετών• χαῖρε, βάθος ἐπιγνώσεως καί ἀσκήσεως κανών.
Χαῖρε, ὅτι γηΐνων ἀπανέστης ἐμφρόνως• χαῖρε, ὅτι ὁσίων ὤφθης παντιμον κάλλος.
Χαῖρε, τερπνόν Ἀγγέλων ὀσφράδιον χαῖρε, σεπτόν ἐρήμου κιννάμωμον.
Χαῖρε, Θεοῦ τιμαλφέστατον ἄγγος• χαῖρε, ἐχθροῦ τό δυσβάστακτον ἄγχος•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Βλάστημα τῆς Αἰγύπτου εὐθαλές, ἐν ἐρήμω, ἤν ρέει Ἰορδάνης, Μαρία, ἀρετῶν γλυκυτάτους καρπούς
δί ἀπαύστων πόνων καί στερρᾶς ἤνεγκας ἀσκήσεως τῷ Κτίσαντι, βοώσα σύν Ἀγγέλων δήμοις•

Ἀλληλούϊα.



Γυναικών θεοφόρων κοσμιότης, Μαρία, Σταυρόν κωλυομένη τόν θεῖον προσκυνῆσαι ὑπό
θεϊκοῦ ἐμποδίου τρόπον βιοτής ἤλλαξας καί ἦλθες εἰς ἐπίγνωσιν διο σοί ἐκβοῶμεν ταύτα•

Χαῖρε, δί' ἤς ὁ Χριστός ὑψώθη• χαῖρε, δί' ἤς ὁ Σατᾶν ἐτρώθη.
Χαῖρε, ἀειρρύτων δακρύων ὁ χείμαρρος• χαῖρε, ἀστειρεύτων ἱδρώτων τό πέλαγος.
Χαῖρε, μάχαιρα ἀμφίστομος βιοτής ἠδονικής• χαῖρε, σκήνωμα πολύτιμον ἐνεργείας θεϊκῆς.
Χαῖρε, ὅτι ὑπάρχεις Ἰορδάνου τό εὔχος• χαῖρε, ὅτι ἐδείχθης ἀσιτείας ὁ τύπος.
Χαῖρε, λαμπάς συντόνου ἀσκήσεως• χαῖρε, ἡ δᾶς τῆς ἄνω λαμπρότητος. χριστιανος.gr
Χαῖρε, νυμφῶνος Ἐδέμ κληρονόμος• χαῖρε, λειμῶνος τερπνοῦ πεζοπόρος•
χριστιανος.gr
Χαίροις, Μῆτερ ἰσάγγελε.

Δύναμιν εἰληφυία οὐρανόθεν ὁμίχλην πορνείας διεσκέδασας τάχος καί πρός φῶς μετανοίας φαιδρόν
τους σούς πόδας, μῆτερ θαυμαστή, ἴθυνας καί ἔρημον ἐπέλεξας ὡς οἶκον προσευχῆς βοώσα•

Ἀλληλούϊα.

Ἔδραμες ἀποπλύναι λογισμῶν ἀκαθάρτων καί πράξεων ἀνόμων τόν ρύπον ὡς διψώσα ἐπί τάς πηγᾶς τῶν ὑδάτων,
μῆτερ εὐκλεές, ἔλαφος εἰς ἔρημον• διόπερ σοῖ βοῶμεν εὐχαρίστω γλώσση•

Χαῖρε, τό τεῖχος τῆς μετανοίας• χαῖρε, ὁ πύργος τῆς ἀπαθείας.
Χαῖρε, βιοτής τῆς ἀγήρω ἀρχέτυπον• χαῖρε, ἀγωγῆς ψυχοτρόφου τό ἔσοπτρον.
Χαῖρε, τρόπαιον τῆς φύσεως τῆς θηλείας τιμαλφές• χαῖρε, εὔμορφον ἀπάνθισμα ἀρετῶν ἠδυτερπές.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν ὁσίων φαιδρότης• χαῖρε, ὅτι τυγχάνεις ἐγκρατείας ἀκρότης.
Χαῖρε, κρουνέ βλυστάνων εὐσέβειαν• χαῖρε, πυρσέ φωτίζων τά σύμπαντα.
Χαῖρε, αὐγή μυστικῆς εὐωχίας• χαῖρε, στακτή μυροβόλος σοφίας•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ζάλης θανατηφόρου δί' εὐχῆς ἀπηλλάγης ἀόκνου καί συντόνου νηστείας• τῆς σαρκός γάρ νεκρώσας
ὁρμᾶς τόν σόν νοῦν, Μαρία, πρός Θεόν τάχιστα ἐπτέρωσας ὡς εὔλαλος Κυρίου ἀηδών βοώσα•

Ἀλληλούϊα.

Ἤσχυνας τοῦ δολίως πολεμοῦντος σέ, μῆτερ Μαρία, μισοκάλου τό θράσος συντονία καμάτων τῶν σῶν
ἀσιτίας ἄκρας καί εὐχῆς χάριτι Θεού• διο σοί πλέκομεν τῆς νίκης στέφος ἐκβοώντες•

Χαῖρε, ἡ τρῶσις τοῦ ἀρχεκάκου• χαῖρε, ἡ πτῶσις ἐχθροῦ του πλάνου. χριστιανος.gr
Χαῖρε, τήν ὀφρύν τοῦ Σατᾶν ἡ πατήσασα• χαῖρε, τήν ἰσχύν τοῦ Χριστοῦ ἡ κρατύνασα.
Χαῖρε, ὄμμα τό ἀνύστακτον τοῦ Βελίαρ πρσβολαίς• χαῖρε, δῶμα ἐνασκήσεως ἀσιγήτου εὐπρεπές.
Χαῖρε, ὅτι ἐλαύνεις τοῦ ἐχθροῦ τήν μανίαν• χαῖρε, ὅτι ἐκτρέπεις τοῦ ἐχθίστου κακίαν.
Χαῖρε, παθῶν ἐκλύτων τό θέριστρον• χαῖρε, ἠθῶν ἀμέμπτων τό ἔλυτρον.
Χαῖρε, ψεκᾶς τοῦ Σωτῆρος εἰρήνης• χαῖρε, ὀλκᾶς τῆς ἐνθέου γαλήνης•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Θεοφόρων γυναίων τῆς ἔρημου μεγίστη ὑπῆρξες, τρισολβία Μαρία• ὁλοτρόπως θελχθεῖσα γάρ σύ τῷ τοῦ
Κτίστου πάντων καί Θεοῦ ἔρωτι καί σθένει θείου Πνεύματος ρωσθεῖσα ἀνεβόας πόθω•

Ἀλληλούϊα.

Ἰορδάνου τοῖς ρείθροις τῶν τοῦ βίου σου ρύπον ἀπέπλυνας, ὁσία Μαρία, καί λαμπρᾶν μετανοίας στολήν
ἐνδυθεῖσα πάντων πρός Θεόν πρέσβειρα ἐγένου τῶν τιμώντων σέ καί ὕμνοις μελιχροῖς βοώντων•

Χαῖρε, ἡ ἔνθους ἐν τή ἀσκήσει• χαῖρε, ἡ μείζων ἐν τή συνέσει.
Χαῖρε, πολιτείας ὁσίας λευκάνθεμον• χαῖρε, εὐσεβείας τό θεῖον τετράδιον.
Χαῖρε, σέμνωμα περιδοξον μετανοίας σωστικής• χαῖρε, ἄρωμα οὐράνιον ἐργασίας πρακτικῆς.
Χαῖρε, ὅτι ἐλαύνεις λεγεώνα δαιμόνων• χαῖρε, ὅτι δεικνύεις τόν σωτήριον δρόμον.
Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα• χαῖρε, Αὐτοῦ ἀγάπης θησαύρισμα. χριστιανος.gr
Χαῖρε, φθαρτῶν ὑπερτέρα ἀπάντων• χαῖρε, θημῶν αἰωνίων δραγμάτων•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Κατιδών τῆς ψυχῆς σου ζῆλον ὄντως τόν θεῖον ὁ σώφρων Ζωσιμᾶς κατηγάσθη χάριτός σου, ἤν εὖρες,
σεμνή, ἐπιβαίνειν κούφως ποταμοῦ ρεύμασι καί πόθω ἐξιστάμενος Κυρίω εὐλαβῶς ἐβόα•

Ἀλληλούϊα.

Λάμπουσα ἀπαθεία καί συνέσει τελεία ὁσίων τοῖς χοροῖς ἠριθμήθης• μετανοίας σου γάρ καθορῶν
ὁ Δεσπότης τρόπους τή Αὐτοῦ χάριτι, Μαρία, σέ ἐσκίασε• διόπερ ψάλλομεν σοί ταύτα•

Χαῖρε, ἡ βίβλος τῆς καρτερίας• χαῖρε, τό ἔρνος τῆς ἐρημίας.
Χαῖρε, γυναικών ἀσκουμένων ἀκρώρεια• χαῖρε, ἀρετῶν τό θεοτευκτον οἴκημα.
Χαῖρε, φάρε τηλαυγέστατε ἀγωγῆς ἀσκητικής• χαῖρε, λύχνε παμφαέστατε ἐνεργείας θεϊκῆς.
Χαῖρε, ὅτι σοῖς τρόποις τοῖς ἀπλάστοις διδάσκεις• χαῖρε, ὅτι σοῖς πόνοις πρός τελείωσιν ἤχθης.
Χαῖρε, κανών βιώσεως σώφρονος• χαῖρε, εἰκών ἀόκνου στερήσεως. χριστιανος.gr
Χαῖρε, καρπῶν οὐρανίων ἡ πλήρης• χαῖρε, ἠμῶν πρός Θεόν ἡ μεσίτις•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Μένεα ἀποπνέων κατά σου ὁ τοῦ σκότους καί πάσης φαύλης πράξεως ἄρχων ἐπειράτο δαμᾶσαι ψυχήν
τήν σήν θείαν, μῆτερ, ἤν Θεοῦ δύναμις ἐφύλαττεν ἀμόλυντον καί ἤγειρεν σέ πόθω ψάλλειν•

Ἀλληλούϊα.

Νύκτωρ καί καθ' ἡμέραν σύν ἀγέλαις θηρίων σχολάζουσα ἐν βάθει ἐρήμου προσευχή καί νηστεία πολλή
τῷ Θεῶ, Μαρία, ἀστραπῶν ἔμπλεως ἐφαίνου τελειότητος φωτίζουσα τούς σοί βοώντας•

Χαῖρε, τό σέλας τῆς ἀσιτίας• χαῖρε, τό κέρας τῆς μετανοίας.
Χαῖρε, λαμπηδών τῆς Χριστοῦ ἀγαπήσεως• χαῖρε, ἀηδών Ἰορδάνου γλυκύφθογγος.
Χαῖρε, ὅτι ἀσκητεύουσα ἔσχες στέγην οὐρανόν• χαῖρε, ὅτι γυμνητεύουσα ἐνεδύθης τόν Χριστόν.
Χαῖρε, τῆς ἀγρυπνίας εὐωδέστατος κήπος• χαῖρε, μεταμελείας ἀκλινέστατος στύλος.
Χαῖρε, ἐχθρῶν βέβηλων ὀλέτειρα• χαῖρε, ψυχῶν πρός Κύριον πρέσβειρα.
Χαῖρε πολλῶν κλονουμένων προστάτις, χαῖρε παθῶν σαρκικῶν ἡ ὀλέτις.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ξενωθεῖσα τοῦ κόσμου τῷ Κυρίω τῶν ὅλων ἐγνώσθης, τρισευδαῖμον Μαρία, τῷ ἰσχύσαντι σέ σθεναρῶς
τόν Σατᾶν παλαῖσαι,τόν ψυχῆς θέλοντα τῆς σῆς συλῆσαι μάργαρον καί παῦσαι σέ βοᾶν ἀπαύστως•

Ἀλληλούϊα.

Ὅλος ἐπλήσθη θάμβους Ζωσιμᾶς ὁ θεοπνους, ἠνίκα τήν σήν χάριν κατεῖδε τά ἐσόμενα βλέπειν καλῶς
καί τήν σοί οἰκοῦσαν τοῦ Θεοῦ δύναμιν Μαρία• ὅθεν χαίρων σοί ἐβόα μυστικῶς τοιαύτα•

Χαῖρε, ἀκρότης τῆς ἐγκρατείας• χαῖρε, σεμνότης τῆς Ἐκκλησίας.
Χαῖρε, ἡ καλῶς προορώσα τά μέλλοντα• χαῖρε, ἡ σαρκός τάς ὁρμᾶς ἀπορρίψασα.
Χαῖρε, ἔμψυχον προοίμιον τῆς μελλούσης ἀμοιβής• χαῖρε, τίμιον διάδημα ἰσαγγέλου βιοτής.
Χαῖρε ὅτι δαιμόνων τήν μανίαν καθείλες• χαῖρε, ὅτι μερόπων τά ἠδέα παρεῖδες.
Χαῖρε, στερρόν τῆς νήψεως ἔρεισμα• χαῖρε, λαμπρόν ἀσκήσεως τείχισμα.
Χαῖρε, ναπῶν οὐρανῶν ὀδοιπόρος• χαῖρε, ἠμῶν ὁδηγός φωτοφόρος• χριστιανος.gr

Χαίροις, Μῆτερ ἰσάγγελε.

Πόνοις σου νυχθημέροις ἐχαλίνωσας, μῆτερ Μαρία, τῆς σαρκός τάς ὀρέξεις καί κατέδειξας πάσι πιστοῖς,
Ἰορδάνου κλέος, τῆς ψυχῆς φρόνημα σής θείας τό ἀδάμαστον, δί' οὐ πλησθεῖσα ἀνεβόας•

Ἀλληλούϊα.

Ρείθροις τῶν σῶν δακρύων καί ἀπείρων ἱδρώτων κατέσβεσας παθῶν σου τήν φλόγα καί ἀνήψας ψυχῆς σου
πυρσόν, ὄν καλῶς βαστάζουσα Θεῶ ἔδραμες, Μαρία, ἱκετεύουσα Αὐτόν ὑπέρ τῶν σοῖ φωνούντων•

Χαῖρε, ὀσμή Χριστοῦ εὐωδίας• χαῖρε, ροπή θεϊκῆς σοφίας.
Χαῖρε, ἡ ἐχθροῦ τάς ὀρδᾶς ἀφανίσασα• χαῖρε, ἡ Θεοῦ τούς ἀνθρώπους εὐφράνασα.
Χαῖρε, κρήνη ἡ καλλίρρυτος ὕδωρ βλύσασα ζωής• χαῖρε, στάθμη ἀρρυτίδωτος ἀρετῆς ἀσκητικῆς.
Χαῖρε, ὅτι λαμπρύνεις τόν χορόν τῶν ὀσίων• χαῖρε, ὅτι ὑπάρχεις ἀκτησίας ταμεῖον.
Χαῖρε, ἀκτίς τῆς θείας χρηστότητος• χαῖρε, παγίς τοῦ πλάνου ἀλάστορος. χριστιανος.gr
Χαῖρε, ἀστήρ μετανοίας φωσφόρος• χαῖρε, λαμπτήρ ἀπαθείας πυρφόρος•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Στέφανον ἐκομίσω βιοτής ἀθανάτου, Μαρία, ἐκ χειρῶν τοῦ Κυρίου• τῆς ἀσκήσεως γάρ τήν ὁδόν θεαρέστως,
μῆτερ, ἀρετῶν κύαθε, τελέσασα θεώσεως ἐδρέψω τούς καρπούς βοώσα•

Ἀλληλούϊα.

Τῶν Ἀγγέλων τήν θείαν πολιτείαν, Μαρία, ποθήσασα σαυτήν τῷ Κυρίω ὡς θυμίαμα ἠδυτερπές τῷ κρατύναντι
σέ ἐπί γής ἤνεγκας• διο σοί πάντες σπεύδομεν αἰσίαις ταῖς φωναῖς βοήσαι•

Χαῖρε, συνέσεως ἐκμαγείον• χαῖρε, τῆς χάριτος σκεῦος θεῖον.
Χαῖρε, Ζωσιμά τήν ψυχήν ἡ ἠδύνασα• χαῖρε, Μαμωνά τήν δουλείαν ἡ λύσασα.
Χαῖρε, μῆτερ ἀξιάγαστε, Ἰορδάνου καλλονή• χαῖρε, νύμφη Κτίστου πάγκαλε, τῶν Ἀγγέλων χαρμονή.
Χαῖρε, ὅτι ζευγνύεις πράξιν καί θεωρίαν• χαῖρε, ὅτι ἐλαύνεις τοῦ Σατᾶν τήν κακίαν.
Χαῖρε, δί' ἤς ἡ πίστις κρατύνεται• χαῖρε, δί' ἤς φθορά ἀπαμβλύνεται. χριστιανος.gr
Χαῖρε, χαρᾶς κοινωνέ τῆς ἀγήρω• χαῖρε, λαμπάς κοινωνίας τῆς ἄνω•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ὕμνων σέ ἠδυμόλπων καταστέφομεν κρίνοις τούς ἄθλους σου, ὁσία Μαρία• ἐπιγνώσεως γάρ ἀρχηγός
καί σοφῶν ἐδείχθης γυναικών ἄγαλμα, ἀσκήσασα ὡς ἄσαρκος καί πόθω τῷ Θεῶ βοώσα•

Ἀλληλούϊα.

Φῶς Χριστοῦ κατιδοῦσα ἐν Ὑψίστοις, Μαρία, τό ἄδυτον ἑξαίτει τόν θεῖον φωτισμόν τοῖς τιμῶσι λαμπρῶς
τούς τιμίους, μῆτερ, ἐπί γής μόχθους σου, ἴνα ἐκθύμως ψάλλωμεν σοί χείλεσιν ἀμώμοις ταύτα•

Χαῖρε, θεάμων τῶν ἀθεάτων• χαῖρε, ἀρρήτων ἐπόπτις ξένων.
Χαῖρε, κοινωνέ τῆς ἀΰλου λαμπρότητος• χαῖρε, φρυκτωρέ τῆς ἀδύτου φαιδρότητος.
Χαῖρε, ὅτι ἐκοινώνησας Ζωσιμά ἐκ τῶν χειρών• χαῖρε, ὅτι κατηγλάϊσας τήν ὁμήγυριν πιστῶν.
Χαῖρε, σάλπιγξ ἀλήκτου εὐφροσύνης ἐν πόλω• χαῖρε, φόρμιγξ ὁσίας βιοτῆς ἐν ἐρήμω.
Χαῖρε, πιστῶν γλυκύτατον ψέλλισμα• χαῖρε, ψυχῶν τό ἤδιστον μέλισμα.
Χαῖρε, Χριστοῦ τό θειότατον εὔχος• χαῖρε, ἐχθροῦ τό ὀξύτατον κάρφος•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Χαίρουσα νῦν ἐν δόμοις θεϊκοῖς σύν Ἀγγέλων τοῖς δήμοις καί ὁσίων ἁπάντων τοῖς χοροῖς ἐκτενῶς
τῷ Χριστῷ καταπέμψαι πάσι τοῖς πιστοῖς πρέσβευε ἐλέους πλῆθος ἄμετρον Αὐτοῦ τοῖς ἐκβοῶσι πίστει•

Ἀλληλούϊα.

Ψάλλοντές σου τῶν πόνων τήν πληθύν ἐν ἐρήμω ὑμνοῦμεν σέ, ὁσία Μαρία• σύ γάρ δείξασα εἰλικρινῆ,
εὐψυχίας βάθρον καί βαλβίς νήψεως, μετάνοιαν διέλαμψας ὡς ἄστρον τοῖς βοῶσι φαίνον•

Χαῖρε, μελώδημα τῶν ὀσίων• χαῖρε, ἀπήχημα τῶν ἁγίων.
Χαῖρε, κιβωτέ ἡσυχίας πολυτιμε• χαῖρε, θησαυρέ σιωπῆς ἀδαπάνητε.
Χαῖρε, στήλη ἀκαθαίρετος κοσμικῆς ἀποταγής• χαῖρε, κρήνη νέκταρ βρύουσα ἀθανάτου βιοτῆς.
Χαῖρε, θεία σαμβύκη ἐν Χριστῷ μετανοίας• χαῖρε, πάγχρυσε θήκη νυχθημέρου νηστείας.
Χαῖρε, κιθάρα πίστεως παντερπνος• χαῖρε, κινύρα εὔλαλος νήψεως.
Χαῖρε, χοροῦ μονοτρόπων ἠδύτης• χαῖρε, καμοῦ ἐν κινδύνων ἡ ρύστις•

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ὤ Μαρία, πυξίον διαυγές μετανοίας καί Κτίστου ἀγαπήσεως λύχνε, (τρίς)
τήν σκοτίαν μου παῦσον παθῶν ἀπαθείας ἧμαρ σῶ πιστῶ προσφυγι λιταίς σου ἀνατέλλουσα, ὡς ἄν πανευλαβῶς κραυγάζω•

Ἀλληλούϊα.

Καί αὔθις τό Κοντάκιον. Ἦχος πλ. δ΄.Τή Ὑπερμάχω
Τῆς μετανοίας ὀχετοῖς σαυτήν ἀρδεύσασα καί ψυχοκτόνους τοῦ ἐχθροῦ ὁρμᾶς ξηράνασα, συνεργεῖα θεία ἔρημον
Ἰορδάνου τή ἀσκήσει σου, Μαρία, καθηγίασας καί τοῖς ρείθροις τῶν δακρύων σου ἐπιανας• ὅθεν κράζομεν•

Χαίροις, Μῆτερ ἰσάγγελε.


Δίστιχον
Χαῖρε, βοᾶ σοί Χαραλάμπης, Μαρία, ἀκηλίδωτον ἔσοπτρον μετανοίας.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα