Αξιολόγηση Χρήστη:  / 2
ΧειρότεροΚαλύτερο 

Υπό Νήφωνος Μονάχου Ιβηροσκητιώτου



Κοντάκιον. Ἦχος πλ δ΄. Τή ὑπερμάχω στρατηγῶ.
Τῷ καλλινίκω τοῦ Χριστοῦ Ἱερομάρτυρι, καί ἰατρῶ θαυματουργῶ ψυχῆς καί σώματος, μελωδήσωμεν Χαράλαμπες
σοί τόν ὕμνον. Ἀλλ’ ὡς μέγας καταρράκτης τῶν ἰάσεων, παθῶν, νόσων καί δαιμόνων ἐλευθέρωσον τούς κραυγάζοντας·

Χαίροις, Μάρτυς Χαράλαμπες

Ἄγγελοι ἀοράτως, σού τούς ἄθλους ὀρῶντες,ἐέθαυμασαν Χαράλαμπες Μάρτυς (γ΄)·
καί σύν τοῖς Ἀγγέλοις οἱ πιστοί, πάντες σοί τόν ὕμνον προσκομίζουσι· καί ἀμφότεροι
τή δόξη σου τερπόμενοι, βοῶσιν οὕτω:
Χαῖρε, ὁ μέγας Ἱερομάρτυς·
χαῖρε, Τριάδος ὁ παραστάτης.
Χαῖρε εὐσεβῶν γεννητόρων τό Βλάστημα·
χαῖρε Μαγνησίας δόξα καί καύχημα.
Χαῖρε, ὅτι πρό συλλήψεως προωρίσθης ἐκ Θεοῦ·
χαῖρε, ὅτι ἐκ νεότητος εὐφημίσθης πανταχοῦ.
Χαῖρε, ἱερωσύνης ὁ κανών καί τό κλέος·
χαῖρε, ἁγιωσύνης τό θειότατον κάλλος.
Χαῖρε, λαοῦ ὁ μέγας διδάσκαλος·
χαῖρε, ἠμῶν προστάτης ὁ πάγκαλος.
Χαῖρε, δί' οὗ ἡ ἐλπίς ἐκπληροῦται·
χαῖρε, δί’ οὗ ὁ Θεός ἰλεοῦται.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Βλέπων, ὑπερανθρώπως ὑπομένοντα πόνους, ἡγεμών τιμωρεῖ ἀπανθρώπως, σέ, τόν θεράποντα Χριστοῦ
καί Μαρτύρων πάντων μείζονα Χαράλαμπες, θανάτου ἀπειλήν καταφρονήσαντα, καί ἐκβοώντα·

Ἀλληλούια


Γνῶσιν ἔνθεον ἔχων, ὁ Θεῶ ἐγνωσμένος, ἐλέγχει τήν Σεβήριον πλάνην καί ἑλκύων πλήθη πρός Χριστόν,
Χαραλάμπης, τόν μέν τύραννον κατήσχυνε, πιστούς δέ πάντας ἤγειρε, βοᾶν μετ’ εὐλαβείας οὕτω:
Χαῖρε, ὁ Μάρτυς τῆς ἀληθείας·
χαῖρε, ὁ κῆρυξ τῆς εὐσεβείας.
Χαῖρε, τῆς εἰδώλων θρησκείας κατήγορε·
χαῖρε, τῆς ἐνθέου σοφίας πληρέστατε.
Χαῖρε, ὅτι σύ ἐνίκησας Σατανᾶν τόν τρομερόν·
χαῖρε, ὅτι σέβας δέδωκας τῷ λαῶ ὡς ὁ Χριστός.
Χαῖρε, τῆς Ἀποστόλων διδαχῆς ὁ εἰδήμων·
χαῖρε, τῆς Ἀθλοφόρων συνεδρίας εὐσχήμων.
Χαῖρε, Θεοῦ λατρείας διάκονε·
χαῖρε, σεπτοῦ ναοῦ σου διάκοσμε.
Χαῖρε, Σταυροῦ ὁ ὑψώσας τό κέρας·
χαῖρε, ἐχθροῦ ὁ πατήσας τά κέντρα.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Δύναμιν τήν ἐξ ὕψους, πανοπλίαν ὡς ἔχων, Χαράλαμπες, ὑπέστης ἀνδρείως, φρικτᾶς Βασάνους διά Χριστόν,
τήν τέ τῆς σαρκός ἀνάλωσιν, διά σιδηρῶν ὀργάνων παμμακάριστε, βοῶν τῷ ἐν ὑψίστοις·

Ἀλληλούια

Ἔχων μάταιον ζῆλον, Δούξ ὁ λάτρις εἰδώλων, ἀνηλεῶς τάς σάρκας σου ξέει· οὗ καί ἐκόπησαν ἀοράτως
αἵ χεῖρες, σύ δέ τοῦτον θεραπεύσας, Ἀγγέλους καί ἀνθρώπους τέ ἐξέπληξας ὑμνεῖν σέ οὕτω:
Χαῖρε, Χαράλαμπες Ἀθλοφόρε·
χαῖρε, ἀήττητε Σταυροφόρε.
Χαῖρε, τοῦ Δουκός ὁ πατάξας τό τόλμημα·
χαῖρε τοῦ αὐτοῦ ὁ ἰάσας τό φρόνημα.
Χαῖρε, ὅς ὑπέστης κάκωσιν πολυτρόπως τή σαρκί·
χαῖρε, ὅς παρέστης βήματι τοῦ τυράννου τή σπουδή.
Χαῖρε, ὅτι ἐφλέχθη τῷ πυρί σου τό σῶμα·
χαῖρε, ὅτι ἐστέφθης μαρτυρίου τή αἴγλη.
Χαῖρε, δί’ οὗ πολλοί διασώζονταν·
χαῖρε, δί’ οὗ λεπροί ἐκκαθαίρονται
Χαῖρε, ἰατρέ τῶν νοσούντων ἡ ρώσις·
χαῖρε, ἱερεῦ τῶν αἰτούντων ἡ δόσις.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Ζήλου δαιμονιώδους, ὁ Σεβῆρος ἐπλήσθη, ἰδών ὅτι ὑπό σου, ὤ Πάτερ, διώκονται δαίμονες, τυφλοί ἀναβλέπουσι·
σύ δ’ ἔτι Χαράλαμπες, νεκρούς ἤγειρας, τῷ σέ θαυμαστώσαντι Θεῶ, κραυγάζων·

Ἀλληλούια

Ἤκουσεν ὁ Σεβῆρος, τά ἐν σοῖ, καί τό σῶμα κατάστικτον ποιεῖται τοῖς ἤλοις· καί ἐκ τῶν γενείων προσδεθεῖς,
ὡς ἡμιθνητός ἐφέρου. Τό ὑπέρλαμπρον δέ τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾶ σοί:
Χαῖρε, δαιμόνων τό μέγα τραῦμα·
χαῖρε, ἀνθρώπων τό θεῖον θαῦμα.
Χαῖρε, Χαράλαμπες, ἐν μάρτυσι μέγιστος·
χαῖρε, ἀθλητά, ἐν ἱερεύσιν ὁ ἄριστος.
Χαῖρε, ὅτι σύ ἐπόνεσας ὡς οὐδείς τῶν Ἀθλητῶν·
Χαῖρε, ἤλοις προσηλούμενος ὠμοιώθης τῷ Χριστῷ.
Χαῖρε, ὅτι τή σούβλη διεπάρης τά στέρνα·
χαῖρε, ὅτι σου ὅλον ἐξεδάρη τό δέρμα.
Χαῖρε, δί’ οὗ Θεός τεθαυμάστωται· χριστιανος.gr
χαῖρε, δί’ οὗ ἐχθρός τεθανάτωται.
Χαῖρε, τό ἄρρητόν της σῆς καρτερίας·
χαῖρε, τό ἀήττητόν της σῆς ἀνδρείας.

Χαῖρε, Μάρτυς Χαράλαμπες
Θαύματα καί δυνάμεις, Παρακλήτου δυνάμει τελέσας, οὐρανῶν τάς Δυνάμεις ἐξέστησας, καί θαυματουργῶν
Ἁγίων ἐδείχθης ὑπέρτερος. Βλέπων δέ, ὅτι σοί ὑποτάσσεται πνεύματα, Θεῶ ἐβόας·

Ἀλληλούια

Ἴδον ὡς ἐν ἐκστάσει, ἅ οὐδέποτε εἶδον, παράδοξα ἐν σοῖ οἱ αὐτοπταί· τόν γάρ ἀπνοῦν ὕπτιον νεκρόν,
ἀναστάντα ἐθεώρουν τῷ λόγω σου, Χαράλαμπες, καί ἔκθαμβοι ἐβόων μετά δέους πάντες:
Χαῖρε, νεκρόν εὐχή ἀναστήσας·
χαῖρε, ἐχθρόν ποσί σου πατήσας.
Χαῖρε, Πατρός, Λόγου καί Πνεύματος πάροχε·
χαῖρε, Χριστοῦ λίθε, ἀδάμας καί σμάραγδε.
Χαῖρε, ὁ λιθοτυπτόμενος ὄψεσιν ὑπέρ Χριστοῦ·
χαῖρε, ὁ πυριφλεγόμενος τῷ προσώπω δί’ Αὐτόν.
Χαῖρε, ἱερουργέ, φρικτῶν Χριστοῦ μυστηρίων·
χαῖρε, θαυματουργέ, ὑπερφυῶν τεραστίων.
Χαῖρε, πταιόντων πρέσβυς πρός Κύριον·
χαῖρε, πασχόντων ταχεία ἐπίσκεψις.
Χαῖρε, θανάτου διώκων τό φάσμα· χριστιανος.gr
χαῖρε, ζωῆς ἐπινίκιον ἄσμα.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Κάκωσιν οὐρανόθεν, ὁ Σεβῆρος λαμβάνει, καί Κρίσπος, κατά σου Ἀθλοφόρε, καί κατά Χριστοῦ μανιωδῶς
βλᾶσφημοῦντες, ἐπατάχθησαν οἱ ἄφρονες, καί οὗτοι σέ ἱκέτευον, σύ δέ ὑπέρ αὐτῶν ἐβόας·

Ἀλληλούια



Λύτρωσιν ἐπεζήτει, παρά σου τοῦ εὐρέσθαι, μετέωρος ἀρθεῖς ὁ Σεβῆρος· σύ δέ Χαράλαμπες, σπαραγμούς
καρτερήσας τή σαρκί συντριβόμενος, καί ὑπέρ τῶν ἐχθρῶν σου δεόμενος, ἀκούεις οὕτω:
Χαῖρε, ὁ γόνος τῆς εὐσπλαγχνίας·
χαῖρε, υἱέ ἀνεξικακίας.
Χαῖρε, ὁ τήν γῆν οὐρανώσας τοῖς ἔργοις σου·
χαῖρε, οὐρανούς προσγειώσας τοῖς θαύμασι.
Χαῖρε, λύχνε φαεινότατε ὁ φωτίζων τούς πιστούς·
χαῖρε, πύργε οὐρανόμηκες ὁ ἀεί φρουρῶν αὐτούς.
Χαῖρε, ὁ τούς ἐχθρούς ὑπέρ σαυτόν ἀγαπήσας·
χαῖρε, βασανιστῶν σου τάς ὀδύνας ἰάσας.
Χαῖρε, δί’ οὗ χολέρα διώκεται·
χαῖρε, δί’ οὗ πανώλης ἐλαύνεται.
Χαῖρε, Χριστοῦ μέγας Μάρτυς καί θύτης·
χαῖρε, καμού ὁ προστάτης καί ρύστης.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Μέγας ὁ Θεός σου, ὁ Σεβῆρος βοᾶ Χαραλάμπει ἱκετεύων λυθῆναι, καί συγκαταβῆναι ἐπί γής· ὁ εὐθύς ἐγένετο,
Γαλήνης μέν πρεσβευσάσης πρός τόν Μάρτυρα, ὁ Μάρτυς δέ Κυρίω κράζων·

Ἀλληλούια

Νέας ἐπινοήσας ὁ Σεβῆρος βασάνους, καί αὔθις προσκαλεῖ Χαραλάμπη, τόν γενναῖον Χριστοῦ ἀθλητήν,
οὗ καί χαλινόν βαλῶν ἐν τῷ στόματι, ἐμπαικτικῶς ἐλαύνεσθαι προσέταξεν, πρός ὄν βοῶμεν:
Χαῖρε, ὁ ἥρως τῶν Μαρτύρων·
χαῖρε, ὁ λάτρις τοῦ Σωτῆρος.
Χαῖρε, ἀρετῶν τῆς ἀγάπης θησαύρισμα·
χαῖρε, λυμεῶνος κακίστου καταργημα.
Χαῖρε, ὅτι ἐβασίλευσας κατά πάντων τῶν παθῶν·
χαῖρε, ὅτι δόξης ἔτυχες τῶν μεγίστων Ἀθλητῶν.
Χαῖρε, καί δέομαί σου Μάρτυς παῦσον τούς πόνους·
χαῖρε, καί δεῦρο Ἅγιε γενού ἰατρός μου.
Χαῖρε, βροτῶν νοσούντων ἡ ἴασις·
χαῖρε, πολλῶν πεσόντων ἡ λύτρωσις.
Χαῖρε, θεῶν ψευδωνύμων ἡ πτῶσις·
χαῖρε, λαοῦ Χριστωνύμου ἡ βάσις.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Ξόανα τά τοῦ σκότους, βασιλέως θυγάτηρ συντρίβει, τοῦ ἀθλῆσαι ποθοῦσα ὑπέρ Χριστοῦ· καί νῦν ἐστεμμένη
Παρθενομάρτυς σύν Ἀγγέλοις, Χαράλαμπες, βοᾶ μετά σου, Θεῶ τῷ βασιλέων Βασιλεῖ, τό·

Ἀλληλούια

Ὅλος ὤφθη ὡς δένδρον, εὐσκιόφυλλον Μάρτυς Χαράλαμπες, ὁ στύλος οὗ ἤψω· τίς ἐπαξίως αἰνέσει σέ;
σῶν θαυμασίων Ἄγγελοι ὑμνῆσαι μόνον δύνανται, δί’ ὅπερ ἐκπλαγέντες σοί, βοῶμεν ταῦτα:
Χαῖρε, ὁ θρίαμβος τῆς Τριάδος·
χαῖρε, περάτων τοῦ κόσμου θάμβος.
Χαῖρε, πρό θανάτου τελέσας τεράστια·
χαῖρε, καθ’ ἑκάστην ποιῶν θαυμάσια.
Χαῖρε, στύλον τόν καταξηρόν ὁ δενδρώσας τή ἁφή·
χαῖρε, τοῦτον καί κατακαρπόν ἀποδείξας ἐν βραχεῖ.
Χαῖρε, ὅτι διδάσκων ὑπ’ αὐτόν μέγας ὤφθης·
χαῖρε, ὅτι ἐν τούτω τοῖς δημίοις ἐδόθης.
Χαῖρε, δί’ ὄν Σεβῆρον ἐκλόνησας
χαῖρε, ἐφ’ ὤ λαόν ὑπερθαύμασας. χριστιανος.gr
Χαῖρε, ἀστήp τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ποιμήν τῆς Αὐτοῦ κληρουχίας.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Πάσαν ἔνθεον πράξιν, τῶν θαυμάτων σου Μάρτυς, μαθῶν ὁ θηριόμορφος ἄρχων κατά σου τό τέλος προσφωνεῖ,
ὅ καί προσδεξάμενος Χαράλαμπες, ἐκτενῶς χαίρων προσηύξω τῷ Κυρίω σου, ὑπέρ ἁπάντων, ἄδων·

Ἀλληλούια

Ρύσαι, Θεέ τῶν ὅλων, ἐκ παντοίων κινδύνων, ὁ Μάρτυς προσευχόμενος κράζει, δί’ ἐμοῦ Χριστέ Παμβασιλεύ,
τούς τιμώντας μέ τόν δοῦλον Σου, θείας δέ φωνῆς, γένοιτο τό θέλημά σου ἤκουσεν, ἐφ’ ὤ βοῶμεν:

Χαῖρε, Θεοῦ τῆς ἀγάπης Μάρτυς·
χαῖρε, πνευμάτων τοῦ μίσους μάστιξ.
Χαῖρε, ὑπερβαίνων Μαρτύρων τήν ἄθλησιν·
χαῖρε, ταπεινώσας δαιμόνων τήν ἔπαρσιν.
Χαῖρε, ὅς ἤκουσας Χριστοῦ πληροῦντος πᾶν αἴτημά σου·
χαῖρε, ὅς ἔσωσας ἐκ θανάτου λαούς κράζοντας σοί.
Χαῖρε, ὁ ἀνοιγέντα οὐρανόν θεωρήσας·
χαῖρε, ἰδών Θεόν καί μετ’ Αὐτοῦ ὁμιλήσας.
Χαῖρε, Ἐδέμ τό κάλλος αἰσθόμενος·
χαῖρε, ἀΰλω δόξη τερπόμενος.
Χαῖρε, πιστῶν ἀνεγείρων τήν πτῶσιν·
χαῖρε, χαρίζων αὐτοῖς θείαν γνῶσιν.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Σῶσαι θέλων τούς πάντας, ὑπέρ πάντων πρεσβεύει, ἀεί ζωοποιῶ τή Τριάδι, Χαραλάμπης ἔχων πρός Θεόν
παρρησίαν μεγίστην ἄνευ δέρματος γάρ ζήσας πέντε ἔτη ὀδυνώμενος, νῦν χαίρων ψάλλει·

Ἀλληλούια

Τεραστίων ὤ ξένων καί θαυμάτων φρικτῶν! ὀστᾶ γάρ τοῦ Χαραλάμπους θεόθεν, ἰάσεις τελούσι καί ἐκβλύζουσι
θαύματα ὡς ρεῖθρα Νειλώα ἐκ τῆς Εἰκόνος αὐτοῦ, οὗ ταῖς πρεσβείαις τύχοιμεν, βοῶντες:
Χαῖρε, τό πέλαγος τῶν θαυμάτων·
χαῖρε, ὁ χείμαρρος ἰαμάτων.
Χαῖρε, ἀνίατους τάς νόσους ἰώμενος·
χαῖρε, Σιλωάμ τόν ναόν σου δεικνύμενος.
Χαῖρε, ὅτι ἐξέστη τή δόξη σου οὐρανός καί γῆ·
χαῖρε, ὅτι ἔφριξαν δαίμονες δυνάμει τή σή.
Χαῖρε, τῶν ἱκετῶν σου πρεσβευτά καί προστάτα·
χαῖρε, τῶν ὑμνητῶν σου ἡ χαρά διά πάντα.
Χαῖρε, ἐχθροῦ ἠμᾶς ὁ ρυόμενος·
χαῖρε, Χριστῷ ἠμᾶς προσφερόμενος. χριστιανος.gr
Χαῖρε, ὁ φῶς καί χαράν ὑπερλάμπων·
χαῖρε, ὡς φλόξ τά δαιμόνια φλέγων.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Ὕμνος ἅπας σοί πρέπει, τῷ ἠμῶν εὐεργέτη, Χαραλάμπει προστάτη τῷ θείω· πανταχοῦ γάρ προφθάνεις τούς πάντας.
Ποία γάρ Ἤπειρος οὐκ ἔτυχε σής βοηθείας; Ἑλλάς δέ, τήν σήν Κάραν ὡς θησαυρόν κατέχουσα, κράζει·

Ἀλληλούια

Φέρων σώματι ὄλω πληγᾶς, αἴρων τάς χεῖράς σου πρός Θεόν, ὑπέρ ἠμῶν σπεῦσον· σῶν μαρτυρίων γάρ ἡ ἀνάμνησις
παύει Κριτού ὀργήν, καί συγκινεῖ τόν Δίκαιον, ἀνομίας συγχωρεῖν τῶν πάθω σοί βοώντων:
Χαῖρε, αὐτόπτα τῶν οὐρανίων·
χαῖρε, παρόπτα τῶν ἐπιγείων.
Χαῖρε, τῶν λειψάνων ὀσμή σου ἡ ἄρρητος·
χαῖρε, σῶν θαυμάτων ἡ χάρις ἡ ἄπειρος.
Χαῖρε, ὅτι ἐκ τῆς κάρας σου ρεῖθρα βλύζουσι ζωῆς·
χαῖρε, ὅτι τάς ὀπᾶς ἐκ τῶν ἥλων φέρεις ἐπ’ αὐτῆς.
Χαῖρε, ὁ Μετεώροις παρεστῶς πολιοῦχος·
χαῖρε, ὁ Μαγνησίας γεγονῶς τροπαιοῦχος.
Χαῖρε, λοιμοῦ ἀμβλύνας τό θέριστρον·
χαῖρε, τοῦ πλάνου συντρίψας τό ἄγκιστρον.
Χαῖρε, τῆς πίστεως ἄσειστος στύλος· χριστιανος.gr
χαῖρε, τοῦ κόσμου ὁ ἄσβεστος λύχνος.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Χάριν εὗρε μεγίστην, Κάραν σου ὡς πλουτοῦσα, Μονή ἐν Μετεώροις κειμένη, ἡ τοῦ Πρωτομάρτυρος,
πανένδοξε Χαράλαμπες, καί σέ μεθ’ ἠμῶν δοξάζουσα, βοᾶ τῷ σέ δοξάσαντι Θεῶ ἀπαύστως·

Ἀλληλούια

Ψάλλοντές σου τόν ὕμνον, ἐν ἁγίω Ναῶ, σοῖς λειψάνοις καί εἰκόνι σου ἅμα, λοιμικής καί παντοίων νόσων
ἐκλυτρούμεθα· διό πρέσβυν σέ πρός τόν Θεόν καί ἐκ κινδύνων ρύστην ἔχοντες, βοῶμεν πάντες:
Χαῖρε, Χριστοῦ ὁ στρατιώτης·
χαῖρε, Ἁγίων ἡ σταθερότης.
Χαῖρε, σταυροφόρου λαοῦ ὁ ὑπέρμαχος·
χαῖρε, διαβόλου ὁ μέγας ἀντίπαλος.
Χαῖρε, ὅτι ἀγρυπνοῦντα μέ ἁπαλλάττεις τοῦ ἐχθροῦ·
χαῖρε, ὅτι καί ὑπνούντα μέ προφυλάττεις ἐξ αὐτοῦ.
Χαῖρε, ὁ ἁγιάσας σῶν αἱμάτων τήν χθόνα·
χαῖρε, ὁ θαυμαστώσας σου τήν θείαν εἰκόνα.
Χαῖρε, σέ γάρ Ἀρχάγγελοι στέφουσι·
χαῖρε, σέ γάρ οἱ δαίμονες τρέμουσι.
Χαῖρε, δί’ οὗ θεραπεύονται πάθη·
χαῖρε, δί’ οὗ ὁ Θεός ἐδοξάσθη.

Χαῖρε, Μάρτυς Χαράλαμπες

Ὤ Χαράλαμπες μάκαρ, τοῦ Χριστοῦ προσφιλέστατε δοῦλε καί πολυάθλε Μάρτυς (γ΄)· τούς ὑμνοῦντας
σέ θαυματουργέ, ἀπό πάσης ρύσαι νόσου ἅπαντας, καί πυρός του αἰωνίου σαῖς πρεσβείαις, τούς Θεῶ βοώντας·

Ἀλληλούια


    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα