Αξιολόγηση Χρήστη:  / 2
ΧειρότεροΚαλύτερο 




Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ταχύ προκατάλαβε

Ταχύ προκατάλαβε, Πάτερ Ἀντώνιε, καί σῶσον τούς δούλους σου τῶν ἐνεστώτων δεινῶν, καί θλίψεων, ἔχεις γάρ πρός τόν κτίστην, καί Θεόν παρρησίαν. Πάρεσο οὔν ἐν τάχει,
τοῖς πιστῶς σέ καλούσι, τήν σήν νῦν προστασίαν, καί σκέπην δωρούμενος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ταχύ δέξαι Δέσποινα τάς ἱκεσίας ἠμῶν, καί ταύτας προσάγαγε, τῷ σῶ Υἱῶ, καί Θεῶ, Κυρία πανάχραντε, λύσον τάς περιστάσεις τῶν εἰς σέ προστρεχόντων.
Σκέδασον τάς ἐνέδρας, καί τά θράση παρθένε, τῶν νῦν ἐφοπλιζομένων κατά τῶν δούλων σου.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους. χριστιανος.gr

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Τό ὄμμα καθάρας σου τῆς ψυχῆς, καί τῆς διανοίας, οἶκος γέγονας τοῦ Θεοῦ, Ἀντώνιε μάκαρ τῷ τέ θρόνω, σύν παρρησία πολλή νῦν παρίσταμαι.
Ηὐξήθης ὡς φοῖνιξ διαβιτικῶς, δικαίως βιώσας, ὡς τό ὄντως ὄν ἐφετόν, ἐκ βρέφους ποθήσας, Πάτερ θεῖε, καί πρός μονάς οὐρανοῦ μεταβέβηκας.
Ναόν κατεσκεύασας σεαυτόν, τῆς σεπτῆς Τριάδος, ἐγκρατεία καί προσευχή, καί νηστεία Πάτερ, ὅθεν χάριν, τῶν ἰαμάτων ἀξίως ἀπείληφας.

Θεοτοκίον
Ὁ πάσαν τήν κτίσιν οἴα Θεός, δρακί περιέπων, καθωράθη περιγραπτός, ἔκ σού κόρη θέλων συντριβεῖσαν, φύσιν βροτῶν ἀναπλᾶσαι ὡς εὔσπλαχνος.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Χαρμονῆς τυχῶν θείας, παρά Θεῶ ἅγιε, ταύτην ἀμοιβήν τῶν σῶν πόνων ὥσπερ εὐράμενος, τῶν ἀνυμνούντων σέ, ψυχᾶς χαρίτωσον Πάτερ, πόρρω ἀπωθούμενος
πάσαν κατήφειαν.
Ἀναβάς εἰς τό ὅρος, τῶν ἀρετῶν ἅγιε, θείας θεωρίας ὡς πάλαι, Μωσῆς ἠξίωσας, δί’ ὅ καί εἴληφας, τῶν ἰαμάτων τήν χάριν, ἤν παρέχεις πάντοτε τοῖς σοῖ προστρέχουσι.
Ραθυμίας ἁπάσης, βιωτικῆς ἅγιε, ταῖς πρός τόν Θεόν σου πρεσβείαις πάντας ἁπάλλαξον, καί καταξίωσον, πρός τρίβους βαίνειν εὐθείαις, ἀπροσκόπτως πάντοτε θείοις
προστάγμασι.

Θεοτοκίον
Ἱκετεύω παρθένε, τήν τῶν κακῶν ἕφοδον, τῶν ἐπερχομένων ἀθρόων, ἐμοί τῷ δούλω σου, ἐξ ἀοράτων τέ, καί ὁρατῶν ἐχθρῶν κόρη, ὡς μακράν ἀπέλασον τή μεσιτεία σου.

Ὁ ἱερεύς, μνημονεύει κατά τό σύνηθες. Εἴτα Κάθισμα.
Ἦχος Πλ. δ’. Τήν σοφίαν καί λόγον

Τήν πηγήν τῶν θαυμάτων παρά Θεοῦ, τήν δοθεῖσαν τῷ κόσμω τόν θαυμαστόν, καί θεῖον Ἀντώνιον, ἀσκητικῶν τό ὠράϊσμα, ἡσυχαστῶν τό κλέος, Βερροίας τό καύχημα, τῶν ἐν
νόσοις ἁπάντων, τό μέγα προσφύγιον, πάντες κατά χρέος, εὐφημήσωμεν ὅτι, καν ταῦτα τοῖς πάσχουσι, χορηγεῖ τά ἰάματα, καί Θεῶ παριστάμενος, πρεσβεύει ὑπέρ ἠμῶν,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς μετά πόθου τελούσι, τήν θείαν μνήμην αὐτοῦ.

Ὠδή δ’. Εἰσακήκοα Κύριε
Ἰκεσίαις σου λύτρωσαι, πάσης περιστάσεως ταῖς πρός τόν Κύριον, τούς ἐν πίστει σοῖ προστρέχοντας, καί ἀσπαζομένους τήν σήν λάρνακα.
Νέμεις πάτερ τοῖς χρήζουσι, τήν τῶν ἰαμάτων θείων δαψίλειαν, τάς ψυχᾶς ὁμού καί σώματα, θεραπεύων πάντων θεία χάριτι.
Ὑπέρ φύσιν ἠγώνισας, πόνοις κατατρύχων σῶμα τό πήλινον, τήν ψυχήν δέ ἀνεπτέρωσας, πρός Θεόν τῶν ὅλων, Πάτερ ὅσιε.

Θεοτοκίον
Ὡς τόν κύριον τέξασα, καί πρός τοῦτον ἔχουσα μόνη παναγνέ, παρρησίαν ὑπέρ ἅπαντας, εὐμενῶς τοῖς σοῖς δούλοις ἀπέργασαι.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς
Μόνον τόν Θεόν, ἔσχες Πάτερ ἐν καρδία σου, καί δί’ αὐτοῦ τῶν ἰαμάτων κρουνούς, ὡς ἀπό κρήνης ἀναβλύζεις τῆς σῆς λάρνακος.
Νεῦσον ταῖς λιταῖς, τῶν ὑμνούντων σέ Ἀντώνιε, καί ταῖς σαῖς λιταῖς ἠμίν ἰλέωσας, τόν εὐσυμπάθητον Λόγον Θεόν καί Κύριον.
Ὤφθη ἡ σωρός, τῶν λειψάνων σου Ἀντώνιε, ὥσπερ πηγή τίς ἠμίν προχέουσα παθῶν ποικίλων ἀφθόνως ἀεί ἰάματα. χριστιανος.gr

Θεοτοκίον
Ἄνωθεν ἠμᾶς, ἐποπτεύεις Παναμώμητε, καί περιέπεις ἀεί τόν κλῆρόν σου, τόν θεοτόκον κυρίως σέ καταγγέλοντα.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Τῷ πόθω τῷ πρός Θεόν μακάριε, ὥσπερ σκύβαλα τά πάντα ἠγήσω, καί πρός αὐτόν τήν διάνοιαν ἔχων, τάς τῶν δαιμόνων διώλεσας φάλαγγας, καί γέγονας ὡς ἀληθῶς,
ἰαμάτων πηγή ἀνεξάντλητος.
Ὀρέξεις τάς τῆς σαρκός ἐμάρανας, ἐγκρατεία καί ἀσκήσει παντοία, καί σεαυτόν παρεσκεύασας μάκαρ, τοῦ βασιλέως Χριστοῦ θεῖον τέμενος, καί νῦν οἰκεῖς τούς οὐρανούς,
τῆς αὐτοῦ ἀπολαύων λαμπρότητος. χριστιανος.gr
Ὑπῆλθες ἐν νεαρῶ τῷ σώματι, τόν ζυγόν σύ τόν χρηστόν του Κυρίου, ἀπορραγεῖς τῶν φροντίδων τοῦ βίου, καί φυγαδεύων εἰς ὅρος ἐμάκρυνας, καί μόνος μόνω τῷ Θεῶ
νοερῶς ἤς συνῶν καί ἠδόμενος.

Θεοτοκίον
Ναῶ σου τῷ ἱερῶ παρεστῶτες, σού δεόμεθα στερροτάτη τή πίστει, ρύσαι ἠμᾶς τῆς ἐχθρῶν ἐπηρείας, καί νοσημάτων παντοίων ἁπάλλαξον. Θεονυμφε ἡ τόν Χριστόν τόν
λυτήρα τῶν νόσων κυήσασα.



Ὁ ἱερεύς μνημονεύει.
Εἴτα τό Κοντάκιον Ἦχος γ’. Ἡ Παρθένος σήμερον

Ἑορτάζει σήμερον, ἡ σή πατρίς θεοφόρε, ἑορτήν ὑπέρλαμπρον, τῆς θεοφόρου σου μνήμης, ἅπασαν προσκαλουμένη πόλιν καί χώραν, χαίρει γάρ, ὡς κεκτημένη θησαυρόν
μέγαν, τήν πανέντιμόν σου κάραν, θεοφρον πάτερ Ἀντώνιε, ὅσιε. χριστιανος.gr

Καί εὐθύς τό Προκείμενον Ἦχος δ’.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν;

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (στ΄ 17 – 23).
Τῷ καιρῶ ἐκείνω ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αὐτοῦ καί πλῆθος πολύ του λαοῦ ἀπό πάσης της Ἰουδαίας, καί Ἱερουσαλήμ, καί τῆς παραλίου Τύρου καί
Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. Καί αὐτός ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς Μαθητᾶς αὐτοῦ ἔλεγε, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ
Θεοῦ, μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε, μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε, μακάριοι ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί
ὀνειδίσωσι, καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τή ἡμέρα καί σκιρτήσατε, ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν Προσόμοιον.
Ἦχος Πλ. β’. Ὅλην ἀποθέμενοι…

Μή παύση δεόμενος τοῦ Λυτρωτοῦ καί Δεσπότου, Ἀντώνιε Ὅσιε, τοῖς τήν θείαν Μνήμην σου ἐορτάζουσι, πάσι δωρήσασθαι, ἄφεσιν πταισμάτων, αἰωνίαν, ἀπολύτρωσιν, τῶν
χαρισμάτων τέ, τῶν πνευματικῶν τήν μετάδοσιν, παθῶν τέ τήν καταφλεξιν, τῶν φρυγόντων νῦν τήν καρδίαν ἠμῶν, ψυχῶν σωτηρίαν, καί θείαν προστασίαν, Ἀγαθέ, ἴνα ὑμνῶμεν
γηθόμενοι, τήν θείαν σου Κοίμησιν. χριστιανος.gr

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου Ἀντωνίου τοῦ Νέου του Θαυματουργοῦ,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἑαυτόν κατακλείσας, στενωτάτω σπηλαίω, ἐν τούτω εἴληφας, τό πέρας τό τοῦ βίου, τρεφόμενος βοτάνοις, γυμνητεύων τῷ σώματι, ὁ τῶν Πατέρων βοῶν Θεός εὐλογητός εἰ.
Ὁλονύκτοις παμμάκαρ, προσευχαῖς ἐτροπώσω, δαιμόνων φάλαγγας, τῶν σέ ἐπαπειλούντων εἰς χάος ἀκοντίσαι, καί νῦν μέλπεις γηθόμενος, ὁ τῶν Πατέρων ἠμῶν Θεός
εὐλογητός εἰ.
Ὑπέρ φύσιν ὠράθης, περιῶν ἐν τῷ βίω, ἀγωνισάμενος, στενούμενος παμμάκαρ, θλιβόμενος καν τοῦ Θεοῦ, πρός τό πλάτος ἀνέδραμες, τῆς βασιλείας Χριστοῦ εἰς τούς
αἰώνας χαίρων.

Θεοτοκίον
Νέμεις πάσι Παρθένε, συμπαθῶς τοῖς αἰτούσι, παθῶν τήν ἴασιν, ἐν τῶδε τῷ πανσέπτω καί θείω τεμένει, ἐν ὤ πίστει κραυγάζομεν, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ὠδή ἡ’. Τόν Βασιλέα τῶν οὐρανῶν
Ἀποφυγῶν τάς βιωτικᾶς τρικυμίας, εἰς λιμένα θεῖον προσωρμίσθης, κράζων εὐλογεῖτε Χριστόν εἰς τούς αἰώνας.
Νοσούσιν ἄπασι χορηγεῖς τάς ἰάσεις, ὡς ἀκέστωρ θεῖος, καί γάρ ἔσχες, γέρας τῶν σῶν πόνων ἰάσεων τήν χάριν.
Ὡς εὐπρεπής τέ καί θαυμαστός ὁ ναός σου, ὁ ἐκ κρήνης ἄπασι προχέων, τῆς σεπτῆς σοροῦ σου ἰάματα παντοία.

Θεοτοκίον
Ἡ σωτηρία μου καί ἐλπίς σύ ὑπάρχεις, Θεοτόκε, ὅθεν σου προστρέχω, τῷ σεπτῶ τεμένει εὐρέσθαι σωτηρίαν.

Ὠδή θ’. Κυρίως Θεοτόκον
Ναός ὡς χρηματίσας, τοῦ Θεοῦ τῶν ὅλων, τόν σόν ναόν ἀπειργάσω Ἀντώνιε, νόσων πολλῶν ἰατρεῖον καί ἄμισθον.
Ἱκέτευε τόν κτίστην, ὡς αὐτοῦ θεράπων, τῶν δυσχερῶν ἠμίν δοῦναι τήν λύτρωσιν, τοῖς τῷ ναῶ σου τῷ θείω πίστει προστρέχουσι.
Ὀλβία σου ἡ πόλις, καί χαρίτων πλήρης, τήν σήν σορόν κεκτημένη Ἀντώνιε, ὡς ὄλβον ἔμψυχον ὄντως καί ἀδαπάνητον.

Θεοτοκίον
Σωτήρα τῶν ἁπάντων, μόνη τετοκυία, τόν Ἰησοῦν ὑπέρ φύσιν πανάμωμε, αὐτόν δυσώπει σωθῆναι τους σέ γεραίροντας.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Ὡς ἐχέφρων Πάτερ καί νουνεχής, βίου τό ζαλῶδες φυγαδεύων οἴα πτηνός, καί ἐν τή ἐρήμω κατώκησας Παμμάκαρ, νηστεία καί δεήσει συνῶν τῷ κτίστει.
Ὑλικῆς δυάδος ὑπεραρθεῖς, τῆς σαρκός τό νέφος, ἀποσείσας καί τοῦ φωτός, μετασχῶν τοῦ Θεοῦ, τρισμάκαρ ἀσχολεῖσθαι, νυκτός τέ καί ἡμέρας τούτω οὐκ ἔπαυσας.
Βερροιαίων πόλις σέ θησαυρόν, κεκτημένη μάκαρ, ἐναβρύνεται τή σεπτή, σή σορῶ καί χαίρει, ὡς μόνη πλήρης οὖσα, τῶν θείων σου θαυμάτων πάτερ Ἀντώνιε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Εἴτα τό τροπάριον Ἦχος γ’. Θείας πίστεως
Τόν ὁμώνυμόν του Ἀντωνίου, καί ὁμότροπον ἀναδειχθέντα, τόν ἐν ἐσχάτοις τοῖς χρόνοις ὡς ἄδυτον, ἀναφανέντα ἀστέρα τοῖς θαύμασιν, εὐσεβοφρόνως ὑμνήσωμεν λέγοντες,
Πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Καί ἕτερον τροπάριον ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως
Ἴσος ἔλαμψας ἐν τή ἀσκήσει, νῦν Ἀντώνιε, τῷ συνωνύμω, πολιτείαν ζηλώσας ἰσάγγελον, καί τῶν ἐνθέων χαρίτων ἠξίωσας, καί ἀσθενούντων ἀκέστωρ καθέστηκας, ὅθεν
πάντες εὐσεβοφρόνως δεόμεθα, τή σήν διατηρεῖν πατρίδα ἄτρωτον.

Εἴτα ὁ ἱερεύς μνημονεύει ὡς συνήθως καί ἐν τή ἀπολύσει ψάλλομεν τό παρόν προσόμοιον. Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὁλοθύμω τή ψυχή, καί τή προαιρέσει ἀπάση ἤδη ἐκζητήσωμεν, παρά τοῦ παμμάκαρος ἐπικουρίας τυχεῖν, τῶν δεινῶν περιστάσεων, αὐτῶ ἐκβοῶντες, σύ ἠμᾶς ἁπάλλαξον,
καί ἐλευθέρωσον, ὅπως σαῖς πρεσβείαις πρός τό θεῖον, τύχωμεν ἀφέσεως Πάτερ, πάντων ὧν ἠμάρτομεν οἱ δοῦλοί σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα