Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 


Ποιηθείς υπό ιερομονάχου Διονυσίου του Λακεδαιμονίου



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Οἱ ἐπηρείας τῶν δεινῶν χειμαζόμενοι, καί συνοχή τῶν παθημάτων θλιβόμενοι, νῦν προσδραμόντες Ἅγιε τή κάρα τή σή κράζομεν· Ἀλέξιε, σέ θερμῶς δυσωποῦντες, λύτρωσαι
τούς δούλους σου, ἐκ φθορᾶς καί θανάτου, ὡς χάριν ταύτην ἔχων ἐκ Θεοῦ, ἰάσθαι πάθη, καί σώζειν τούς κάμνοντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ὑμῶν.
Ἐπαγωγαί τῶν συμφορῶν, Ἀλέξιε, καί τρικυμίαι παθῶν, ἁμαρτιῶν μου πάντοθεν συνέσχον μέ, καί μαστιγούσιν Ἅγιε, καί πικρῶς ὀδυνῶμαι καί κινδυνεύω πρός θάνατον·
σῶσον μέ λιταῖς ταῖς σαῖς δέομαι.
Νενοσηκυίας ἐξ ἀτόπων πράξεων τῆς ταπεινῆς μου ψυχῆς, ὀδυνηρά πάθη τό δυστηνον σῶμά μου παντοίως βασανίζουσι· καί στενάζω καί κράζω· Χριστοῦ θεράπων Ἀλέξιε,
σπεῦσον ἀπολλύμενον σῶσον μέ.
Σέ ἀκεσώδυνον πηγήν ἰάσεων ἀναδειχθέντα λαμπρῶς, ὡς τοῦ Θεοῦ δοῦλον, ἅγιε Ἀλέξιε, καθικετεύω, ἴασαι τῆς ψυχῆς καί σαρκός μου, ταῖς σαῖς πρεσβείαις, τούς μώλωπας,
ὅπως σέ γεραίρω σωζόμενος.

Θεοτοκίον
Ὁμολογοῦντες εὐσεβῶς μητέρα σέ τοῦ εἰληφότος ἔκ σού ὑπερφυῶς σάρκα, καί ἀναρχως λάμψαντος ἐκ τοῦ Πατρός, κηρύττομεν Θεοτόκον σέ κόρη, καί δυσωποῦμεν,
διασωσον κινδύνων τούς δούλους σου. χριστιανος.gr

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἱκετεύων μή παύση τόν ἀγαθόν Ἅγιε, καί γλυκύν Δεσπότην συγγνώμην δοῦναι πταισμάτων μοί τῶν χαλεπῶν καί πολλῶν καί τοῦ νοσοῦντος σαρκίου τήν ταχείαν ἴασιν,
ὅπως γεραίρω σέ.
Θεαρέστως βιώσας, θαυμαστῶς ἰσάγγελον πολιτείαν ἤνυσας, Πάτερ, καί μετά σώματος, καί τάς ἰάσεις μισθόν παρά Θεοῦ ἐκομίσω τούς πιστῶς προσιόντας σώζων Ἀλέξιε.
Ἐν ὠδαῖς τέ καί ὕμνοις ἀνευφημῶν Ὅσιε, σού τήν πολιτείαν γεραίρω καί τά θαυμάσια, καί τῶν πικρῶν ὀδυνῶν ταχύν σέ, Πάτερ σωτήρα ἐκ Θεοῦ μοί φανῆσαι καθικετεύω.

Θεοτοκίον
Ὁ πολλαῖς ἁμαρτίαις καταχρασθεῖς, Ἄχραντε, τέτρωμαι ψυχήν τέ καί σῶμα, τάλας καί βέβλημαι, καθηλκωμένος δεινῶς, ἀλλά τή σή προστασία, οἰκτιρμῶν ἡ ἄβυσσος,
σῶσον μέ, δέομαι.
Διασωσον ἀπό κινδύνων, Ἀλέξιε, σούς ἰκέτας ὅτι πάντες πανευλαβῶς εἰς σέ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. χριστιανος.gr

Εἴτα μνημονεύει ὁ Ἱερεύς ὑπέρ ὧν ἡ Παράκλησις γίνεται καί ψάλλομεν τό Κύριε ἐλέησον.
Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων…
Καί εὐθύς λέγομεν τό ἑπόμενον Κάθισμα·
Ἦχος β΄. Πρεσβεία θερμή

Τή κρήνη τῶν σῶν θαυμάτων νῦν, Ἀλέξιε, προστρέχω βοῶν, ὀδύνη συνεχόμενος. Τῆς σαρκός τά τραύματα καί ψυχῆς τήν πόρωσιν ἴασαι, καί τῶν δεινῶν μέ σῶσον σαῖς
λιταῖς τιμώντα σεπτῶς τήν θείαν κάραν σου.

Ὠδή δ΄. Σύ μου ἰσχύς Κύριε
Ὕμνους κροτῶ κείμενος, Πάτερ, ἐν κλίνη μου, τοῖς ἐκ λάκκου, οἶμοι καταβαίνουσιν ὁμοιωθεῖς, ὥσπερ ὁ Δαβίδ ψάλλει, καί συγγνώμην αἰτοῦμαι, ὥσπερ ἐξήμαρτον Θεῶ,
καί θεραπείαν τῶν παθῶν τῆς σαρκός μου, σαῖς πρεσβείαις, τρισμάκαρ, Ἀλέξιε.
Νάμα κρουνῶν, ὡς ἀπό κρήνης ἀκήρατον, τῆς σωροῦ σου, Πάτερ μεγαλώνυμε, θαυματουργέ, βρύων ἀενάως, φλογώσεις ψυχῆς καί σώματος δροσίζει, καί πραΰνει,
τῶν παθῶν τάς ὀδύνας θεραπεύων καί σώζων τούς κάμνοντας.
Ἄνωθεν σύ, ἄνθρωπος Θεοῦ, Ἀλέξιε, προσεκλήθης, ἀναγορευόμενος θεία φωνή νόσων ἰατρός, φερώνυμε Πάτερ, καί πρόσφορος ἀλεξίκακος πιστῶν τοῖς καχεκτούσι·
διο παρακαλῶ σέ, πυρετοῦ καί ριγώσεως ρύσαι μέ.
Θλίψεις πολλαί, καί πλήρεις πόνων Ἀλέξιε, ὀδυνῶν τέ σμῆνος, ὥσπερ κηρόν, τό ἐλεεινόν λείψανον ζωῆς μου προσχύσαι καταβιβρώσκουσιν, εἰς ἅδου κατωτάτου κατασπᾶν
ἀπειλοῦσαι. Προφθασον ἐκ τούτων καί σῶσον μέ. χριστιανος.gr

Θεοτοκίον
Ρεῦμα φθορᾶς φύσεως βροτῶν ἀνέστειλας Θεοτόκε, Λόγον σωματώσασα, τόν ἐκ Πατρός, ὥσπερ ἐκ φωτός αἴγλη γεννηθέντα, καί σώσαντα τό ἀνθρώπινον· διο σέ ἱκετεύω,
χαλεποῦ μέ κινδύνου καί κακώσεως ρύσαι πρεσβείαις σου.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω
Ὡς πηγή παραδείσου τῆς Ἐδέμ ἐκβλύζουσα, πάτερ Ἀλέξιε, τῶν πολλῶν θαυμάτων ἡ δοθεῖσα σοί χάρις ἐκκέχυται, ποτίζουσα καρδίας, καί ψυχῶν καί σωμάτων ἰωμένη τάς
νόσους ἑκάστοτε.
Πάσα πείρα γηΐνης ἰατρείας ἄπρακτος ὅλως ἐξήλεγκται ἐν ἐμοί, καί κεῖμαι φεῦ! τά λοίσθια πνέων ὁ δείλαιος· ἀλλά σοί τῷ σωτήρι, ἐκ Θεοῦ διδομένω, προσελθῶν ἱκετεύω
σωθῆναι μέ.
Ἐπί κλήνης ὀδύνης, καί στρωμνῆς κακώσεως κείμενος, κράζω σοί· Ἐξελοῦμαι, Πάτερ, τῶν παμφάγων ὀδόντων, Ἀλέξιε, τοῦ πικροῦ θανάτου, ὁ παρακείμενος ἀνορθώσας,
καί παντοίως νοσοῦντας ρυσάμενος.
Ἐνοικήσας Θεός σοί, πάσαν ἰώμενος νόσον Ἀλέξιε, ὡς εὐρῶν σέ ὄντως ἐνδιαίτημα θεῖον ἀνέδειξε νόσων ἰατήρα· ὧν καμοί τῷ δυστήνω ἐξιλέωσον. Πάτερ σωθῆναι μέ.

Θεοτοκίον
Ὕμνος ἅπας ἡττᾶται, Δέσποινα παντάνασσα, μή ἐξικνούμενός σου τά μεγαλεία διηγήσασθαι τά ὑπερένδοξα. Ἀγγέλων καί ἀνθρώπων γενεαί σέ καί τάξεις, εἰς αἰώνας ἀεί
μακαρίζουσι.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ἐτάκησαν ὡς κηρός τά μέλη μου, καί ὡς ἄνθος τοῦ ἀγροῦ ἐμαράνθη πάσα σάρξ καί ἐκλείπει τό πνεῦμά μου, καί ἡ ψυχή μου τῷ ἅδη προσήγγισεν, Ἀλέξιε· ἄλλ’ ἐπιστᾶς,
ἐκ φθορᾶς καί θανάτου μέ λύτρωσαι.
Κακώσεων τόν ἑσμόν Ἀλέξιε, καί πληθύν τῶν συμφορῶν καί βασάνων, ὄσαι δεινῶς τήν ἀθλίαν ζωήν μου, καί τήν οἰκτρᾶν μου ψυχήν κατατρύχουσιν, ἑξάλειψον, ἐκδυσωπῶν
τόν Θεόν καί σωτήρα καί πλάστην μου.
Τά φάρμακα ἐπ’ ἐμοί ἀνόνητα ἐξηλέγχθη καί μηδέν ὠφελοῦντα, καί πρός τό χεῖρον ἡ νόσος πορβαίνει· διο τή θεία σου σκέπη προσέδραμον, Ἀλέξιε, ταῖς σαῖς εὐχαῖς,
συμπαθέστατε ρῶσιν παρασχου μοί.
Ἐπέχει ἐπ’ ἐμέ τόν ἔλεον, καί τήν χάριν τῶν πολλῶν σου θαυμάτων, ὅσα Θεός σέ δοξάζων δωρεῖται, τοῖς προσιούσι δεικνύς ἀλεξίκακον Ἀλέξιε, καί πονηρᾶς ἐκ στρωμνῆς
μέ κακώσεως ἔγειρον.

Θεοτοκίον
Ἰώμενον τῶν ἀνθρώπων ἅπασαν κεκμηκυΐαν παραβάσει τήν φύσιν, καί αἰωνίου θανάτου λυτρούντα, τόν ἐκ Θεοῦ Θεόν Λόγον πιστεύομεν ἔκ σού τεχθέντα ἐν σαρκί,
Θεοτόκε Παρθένε Πανύμνητε.
Διασωσον ἀπό κινδύνων, Ἀλέξιε, σούς ἰκέτας, ὅτι πάντες πανευλαβῶς εἰς σέ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων…
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν. χριστιανος.gr



Εἴτα μνημονεύει ὁ Ἱερεύς.
Κοντάκιον Ἦχος β΄ . Προστασία τῶν χριστιανῶν

Τήν σεπτήν σου κάραν θησαυρόν ἀλεξίκακον, κεκτημένοι, σέ πρέσβυν πρός Θεόν προβαλλόμεθα, μή παρίδης σούς ἰκέτας ἄνθρωπε τοῦ Θεοῦ, ἀλλά τάχυνον ὡς συμπαθής,
εἰς τήν ἀντίληψιν ἠμῶν τῶν πιστῶς δεομένων σου· προφθασον ἐν ἀναγκαις, καί σπεῦσον εἰς θεραπείαν, ἐπικαμπτόμενος λιταῖς τῶν τιμώντων σέ Ἀλέξιε.

Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον. (σ΄. 1. 5- 8).
Τῷ καιρῶ ἐκείνω προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν
πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων. Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε·
πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε,
λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. θ΄. Ὅλην ἀποθέμενοι
Μή μέ χειμαζόμενον, ἐν ἀπορίαις παντοίαις, καί κατατρυχόμενον, ἀλγειναῖς ὀδύναις, ψυχῆς καί σώματος, μή στερήσης Ἅγιε, σής ἐπισκέψεως, ἄλλ’ οἰκτείρας μέ τόν δείλαιον,
δέξαι τήν δέησιν, ἤν ἀπό καρδίας προσάγω σοί· Θεός γάρ σέ παράκλησιν, καί παραμυθίαν πιστοῖς παρέσχεν. Ὅθεν κατωδύνως, κραυγάζω σοί θεράπων τοῦ Χριστοῦ· Μή μέ
παρίδης τόν ἄθλιον, ἀλλά σπεύσας ἴασαι.

Θεοτοκίο
Οὐδείς προστρέχων ἐπί σοῖ κατησχεμμένος ἀπό σου ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τήν χάριν καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.
Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη,
ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου Ἀλεξίου ἀνθρώπου τοῦ Θεοῦ,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Παίδας Ἑβραίων
Νέφος τῶν θλίψεων πυκνόν μου τήν ταλαίπωρον ψυχήν κατακαλύπτει, καί πικρῶν ὀδυνῶν ἡ μάστιξ κατοικίζει τό σῶμα μου τό δυστηνον. Οἴκτειρον μέ ρύσαι Πάτερ.
Ἔχων θεόθεν σύ τήν χάριν τῶν ἰάσεων, Ἀλέξιε τρισμάκαρ, θεραπείας καμέ ἀξίωσον, καί ρύσαι ἀμηχανίας, ἅγιε, χαλεπῆς, ἐκδυσωπῶ σέ. χριστιανος.gr
Χεῖρα μοί ὄρεξον, ἐν κλίνη τῆς κακώσεως οἰκτρῶς κατακειμένω καί καλούντι τήν σήν ἀντίληψιν, ὤ Πάτερ, ἀντιλαβού μου, σῶσον μέ, φερωνύμως θεραπεύσας.
Ὤζεσαν, οἶμοι τῷ ἀθλίω! Καί ἐσάπησαν σαρκός οἱ μώλωπές μου, καί ἐλπίς μου οὐκ ἔστι σωτηρίας. Σέ μέ φθορᾶς διασωσον, ὤ θεράπον τοῦ Κυρίου.

Θεοτοκίον
Δέσποινα πάντων, Δέσποινά μου, Θεοτόκε ἡ τεκοῦσα τόν Σωτήρα καί Θεόν μου καί Πλάστην, σαῖς πρεσβείαις αὐτόν μοί ἐξιλέωσαι, τῷ πολλά ἠμαρτηκότι.

Ὠδή ἡ΄. Τόν ἐν ὄρει ἁγίω
Ἴλεως μοί προβλέψας οὐρανόθεν, πιστῶς ἱκετεύω, ὤ ἄνθρωπε Κυρίου, τά χαλεπά καί χρόνια ἰώμενος πάθη μου· πρεσβείαις πρός τόν Δεσπότην ζωῆς τέ καί θανάτου.
Ὀδυνῶμαι δεινῶς, καί θεραπείας ἐξ ἀνθρώπων θνητῶν ἁπάσης ἀποροῦμαι. Σέ δυσωπῶ, Θεοῦ θεράπον ἅγιε, προφθασόν μέ σῶσον, ἔγειρον τῆς κλίνης, καί ρῶσιν
μοί παρασχου.
Νοσημάτων παντοίων τό σῶμά μου κεῖται, Πάτερ, μεστόν, παρεῖταί μου τά μέλη, σάρκας, ὀστᾶ, τά νεῦρα πόνοι βόσκονται. Ἐλέησον, ὤ Πάτερ, σόν πιστόν ἱκέτην,
καί ἴασαι μέ τάχος.

Θεοτοκίον
Ὑπερένδοξε Μῆτερ τοῦ Θεοῦ μου, οὐρανοῦ τέ καί γής καί κτίσεως ἁπάσης ἡ βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ σέ μετ’ Ἀγγέλων, δοξάζω μετ’ ἀνθρώπων, λατρεύω
τόν Υἱόν σου.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω
Σωτῆρα σέ καμνόντων καί λυτρωτήν, ὁ Θεός τοῖς πιστοῖς ἐδωρήσατο, πάθη ψυχῶν, καί σωμάτων ἄλγη παντοδαπά, ἰώμενον Ἀλέξιε, ἄνθρωπε Κυρίου, διο θερμῶς,
ὤ Πάτερ, ἱκετεύω τῆς ψυχῆς τῆς σαρκός μου, τάς βαρείας ὀδύνας θεράπευσον. χριστιανος.gr
Ἰάσεων κρατήρα ἀνελλιπῆ, τήν τιμίαν σοί κάραν Ἀλέξιε πάσι πιστοῖς προΰθηκεν ἡ χάρις ἡ ζωαρχική τοῦ παναγίου Πνεύματος, πάντας ἰωμένη τούς εὐλαβῶς αὐτήν
ἀσπαζομένους καί πρέσβυν πρός Θεόν σέ προβαλλομένους μετά πίστεως.
Ὀχλούμενος συμπτώμασι συμφορῶν, ὡς τεμένει τῶν θείων χαρίτων σοί, προσπεφυγῶς, δέησιν ἐκ στόματος ρυπαροῦ, ἐξ ὀφθαλμῶν δέ δάκρυα, καί ἀπό καρδίας
μου στεναγμούς, προσάγων, ἱκετεύω, Ἀλέξιε τρισμάκαρ, μή μέ παρίδης ἀπολλύμενον.

Θεοτοκίον
Σέ πᾶσαι αἵ δυνάμεις τῶν οὐρανῶν, εὐλογούσιν ἀεί, Σέ δοξάζουσι, Μῆτερ Θεοῦ, πᾶσαι τῶν ἀνθρώπων αἵ γενεαί. Σέ πιστοί κατέχομεν, ἄγκυραν τῆς πίστεως ἀσφαλῆ,
Σέ σκέπην, Σέ λιμένα, Σέ χαράν καί δόξαν, Σαῖς πρεσβείαις σωθείημεν Δέσποινα.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Τόν ἐν σωφροσύνη διαπρεπῆ, καί ἐν ἐγκρατεία, τηλαυγῆ σέ καί φαεινόν, λάμψαντα φωστήρα, τόν ἄνθρωπον Κυρίου, Ἀλέξιον τόν θεῖον πάντες τιμήσωμεν.
Τόν ἐν ἀσθενείαις θεραπευτήν, καί ἐν τοῖς κινδύνοις λυτρωτήν τέ καί βοηθόν, παρά τοῦ Κυρίου, ἠμίν ἀναδειχθέντα, Ἀλέξιον τόν θεῖον ὕμνοις γεραίρομεν.
Δεῦτε οἱ νοσοῦντες καί ἐν δεινοῖς πάθεσι τελοῦντες, ἀπαντλήσωμεν ἐκ πηγῆς, κάρας τῆς τιμίας, πιστοί, τῶν ἰαμάτων, τάς χάριτας ἀφθόνως, ταύτην γεραίροντες.
Φρίττουσι τά πάθη τά τῶν βροτῶν, καί δαιμόνων στίφη, δραπετεύοντα ἄφθονον νῦν, τῶν ἐκ τοῦ Θεοῦ σοί δοθέντα χαρισμάτων, Ἀλέξιε τρισμάκαρ, τήν ἐπισκίασιν.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, τήν παντιμον κάραν, Ἀλεξίου πανευλαβῶς, ἤν ἐν τή ἁγία Πελοποννήσου Λαύρα, Θεός ἀπεθησαύρισε, πιστοῖς ἴαμα.
Ἅγιε Ἀλέξιε, ἐκτενῶς, πρέσβευε Κυρίω ὑπέρ πάντων τῶν εὐλαβῶς, στήν τιμώντων κάραν, ὡς ἔχων παρρησίαν, σώζειν ἐκ τῶν κινδύνων, τούς σοί προστρέχοντας.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Εἰ δέ μή τά ἑπόμενα κατανυκτικά τροπάρια.
Ἦχος πλ. β΄.

Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἠμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε, ἐλέησον ἠμᾶς, ἐπί σοῖ γάρ πεποίθαμεν, μή ὀργισθῆς ἠμίν σφοδρά, νηδέ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν, ἀλλ’ ἐπιβλεψον καί νῦν, ὡς εὔσπλαχνος, καί λύτρωσαι ἠμᾶς ἐκ
τῶν ἐχθρῶν ἠμῶν, σύ γάρ εἰ Θεός ἠμῶν καί ἠμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καί τό ὄνομά σου ἐπικεκλήμεθα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἀνοιξον ἠμίν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν, ρυσθείημεν διά σου τῶν περιστάσεων, σύ γάρ εἰ σωτηρία τοῦ γένους
τῶν Χριστιανῶν.

Εἴτα μνημονεύει ὁ Ἱερεύς.
Εἰς δέ τόν ἀσπασμόν τῆς τιμίας κάρας ψάλλομεν τό παρόν τροπάριον.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Δέχου τάς δεήσεις εὐμενῶς, τῶν σοί προσφευγόντων ἐν πίστει, καί δεομένων θερμῶς, ἅγιε Ἀλέξιε, καί τάς αἰτήσεις αὐτῶν ἐκπληρώσας, ἁπάλλαξον θλίψεων παντοίων,
σώζων τούς ἰκέτας σου ταῖς πρός Θεόν σου λιταῖς, πόθω τήν ἁγίαν σου κάραν κατασπαζομένους, ἀφθόνως τοῖς πιστοῖς πηγάζουσαν τά ἰάματα.

Καί Ἀπόλυσις.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος δ’. Ταχύ προκατάλαβε.

Ἐκ ρίζης ἐβλάστησας περιφανοῦς καί πιστῆς, ἐκ πόλεως ἤνθησας βασιλικῆς καί λαμπρᾶς, Ἀλέξιε πάνσοφε· πάντων καταφρονήσας ὡς φθαρτῶν καί ρεόντων, ἔσπευσας
συναφθῆναι τῷ Χριστῷ καί δεσπότη· αὐτόν οὔν ἐκδυσώπει ἀεί, ὑπέρ τῶν ψυχῶν ἠμῶν.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα