Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῶν Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόρων, τή προστασία καί θερμή ἀντιλήψει, προσδράμωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, ρύσασθε δεόμεθα, συνοχῆς καί ὀδύνης,
καί πάσης κακώσεως καί παθῶν ἀκαθάρτων, τούς τήν ἁγίαν ἄθλησιν ὑμῶν, Μάρτυρες θεῖοι, προφρόνως γεραίροντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, παθῶν μου τόν ζόφον, Τεσσαράκοντα Ἀθληταί λύσατε ὑμῶν ταῖς ἰκεσίαις, καί πρός τό φῶς μέ τό θεῖον ἰθύνατε.
Ἰάσεις βλυστάνοντες δαψιλεῖς, ἰάσεως θείας, Τεσσαράκοντα Ἀθληταί, ἠμᾶς τούς κάτ΄ἄμφω ἀσθενοῦντας, τή ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Τόν νοῦν ὑποτάξας τοῖς γεηροῖς, καί μή θέλων πράττω, ἅ οὐκ ἐξεστί μοί ποιεῖν , ἄλλ΄ὤ Ἀθλοφόροι του Σωτῆρος, τῆς τῶν παθῶν μέ δουλείας λυτρώσασθε.

Θεοτόκιον
Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη, μολυνθεῖσαν μου τήν ψυχήν, καί τῆς χαλεπῆς μέ ἁμαρτίας, ὡς ἐλεήμων ἁπάλλαξον Ἄχραντε.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἰσχυρῶς καθελόντες, τήν τοῦ ἐχθροῦ ἔνστασιν, τούτου τῆς ὁρμῆς καί μανίας, καί ἐπιθέσεως, ἀνεπηρέαστον, ἠμῶν τόν βίον τηρεῖτε, ταῖς ὑμῶν δεήσεσι, Μάρτυρες ἔνδοξοι.
Συνημμένοι τή πίστει, τή τοῦ Χριστοῦ Μάρτυρες, ἐπί τό αὐτό ἐν Κυρίω, ἠμᾶς συνάψατε, ἐν πάντας φρόνημα, βίω ἀμέμπτω προσφέρειν, ἴνα δόξης μέτοχοι, θείας γενώμεθα.
Ὑπέρ πάντων, πρεσβεύειν, καί δυσωπεῖν πάντοτε, τόν Παντελεήμονα Λόγον, μή διαλίπητε, ἅγιοι Μάρτυρες, τῶν ἐκ ψυχῆς προσκαλούντων, ὑμᾶς εἰς βοήθειαν, ἐν περιστάσεσι.

Θεοτόκιον
Μητροπάρθενε Κόρη, ἡ τόν Χριστόν τέξασα, τόν τήν ἁμαρτίαν τοῦ κόσμου, οἴκτω ἀράμενον, ἄρον καί σκόρπισον, ἐκ τῆς ἀθλίας ψυχῆς μου, τῶν πλημμελημάτων μου,
τό ἀχθοφόρημα.
Διασωσον ἐκ πάσης βλάβης καί θλίψεως καί ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.
Ἐπιβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Προστᾶται θερμοί, καί θεῖοι ἀντιλήπτορες, καί τείχη στερρά, τῆς Ἐκκλησίας πέλοντες, Μάρτυρες Τεσσαράκοντα, ταῖς ὑμῶν πρός Χριστόν παρακλήσεσιν, ἀσινή καί εἰρηναίαν ἀεί,
ἠμῶν τήν ζωήν διατηρήσατε.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Ὡς ὀπλίται περιδοξοι, Μάρτυρες τῆς δόξης τοῦ Παντοκράτωρος, θείοις ὄπλοις καθοπλίσατε, ἠμᾶς κάτ΄ἐχθροῦ του πολεμήτορος.
Νοσημάτων τόν καύσωνα, τόν καταναλίσκοντα τήν ζωήν ἠμῶν, δρόσω θείας παρακλήσεως, Μάρτυρες Κυρίου κατασβέσατε.
Ἀπό πάσης στενώσεως, καί ἐπιβουλῆς ἐχθροῦ του ἀλάστορος, Ἀθλοφόροι Τεσσαράκοντα, τούς ὑμᾶς τιμώντας ἀπαλλάξατε.

Θεοτόκιον
Θεραπείας ἀξίωσον, τόν συντετριμμένον Κόρη ἱκέτην σου, καί τόν νοῦν μου ἀποκάθαρον, τόν ρερυπωμένον σαρκός πάθεσι.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Λύσιν τῶν δεινῶν, περιστάσεων καί θλίψεων, Τεσσαράκοντα γενναῖοι Ἀθληταί, καί ζωήν εἰρηνικήν ἠμίν αἰτήσασθε.
Ἡ περιφανής, προστασία ὑμῶν Μάρτυρες, ὑπέρ ἥλιον ἐκλάμπουσα ἠμίν, διαλύει τοῦ Βελίαρ τά βουλεύματα.
Τήξιν τῶν μελῶν, ἐν τῷ κρύει ὑπομείναντες, ἀγαπήσεως τό πῦρ τῆς θεϊκῆς, ταῖς ψυχαῖς ἠμῶν ἀνάψατε μακάριοι.

Θεοτόκιον
Αἴσθησιν Ἁγνή, τή ψυχή μου δίδου πάντοτε, τῆς μελλούσης καταδίκης φοβερᾶς, ἴνα βίον ἀκηλίδωτον βιώσωμαι.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ἰάσασθε, τήν ψυχήν μου νοσοῦσαν, ἐπιμόνοις τῶν παθῶν ἐργασίαις, τῆς ἐν ἐμοί ἁμαρτίας τό κράτος, ἀπονεκροῦντες ἰσχύϊ τή ἄνωθεν, ταῖς παρακλήσεσιν ὑμῶν,
Τεσσαράκοντα Ἅγιοι Μάρτυρες.
Συνόμιλοι, τῶν ἁγίων Ἀγγέλων, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, τήν κάθ΄ἠμῶν φερομένην μανίαν, τοῦ πονηροῦ κοσμοκράτορος παύσατε, καί κυβερνήσατε ἠμᾶς,
πρός λιμένα τοῦ θείου θελήματος.
Ὡς συμφρονες, καί ὁμόψυχοι ὄντες, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, ἐν εὐσεβεία καί ἄθλοις ἁγίοις, ἐν ὁμονοία ἠμᾶς συντηρήσατε, καί ἐν ἀγάπη ἀληθεῖ, καί ζωῆς
θεαρέστου λαμπρότητι.

Θεοτόκιον
Θεονυμφε, Μαριάμ Πανάχραντε, τήν χρανθείσαν ἠδοναῖς ἀκαθάρτοις, καί δουλωθεῖσαν πικρά συνηθεῖα, τή ρυπτική σου χρησότητι κάθαρον, καρδίαν μου τήν ταπεινήν,
πρός ζωήν καθαράν μέ ἰθύνουσα.
Διασωσον ἐκ πάσης βλάβης καί θλίψεως καί ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν. χριστιανος.gr



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου

Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, οἱ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, ἐχθρῶν ἀοράτων τό σύστημα, τῶν κάθ΄ἠμῶν κινουμένων ἑκάστοτε, ὑμῶν ταῖς πρεσβείαις συντρίψατε.

Προκείμενον
Διήλθομεν διά πυρός καί ὕδατος, καί ἐξήγαγες ἠμᾶς εἰς ἀναψυχήν.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (κ΄. 1-16)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην , Ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω οἰκοδεσπότη, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελώνα αὐτοῦ.
Συμφωνήσας δέ μετά τῶν ἐργατῶν ἐκ δηναρίου τήν ἡμέραν, ἀπέστειλεν αὐτούς εἰς τόν ἀμπελώνα αὐτοῦ. Καί ἐξελθῶν περί τήν τρίτην ὥραν, εἶδεν ἄλλους ἐστώτας ἐν τή
ἀγορά ἀργούς, καί ἐκείνοις εἶπεν , Ὑπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελώνα, καί ὁ ἐάν ἡ δίκαιον, δώσω , ὑμίν. Οἱ δέ ἀπῆλθον. Πάλιν ἐξελθῶν περί τήν ἕκτην καί ἐννάτην ὥραν,
ἐποίησεν ὠσαύτως. Περί δέ τήν ἑνδεκάτην ὥραν ἐξελθῶν, εὖρεν ἄλλους ἐστώτας ἀργούς, καί λέγει αὐτοῖς , Τί ὧδε ἐστήκατε ὅλην τήν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῶ, Ὅτι
οὐδείς ἠμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς , Ὑπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελώνα, καί ὁ ἐάν ἤν δίκαιον, λήψεσθε. Ὀψίας δέ γενομένης, λέγει, ὁ Κύριος του ἀμπελῶνος τῷ
ἐπιτρόπω αὐτοῦ. Κάλεσον τούς ἐργάτας, καί ἀπόδος αὐτοῖς τόν μισθόν, ἀρξάμενος ἀπό τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καί ἐλθόντες οἱ περί τήν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνά
δηνάριον. Ἐλθόντες δέ οἱ πρῶτοι, ἐνόμισαν ὅτι πλείονα λήψονται , καί ἔλαβον καί αὐτοί ἀνά δηνάριον. Λαβόντες δέ, ἐγόγγυζον κατά τοῦ οἰκοδεσπότου, λέγοντες , Ὅτι οὗτοι οἱ
ἔσχατοι μίαν ὥραν ἐποίησαν, καί ἴσους ἠμίν αὐτούς ἐποίησας, τοῖς βαστάσασι τό βάρος τῆς ἡμέρας καί τόν καύσωνα. Ὁ δέ ἀποκριθεῖς, εἶπεν ἐνί αὐτῶν. Ἑταῖρε, οὐκ ἀδικῶ σέ
, οὐχί δηναρίου συνεφώνησας μοί; Ἄρον τόν σόν, καί ὕπαγε , θέλω δέ τούτω τῷ ἐσχάτω δοῦναι ὡς καί σοί , ἡ οὐκ ἐξεστι μοί ποιῆσαι ὁ θέλω ἐν τοῖς ἐμοῖς; Ἡ ὁ ὀφθαλμός σου
πονηρός ἐστιν, ὅτι ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καί οἱ πρῶτοι ἔσχατοι , πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάις τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. χριστιανος.gr

Ἦχος Πλ. β΄.Ὅλην ἀποθέμενοι
Μάρτυρες ἀήττητοι, τοῦ Βασιλέως τῆς δόξης, οἱ στερρῶς δί΄ὕδατος, καί πυρός ἀθλήσαντες, καρτερεῖν πάντοτε, καί ἀνδρείως φέρειν, ἐνισχύσατε δεόμεθα, ἠμᾶς μακάριοι, τάς
ἐπιφορᾶς τάς τῶν θλίψεων, ἴνα πταισμάτων ἄφεσιν, δί΄αὐτῶν θεόθεν ληψόμεθα, καί τάς τοῦ Βελίαρ, ἐκτρέψωμεν παντοίας προσβολᾶς, ὤ Ἀθληταί Τεσσαράκοντα, εὐσεβῶν
ὑπέρμαχοι..

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῶν ἁγίων Τεσσαράκοντα μαρτύρων ἐν
Σεβαστεία ἀθλήσαντες, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἐνωθέντες τή πίστει, ὁμοψύχω καρδία ὁμού ἠθλήσατε , διο τηρεῖν νομίμως, ἑνότητα τήν θείαν, τῷ συνδέσμω τῆς πίστεως, σθενώσατε καί ἠμᾶς, γενναῖοι Ἀθλοφόροι.
Ἰλύϊ μέ παγέντα, χαλεπῆς ἁμαρτίας νοός κουφότητι, ἑλκύσατε πρός ὕψος, γνώσεως μετανοίας, Τεσσαράκοντα Μάρτυρες, καί καθαρᾶς βιοτῆς, καί ἀπαθείας θείας.
Ἠθληκότες νομίμως, τῶν ἀνόμων τό θράσος κατεπαλαίσατε , διο τῆς ἀνομίας, κατά Δαβίδ τόν θεῖον, τῶν χειμάρρων μέ ρύσασθε, πρός ὕδωρ τό τῆς ζωῆς, θείως μέ ὁδηγοῦντες.

Θεοτόκιον
Νοῦν καί σῶμα μολύνας, ὤ ἀμόλυντε Κόρη παθῶν ἀσχέτοις ὀρμαῖς, τήν σήν ἐπικαλοῦμαι, βοήθειαν ἐν τάχει, ἤν μοί δίδου Πανάχραντε, ἴνα ρυσθῶ τῆς πικρᾶς, τοῦ χείρονος
ἀπάτης.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Γνώσει ἁγία, τῆς ἐν Χριστῷ πολιτείας, συνετίσατε τόν νοῦν μου Ἀθλοφόροι, ἴνα τοῦ Κυρίου τό θέλημα ποιήσω.
Ἔργων ἁγίων, καί ἀρετῶν σωτηρίων, ἀνεπαίσχυντον ἐργάτην δείξατε μέ, Μάρτυρες Κυρίου, ὑμῶν τή ἀντιλήψει.
Ρύποις κάθ΄ὥραν, τῆς πονηρᾶς ἁμαρτίας, τήν εὐγένειαν ρυπαίνω τῆς ψυχῆς μου, ἄλλ΄ὤ Ἀθλοφόροι, ρυθμίσατε τόν νοῦν μου.

Θεοτόκιον
Ἁγνή Παρθένε, τήν ἀναγνόν μου καρδίαν, καταλάμπρυνον φωτί τῆς μετανοίας, ἴνα τῆς αἰσχίστης, ρυσθῶ δουλοπαθείας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωτήριοι λιμένες, τῶν θαλαττευόντων, ταῖς τρικυμίαις τοῦ βίου ἑκάστοτε, ὤ Τεσσαράκοντα Μάρτυρες κόσμω ὤφθητε.
Ἰθύνατε ὑψόθεν, πρός ζωῆς εἰσόδους, ἐξ ἀνοδίας δεινῶν παραβάσεων, τούς πρός ὑμᾶς ἀφορώντας Ἅγιοι Μάρτυρες.
Μαρτύρων τοῦ Σωτῆρος, φάλαγξ τροπαιοῦχε, ἐκπληρωτᾶς μαρτυρίων ἀναδεῖξον, τῶν θεϊκῶν τους τιμώντας ὑμῶν τήν ἄθλησιν.
Οἱ πάντων εὐσεβούντων, ἄγρυπνοι προστᾶται ὤ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, τῆς ἀρωγῆς ἠμίν πάσι τήν χάριν δίδοσθε. χριστιανος.gr

Θεοτόκιον
Ὑπερφωτε λυχνία, τῆς ἀΰλου δόξης, τήν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, τή φωταυγεία Παρθένε τῆς σῆς χρηστότητος.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανος.gr

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις Ἀθλοφόρων παρεμβολή, ἡ τετράκις δέκα, κροτουμένη περιφανῶς , χαίρετε ὀπλίται, Χριστοῦ τοῦ Βασιλέως, ἐχθρῶν τάς παρατάξεις οἱ θριαμβεύσαντες.
Πίστει συνημμένοι τή ἀληθεῖ, ἐν φρόνημα πάντες, ἐπιδείξασθε εὐσεβῶς, καί ἅγιος δῆμος, ὀφθέντες Ἀθλοφόροι, ὑπέρ Χριστοῦ νομίμως ἠνδραγαθήσατε.
Πῦρ τῆς ἀγαπήσεως τοῦ Χριστοῦ, φέροντες πλουσίως, τήν ἀνύποιστον τοῦ κρυμοῦ, ἠνέγκατε βίαν, ἐν χειμερίω ὥρα, καί πρός ζωῆς ἀλήκτου θάλψιν μετέβητε.
Τεσσαρακοντάδος τῆς εὐκλεοῦς, Μαρτύρων τῶν θείων, τίς ὑμνήσει ὡς ἀληθῶς, τούς λαμπρούς ἀγώνας; Κρυμού γάρ τήν μανίαν, καί τοῦ πυρός τήν φύσιν ὄντως ἐνίκησαν.
Δί΄ὕδατος Μάρτυρες καί πυρός, στερρῶς διελθόντες, ὡς ὁ θεῖος φησί Δαβίδ, πρός τήν αἰωνίαν, ἀναψυχήν καί δόξαν, εἰσήλθετε ἐνδόξως ὤ Τεσσαράκοντα.
Ὥσπερ τεσσαράκοντα φαεινοί, λάμπετε ἀστέρες, τῶν θαυμάτων ταῖς ἀστραπαῖς, καί τάς διανοίας ἠμῶν χαρᾶς πληροῦτε, φωτί τῷ γλυκυτάτω τῆς ὑμῶν χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς. χριστιανος.gr

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τό Ἀπολυτίκιον ὡς ἑξῆς.
Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης

Τούς γενναίους ὀπλίτας τοῦ τῶν ὅλως Δεσπόζοντος, τούς συγκροτηθέντας ἐν πίστει, ὁμοφρόνως τιμήσωμεν , Χριστῷ γάρ στρατευθέντες εὐσεβῶς, δί΄ὕδατος διῆλθον
καί πυρός, καί πρός θείαν εἰσελθόντες ἀναψυχήν, προΐστανται τῶν βοώντων , δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, Τεσσαράκοντα Μάρτυρες.

Ἤ ἕτερον Ἦχος γ΄. Θείας πίστεως
Θείω Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα , διά πυρός γάρ καί ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε.
Ἄλλ΄αἰτήσασθε, Τριάδα τήν Ὑπερούσιον, δωρήσασθε ἠμίν τό μέγα ἔλεος.

Εἴτα ἐκτενής καί ἀπόλυσις, μέθ΄ἤν τό ἑξῆς.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν

Δῆμε Ἀθλοφόρων εὐκλεῶν, τεσσαρακοντάδος ἁγίας, Ἅγιοι Μάρτυρες, πρόμαχοι καί ἔφοροι Χριστιανῶν εὐσεβῶν, πάσης βλάβης καί θλίψεως, καί πάσης ἀνάγκης, ἀνωτέρους
πάντοτε, διατηρεῖτε ἠμᾶς, ἄφεσιν ἠμίν τῶν πταισμάτων, παρά τοῦ Χριστοῦ ἑξαιτοῦντες Ἀθληταί Κυρίου Τεσσαράκοντα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα