Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ταχύ προκατάβαλε.

Τήν κλῆσιν τοῖς ἔρνοις σου, ἐπισφραγίσας σοφέ, ἔλαια κατακαρπός, ὤφθης ἐν οἴκω Θεοῦ, Πολύκαρπε ἔνδοξε, σύ γάρ ὡς Ἱεράρχης, καί στερρός Ἀθλοφόρος, τρέφεις
τήν Ἐκκλησίαν, λογική εὐκαρπία, πρεσβεύων Ἱερομάρτυς, ὑπέρ τῶν ψυχῶν ἠμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Τά χείλη ἀνοίξω τά βδελυρά, καί γλώσσαν κινήσω, τοῦ αἰτήσασαι παρά σου, δοθῆναι μοί ρῶσιν τέ καί σθένος, ὡς ἐξειπεῖν τῶν θαυμάτων τό πέλαγος.
Αἰτοῦμαι σέ πάτερ εἰλικρινῶς, τάς πολλᾶς ἁμαρτίας, παραπτώματα τά ἐμᾶ, πάριδε πάντα καί ἀνασχου, τοῦ εἰσακοῦσαι μου πανθαύμαστε. χριστιανος.gr
Λάμπρυνον τοίνυν τό τῆς ψυχῆς, τῆς ἐμῆς τόν κόσμον, καί ὁδήγησον ἀσφαλῶς, πρός τρίβους μέ ὄντως τάς εὐθείας, τήν τῶν δαιμόνων ἐλαύνων ἐπήρειαν.

Θεοτοκίον
Πάντες οἱ νόες τῶν γηγενῶν, ἐκπλήττονται Κόρη, ὑπέρ λόγον, σῶ τοκετώ` Σύ γάρ τόν Κτίστην τῶν ἁπάντων, ἐν τή γαστρί σου ἐχώρησας.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Προστάτην σέ πάντες, οἱ ἐν δεινοῖς κεκτήμεθα, ρύστην καί ἐν πάσαις ταῖς συμφοραίς` ὅθεν αἰτοῦμεν σέ, ἐν πόθω ζέοντι, νῦν τόν Χριστόν ἰκετεῦσαι, ἐξελεῖν τό ποίμνιον
πάσης κακώσεως.
Τόν Χριστόν σύ κηρύξας, δί Αὐτόν ὁλοκαύτωσας` ἀγάλλη δέ ἀεί νῦν, Πάτερ, δόξαν οὐράνιον, ὁρῶν ἀέναα` διό μή παύση πρεσβεύων, τοῦ σώζεσθαι ἅπαντας, σοί νῦν
προστρέχοντας.
Ἰκετεύομεν Πάτερ, ὡς θερμῶς οἱ δοῦλοι σου, καί γόνυ κάμπτοντες βοώμεν` δέξαι τήν δέησιν, πιστῶς τιμώντων σου, τήν πανσεβάσμιον μνήμην, καί προσκυνούντων ἐν
πίστει τήν παντιμον χείρα σου.

Θεοτοκίον
Ἱκετεύω Σέ, Κόρη, τόν Χριστόν κυήσασαν, τό γνόφον τοῦ νοός μου διαλύσαι, ὅπως ὑμνήσω Σου, τήν μεγαλειότητα, τήν δωρηθείσαν Σοί, παρά Χριστοῦ Θεοῦ Λόγου,
τοῦ μόνου Παντάνακτος.
Κραυγάζομεν ἐν πίστει σοῖ ἅπαντες θεηγόρε, ὅτι ρύστην ἐν τοῖς δεινοῖς, ἀεί σέ κεκτήμεθα, καί πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.
Ἰλάσθητι τοῖς δούλοις Σου, ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γέ νῦν ἠμίν, τήν μόνην ἀλήθειαν, ὅπως ἀεί ὑμνοῦμεν τόν Χριστόν, τῶν πάντων Κτίστην.

Τροπάριον. Ἦχος β΄.
Λιπάρει Χριστόν, τάς χείρας καθηλώσαντα, τοῦ σῶσαι ἠμᾶς, δεινῶς ὀλισθήσαντας, καί μηδέν φυλάξαντας, πεσόντας δέ εἰς τόν βόρβορον Ἅγιε, τοῖς πονηροῖς δέ δόντες
ἑαυτούς, τούς πάντας ὀξέως ἀναρπάζουσιν.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Καθοδήγησον Πάνσοφε, εἰς τάς εὐθείας τρίβους σου τό ποίμνιον, καί νῦν ἅπαντας κατεύθυνον, πρός τό φῶς τό λάμπων ἀλήθειαν.
Κεκτημένοι θεοσοφέ, τήν παντιμον χείραν ἠμίν τήν βλύζουσαν τά ἰάματα ὡς νάματα, ὡς εἰκός οἱ ἅπαντες χαίρομεν.
Δυσωποῦμεν σέ Ἅγιε, τοῦ πρεσβεύειν ἀεί Χριστῷ τῷ Παντάνακτι, τοῦ ἐκλυτροῦσθαι κακώσεως, τούς προσκυνοῦντας ἐν πίστει τά λείψανα.

Θεοτοκίον
Ἱκετεύω Πανύμνητε, καί ἐκχέω ὡσεί κρουνούς τά δάκρυα, ἑξαιτούμενος θερμοτατα, παριδείν μου πταισμάτων τό πέλαγος.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ἔλασον σοφέ, τῶν ἐν πίστει προσκυνούντων σου, τήν πανσεβάσμιον χείραν καί παντιμον, τήν δεινήν νόσον, ὡς σκληρῶς πάντας θερίζουσαν.
Ρύσαι νῦν ἠμᾶς, τῶν κινδύνων θεηγόρε σοφέ, καί Χριστῷ ἀεί τῷ Λόγω, πρέσβευε ὑπέρ τῶν πίστει, τιμώντων τά λείψανα. χριστιανος.gr
Ὅλως ὡς πυρί, ὡς τόν Χριστόν κηρύξας τρανῶς, καί ἐδέξω παρ` Αὐτοῦ τόν στέφανον, καί νῦν πρεσβεύεις τοῦ λυτροῦσαι ἠμᾶς ἅπαντας.

Θεοτοκίον
Δέξαι νῦν σεμνή, τήν πενιχράν ταύτην δέησιν, καί ἠμῶν μή παρίδης τά δάκρυα, ἀλλά παρασχου τήν τῶν δεινῶν ἀπολύτρωσιν.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ἐκήρυξας τῆς ζωῆς τήν ἄβυσσον, καί Θεοῦ τόν προαιώνιον Λόγον, τόν ἐκ φθορᾶς ἀναρπάσαντα πάντας, καί ἁμαρτίας Σταυρῶ καθηλώσαντα` ἐβλάστησας δέ νῦν ἠμίν τό φυτόν
τό πολύκαρπον Ἅγιε. χριστιανος.gr
Ἐπλήρωσας δί εὐχῆς τούς σιτώντας, γυναικός τῆς θρεψαμένης σέ πάτερ, οὖς τοῖς πτωχοῖς, ἐξεκένωσας τότε, καταπραΰνας λιμόν τόν ἐπάρατον` καταπλησον καί νῦν ἠμᾶς τοῦ
φωτός τοῦ λαμπρύνοντος πνεύματα.
Ἀνέστειλας τοῦ αὐχμοῦ ἀμετρίαν, τόν Θεόν ἐξιλασκόμενος πάτερ, καί νῦν ἠμᾶς περιπίπτοντας πάντας, εἰς ἁμαρτίας δεινά παραπτώματα, δεόμεθα εἰλικρινῶς, ἐξ αὐτῶν
ἐπανόρθωσον Ἅγιε.

Θεοτοκίον
Ἐχώρησας τόν παντί Ἀχώρητον, καί Θεόν δημιουργήσαντα πάντα, καί τῷ μαστῶ Σύ ἐθήλασας Τοῦτον, τόν ἐν ἐρήμω λαόν Αὐτοῦ θρέψαντα` ἰλάσθητι καί νῦν ἠμίν, σόν Υἱόν
δυσωποῦσα καί Κύριον.
Κραυγάζομεν ἐν πίστει σοῖ ἅπαντες θεηγόρε, ὅτι ρύστην ἐν τοῖς δεινοῖς, ἀεί σέ κεκτήμεθα, καί πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.
Ἰλάσθητι τοῖς δούλοις Σου, ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γέ νῦν ἠμίν, τήν μόνην ἀλήθειαν, ὅπως ἀεί ὑμνοῦμεν τόν Χριστόν, τῶν πάντων Κτίστην.



Κοντάκιον. Ἦχος β΄.
Τήν σεπτήν σου χείραν πλοῦτον ἀκένωτον, κεκτημένοι πρέσβυν σέ πρός Θεόν προτιθέμεθα, μή παρίδης νῦν σούς ἰκέτας, Πολύκαρπε, ἀλ` ἐπισπευσον ὡς συμπαθής εἰς τήν
ἀντίληψιν ἠμῶν, τῶν πιστῶς ἐκβοώντων σοί` προφθασον ἐν κινδύνοις, καί ρύσαι κεκαμωμένους, ἐπικαμπτόμενος νυνί ἰκεσίαις δεομένων σου.

Καί εὐθύς τό Προκείμενον Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληνθυνθήσετε
Στίχος: Πεφυτευμένοι ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Ἰ΄ 5-8).
Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον
καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων: εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. πορεύεσθε δεμάλλον πρός τά
πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε,
δαιμόνια ἐκβάλλετε. δωρεάν ἐλάβετε, δωρεάν δῶτε.

Δόξα σοί Κύριε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. χριστιανος.gr

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Μή μέ χειμαζόμενον ἐν ἁμαρτίαις παντοίαις, καί καταικιζόμενον ἀλγεινῶς αἰκίσιν ἀλάστορος, ἀποκλείνης Ἅγιε, ἀλλ` οἰκτείρησον μέ τόν ἄσωτον` δέχου τήν δέησιν, ἤν ἀπό
καρδίας προσάγω σοί` Θεός γάρ σέ παράκλησιν καί παραμυθίαν πιστοῖς παρέσχε` ὅθεν σοί κραυγάζω, θεράπων τοῦ Χριστοῦ θαυματουργέ, ὑπέρ καί οὐ ὁλοκαύτωσας,
ἐπισπεύσας ἴασαι.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Πολυκάρπου τοῦ
Ἱερομάρτυρος Ἐπισκόπου Σμύρνης, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Τῆς ψυχῆς μου τό νέφος, τό καταπυκνόν Ἅγιε, διασκέδασον, καί μάστιγα ὀδύνης, μαστίζουσαν τό σῶμα, καί ψυχήν καταθλίβουσαν, ἀπέλαυνόν μου σοφέ, πηγή ἡ τῶν θαυμάτων.
Θεόθεν σύ ἔχων, τῶν ἰάσεων χάριν σοφέ Πολύκαρπε, ἰάσεως ἀξίους, ποίησον τρισμάκαρ, τούς ἐν πίστει σοῖ κράζοντας` ἐκ τῶν παντοίων δεινῶν σῶζε σούς ἰκέτας.
Ἐκτενῶς σοί βοώντας, καί ἐν δάκρυσι πάτερ` σοῖ νῦν προσφεύγοντας, μή πάριδε αἰτούμεν` προσδεξαι δέ πάτερ, καί κινδύνων διασωσον, προσκυνοῦντας εὐσεβῶς,
τά λείψανα τά θεία.

Θεοτοκίον
Ὤ Δέσποινα πάντων, ἡ τεκοῦσα τόν Σωτήρα καί Πλάστην μου, εὐώνυμον τόν χῶρον, φυγεῖν ἐκδυσωπῶν Σέ ἐν ἡμέρα τῆς κρίσεως` ὄθ ὁ Υἱός Σου κρίνει τά σύμπαντα ἀσφύκτως.

Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν
Γέμει μου ἐκ παντοίων τό σῶμα νοσημάτων, παρεῖται τά μέλη` ἐλέησον ὤ Πάτερ, σόν πιστόν ἱκέτην.
Ἀποροῦμαι θεραπείας βροτείας πάσης` λιπαρῶς σέ θερμῶς τόν προστάτην, προφθασον μέ σῶσον, καί ρῶσιν μοί παρασχου.
Καθικετεύω ἴλεως μοί νῦν προσβλεψον οὐρανόθεν ἰώμενος πάθη, πάνδεινα καί ρύσαι κακώσεως μέ Μάρτυς. χριστιανος.gr

Θεοτοκίον
Ὑμνῶ Σέ, τήν Χερουβίμ ὑπερτέραν, ὡς τόν Κτίστην τῶν ἁπάντων τεκοῦσαν, λατρεύων εἰς αἰώνας, Παρθένε τῷ Υἱῶ Σου.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Ἐλαύνεις τάς ἀκρίδας, τά ζῶα ἐξιᾶσαι, παραδόξως τερατουργέ Πολύκαρπε, διό θερμῶς ἐκβοῶ σοί· τά πάθη μου ἴασαι.
Ἰάσεων κρατήρα, , ἀνελλιπῆ σοί χείρα Ἱερομάρτυς τοῖς πιστοῖς προσέθηκε, ζωαρχική ἡ χάρις` Σέ μακαρίζομεν.
Ὀχλούμενος παντοίαις, μάκαρ ταῖς βασάνοις, ὡς χαρίτων θείων τεμένει κατέφυγον` ὧν μέ Μάρτυς διά τάχους ρύσαι Πολύκαρπε.

Θεοτοκίον
Σέ πᾶσαι αἵ δυνάμεις, τῶν οὐρανῶν ὑμνούσι, γενεαί δέ πᾶσαι βροτῶν δοξάζουσί` Σου ταῖς πρεσβείαις ρυσθείημεν Παναγνέ.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανος.gr

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, χαίροις τῶν Σμυρναίων ἀντιλήπτωρ ὁ ἰσχυρός, χαίροις τῆς Τριάδος ὁ θεῖος μυστολέκτης, δί ἤν ὁλοκαυτώθης Μάρτυς Πολύκαρπε.
Δεῦτε προσκυνήσομεν εὐλαβῶς, τήν παντιμον χείρα, Πολυκάρπου τοῦ ἀθλητοῦ, βροτῶν, φυτῶν, θρεμμάτων, παντοίων ἐξωθοῦσαν, νόσων τέ καί βλάβην, καί παρέχουσαν ἴασιν.
Τόν ἱερομάρτυρα τοῦ Χριστοῦ, τόν ἐν ἀσθενείαις ἐτοιμότατον βοηθόν, καί ρύστην ἐν πάσαις ταῖς ἀναγκαις, εὐσεβοφρόνως τιμήσωμεν.
Δεῦτε οἱ νοοῦντες καί ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀρυσώμεθα ἐκ πηγῆς, βλητούσης ἰαμάτων τήν χάριν ἀέναον ἤν τοῖς πάσιν, ἐν πίστει προσκυνούσι παρέχει θαυμάσια.
Κράζομεν σοί πάτερ εἰλικρινῶς, ρύσαι ἐκ παντοίων περιστάσεων σόν λαόν θερμῶς πεφευγότα τή σκέπη σου τή θεία, καί τῶν παραπτωμάτων αἰτούμενος ἄφεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τά τροπάρια
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι
ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. …
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ
γένους τῶν χριστιανῶν.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ἕτερα Ἀπολυτίκια Ἁγίου Πολυκάρπου
Ἀπολυτίκιον. Ἦχος δ΄.

Καί τρόπων μέτοχος καί θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τήν πράξιν εὖρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διά τοῦτο τόν λόγον τῆς ἀληθείας ὀρθοτομῶν
καί τή πίστει ἐνήθλησας, μέχρις αἵματος ἱερομάρτυς Πολυκαρπε` πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἦχος ἅ΄.
Τόν ἐπίσκοπον Σμύρνης καί φρουρόν νῦν θερμοτατον τῆς μονῆς τῆς Κοτίσης, τόν Πολύκαρπον ἅπαντες, αἰνέσομεν ἐν πίστει οἱ πιστοί, ὡς παρέχοντα ἰάματα ἠμίν,
θεραπεύειν γάρ ἀλλήλους συσφίγγει` τους δέ τήν χείρα προσκυνοῦντας τῶν κινδύνων ἁπαλλάττεται.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα