Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

 



Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ' αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε· ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων
θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἠμᾶς, τούς σέ μεσίτην, πρός Κύριον ἔχοντας. χριστιανος.gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τή θερμή σου ἐπισκοπῆ, προστρέχω δεόμενος ρυσθῆναι, τῆς χαλεπῆς μέ Παρθένιε θλίψεως.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀγγέλων συνόμιλος γεγονῶς, δαιμόνων κακίας, καί ἁπάσης ἐπιβουλῆς, ἠμᾶς ἀνωτέρους διατήρει, ταῖς σαῖς πρεσβείαις Παρθένιε Ὅσιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Θεράπευσον Πάτερ ὡς συμπαθής, ἠμῶν τήν ὀδύνη, τήν συνέχουσαν τήν ζωήν, ἠμῶν Ἱεράρχα καί εἰρήνην, αἴτει ἠμίν καί πταισμάτων συγχώρησιν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καί πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτω ψυχή προσιόντων σοί. χριστιανος.gr

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Νοσημάτων ποικίλων, καί χαλεπῶν θλίψεων, ὥσπερ ἐλυτρώσω θεοφρον, τούς προσιόντας σοί, οὕτως ἁπάλλαξον, πάσης ἀνάγκης καί λύπης, Ἅγιε Παρθένιε, τούς σέ
γεραίροντας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Πῦρ ὁ λόγος σου ὤφθη, ὡς ἀληθῶς Ὅσιε, φλέγων τῶν δαιμόνων τά σμήνη, δυνάμει κρείττονι· ὅθεν καταφλεξον, τήν τῶν παθῶν ἠμῶν ὕλην, ἀνθραξι Παρθένιε,
τῆς προστασίας σου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπερίτρεπτον τεῖχος, καί ἀρραγές ἔρεισμα, καί καταφυγή ἐν ἀναγκαις, καί περιστάσεσι, γενού Παρθένιε, τοῖς ὁλοτρόπω καρδία σπεύδουσι ἑκάστοτε, τή ἀντιλήψει σου.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς,
Ράβδος ὤφθης ἁγία, ἄνθος Χριστόν φέρουσα, ὥσπερ Ἠσαΐας προέφη, Ἁγίω Πνεύματι, Κόρη Πανύμνητε· διο τή σή εὐωδία, τό δυσῶδες σκέδασον, τῆς διανοίας μου.
Διασωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τοῦ πονηροῦ πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄ Πρεσβεία θερμή

Λαμψάκου ποιμήν, ἐδείχθης ἐνθεώτατος, καί πάντας σοφέ, ἐξέπληξας τοῖς θαύμασι· καί νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τή σκέπη σου, καί τόν Σωτήρα
δυσώπει ἀεί, διδόναι ἠμίν πταισμάτων ἄφεσιν.

Ὠδή δ΄ Εἰσακήκοα Κύριε
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Θείαν χάριν δεξάμενος, οἰάπερ θεράπων Χριστοῦ θερμοτατος, ἁπαλλάττειν τήν ζωήν ἠμῶν, Πάτερ μή ἐλλίπης πάσης θλίψεως. χριστιανος.gr
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τή πρεσβεία σου, τούς προστάτην καί μεσίτην σέ, κεκτημένους Πάτερ πρός τόν Κύριον.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Νεκρωθέντας ὡς ἤγειρας, τή ζωοποιῶ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθείσαν Πάτερ τήν καρδίαν μου.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἰησοῦν τόν πανάγαθον, ὄν ἀκαταλήπτως Κόρη, ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἠμίν ἄφεσιν.

Ὠδή ἐ΄ Φώτισαν ἠμᾶς
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἔχοντες τήν σήν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων καθ' ἠμῶν τάς προσβολᾶς· διά τοῦτο σοῖ προστρέχομεν Παρθένιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἤστραψας ὡς φῶς, καί ἀκτίσι τῶν θαυμάτων σου, διαλύεις τήν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἠμῶν Παρθένιε πανθαύμαστε. χριστιανος.gr
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Μέγας ἀρωγός, ἀνεδείχθης ἠμῶν Ἅγιε· διά τοῦτο σου δεόμεθα θερμῶς· ἐξελού ἠμᾶς στενώσεων καί θλίψεων.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, ἐξελού ἠμᾶς παντοίων πειρασμῶν, οἴα Μήτηρ τοῦ Θεοῦ ἠμῶν φιλάγαθος.

Ὠδή στ΄ Τήν δέησιν
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σωμάτων, ἴασαι Πάτερ τούς πόνους, τῶν πρός σέ μετά σπουδῆς προσιόντων, καί τῶν ψυχῶν ἀθυμίας τό βάρος, τό καταθλῖβον ἠμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ,
τή θερμή σου πρεσβεία πρός Κύριον.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρυσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καί ἁπάσης ἀπειλῆς καί μανίας, καί πικροτάτων ἠμᾶς συμπτωμάτων, Χριστόν δυσώπει παμμάκαρ Παρθένιε· ὅτι μεγίστην πρός αὐτόν,
παρρησίαν πλουτεῖς ἱερώτατε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὑπάρχων, θεοειδῆς Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καί θλιβομένων θερμός ἀντιλήπτωρ, καί ἐλατήρ τῶν δαιμόνων Παρθένιε· διο τῆς σῆς δίδου ἠμίν,
ἀρωγῆς καθ' ἑκάστην τάς χάριτας.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Σέ πάντες, καταφυγήν ἐν ἀναγκαις, καί βοήθειαν Παρθένιε πλουτοῦντες, πάσης ἀνάγκης ἐν βίω καί ζάλης, τή χάριτί σου ταχέως λυτρούμεθα, θεοκυῆτορ Μαριάμ· διά τοῦτο
ἀεί σέ δοξάζομεν.
Διασωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τοῦ πονηροῦ πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Τοῖς τῶν θαυμάτων σου, Πάτερ, πυρσεύμασιν, ἀποδιώκεις παθῶν τήν σκοτόμαιναν καί ρῶσιν καί χάριν οὐράνιον, καί εὐφροσύνην παρέχεις Παρθένιε, ἠμίν τοῖς ἐκ πόθου
τιμῶσι σέ.

Προκείμενον
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος: Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον. χριστιανος.gr

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.
Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν
πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε.
Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε,
λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Θαύμασιν ἐκόσμησας, τήν σήν ζωήν Ἱεράρχα, καί πολλούς διέσωσας, λύμης τοῦ ἀλάστορος ὡς φιλάγαθος δαψιλῶς πάσι γάρ, νέμεις τάς ἰάσεις· διά τοῦτο σου δεόμεθα.
Ἴασαι Ἅγιε, τῆς ψυχῆς ἠμῶν τήν κατήφειαν, καί ἄχθος τό τῶν θλίψεων, θάττον ἀφ' ἠμῶν διασκέδασον, εἰρήνην παρέχων, ἠμίν καί εὐφροσύνην ἀληθῆ, Πάτερ παμμάκαρ
Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου Παρθενίου τοῦ θαυματουργοῦ
Ἐπισκόπου Λαμψάκου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀκαθάρτων πνευμάτων, ὡς καθεῖλες παμμάκαρ πάσαν τήν δύναμιν, οὕτω τῆς ἐπήρειας, αὐτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τούς σέ ὑμνολογοῦντας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἱλασμόν ἠμίν αἴτει, καί δεινῶν συντριμμάτων τήν ἐπανόρθωσιν, καί βίου εὐπραγίαν, καί πάσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ Ὅσιε, τοῖς προσιούσιν ἀεί, τή σή σεπτή πρεσβεία.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Γεωργεῖν μετανοίας, τούς καρπούς μέ ἐνίσχυσov Πάτερ Ὅσιε, ὡς ἄν τῆς ἁμαρτίας, ἐκφύγω τήν ἀπάτην, καί ζωῆς τύχω κρείττονος, Παρθένιε ἱερέ, διά τῶν πρεσβειῶν σου.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τov ἀπερίληπτον, χειρῶν μέ τοῦ Βελίαρ, ἁπάλλαξον ἐν τάχει, καί Θεῶ μέ οἰκείωσαι, δί’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρύσαι μέ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καί καταύγασον φωτί τῆς μετανοίας, τήν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπό σκανδάλων, καί μαγγανείας καί πλάνης, διαφύλαττε Παρθένιε ἀτρώτους, τούς ἐπιζητοῦντας, τήν σήν ἐπιστασίαν.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σωματικῶν μέ, καί ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὁ καρκίνου πάθος, τῷ λόγω θεραπεύσας.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καί πλείσταις ἁμαρτίαις, ἴνα σέ δοξάζω τήν Κεχαριτωμένην.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Μεγίστων θαυμασίων, αὐτουργός ὑπάρχων, μή διαλίπης παρέχειν ἑκάστοτε, ἐνί ἑκάστη Παρθένιε τά αἰτήματα.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁ θεῖος τῆς Λαμψάκου, καί κλεινός ποιμάντωρ, θαυματουργέ Ἱεράρχα Παρθένιε, ὑπέρ ἠμῶν τήν Τριάδα ἀεί ἱκέτευε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὑψίστου νῦν τῷ θρόνω, παρεστῶς παμμάκαρ, ἰκετηρίους ἀπαύστως προσάγαγε, ὑπέρ ἁπάντων δεήσεις τῶν εὐφημούντων σέ.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ὑπέρτερον τόν νοῦν μου, δεῖξον τῶν γηΐνων, ὡς ὑπερτέρα ἁπάσης της κτίσεως, Θεοκυῆτορ Παρθένε ἴνα δοξάζω σέ.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια
Χαίροις τῆς Λαμψάκου θεῖος πύρσος, ὁ καταπυρσεύων, ἐν τοῖς θαύμασι πάσαν γῆν· χαίροις ὁ διώκων, παθῶν καί νοσημάτων, καί τῶν δαιμόνων ζόφον, Πάτερ Παρθένιε.
Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπό παιδός, καί τοῖς θαύμασί σου, πολλούς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, Πάτερ Παρθένιε.
Ρύσαι μαγγανείας τῆς χαλεπῆς, καί πάσης μαγείας, ἐνεργεία τή τοῦ ἐχθροῦ, καί ἄτρωτον τήρει, ἠμῶν τόν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.
Νόσους θεραπεύεις ὀδυνηρᾶς, καί καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἠμίν ρῶσιν, ἐν βίω καί ὑγείαν, Παρθένιε παμμάκαρ, τή ἀντιλήψει σου. χριστιανος.gr
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερόν χαίροις τῶν θαυμάτων, ἡ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἠμῶν βοήθεια.
Μή ἐλλίπης Πάτερ ἐκδυσωπεῖν, τόν πάντων Δεσπότην, τοῦ διδόναι ἠμίν ἀεί, ἄφεσιν πταισμάτων, καί πάσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὡς συμπαθέστατος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σου ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἕξης:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Θεῖος Ἱεράρχης πεφηνῶς, καί θαυμάτων πλήθει ἐμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, καί ἀλγηδόνος πίκρας, καί δαιμόνων κακώσεως, καί δολοπλοκίας,
καί μαγείας λύτρωσαι, τούς προσιόντας σοί· ἔχεις γάρ πολλήν παρρησίαν, πρός τόν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τά αἰτήματα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα