Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τούς προσπελάζοντας τή θεία μονή σου καί τήν θερμήν σου ἀρωγήν ἐκζητούντας, τρισμάκαρ Θεοδόσιε, θαυμάτων πηγή, ρύσαι ἐκ τῆς ὄφεως ἀνηκέστου μανίας καί χορήγει
δύναμιν, ὑγιείαν καί ρῶσιν, ἴνα σέ πάντες μέλπωσιν ὠδαῖς ὡς ἰατρεῖον ἀδάπανον πίστεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Θεόν τόν εἰρήναρχον καί ζωῆς τόν δότην ἀπαύστως καθικέτευε τοῖς πιστῶς αἰτούσι τήν σήν θερμήν πρεσβείαν ρῶσιν διδόναι, κλεινέ Θεοδόσιε.
Ἐρήμου θεοφρον ὑφηγητά, ὑψίκομε φοῖνιξ, καί δροσίζουσα Ἀερμῶν, ἀπέλασον νέφη τῆς ψυχῆς μου καί θεϊκήν δρόσον ταύτη ἐπόμβρησον.
Ὁσίων πολύτιμε θησαυρέ, κοινοῦ βίου πρῶτε, Θεοδόσιε ἱερέ, ὁσίως ἀνύσαι μέ τόν βίον ἐν ψυχική ἠρεμία ἀξίωσον. χριστιανος.gr

Θεοτοκίον
Δυσώπει, Πανύμνητε, ἐκτενῶς τόν τῆς ὑφηλίου Κτίστην, μόνον σοφόν Θεόν, ὡς μήτηρ Αὐτοῦ προσφιλέστατη, πέμψαι ἠμίν τό Αὐτοῦ θεῖον ἔλεος.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὀσιώτατε πάτερ, Μωγαρισσού καύχημα, Βηθλεέμ τήν ἔρημον πάσαν ὁ πόνων πλήθεσι καθαγιάσας Χριστῷ ὑπέρ ἠμῶν τῶν τιμώντων τήν σήν μνήμην πρέσβευε, ὤ Θεοδόσιε.
Στύλος ὤφθης ἀζύγων. καθηγητής πάνσοφος καί ἀκέστωρ τῶν ἱκετῶν σου πάνυ ταχύτατος• διό προσπίπτοντες σοί ἀναβοῶμεν ἐκ πάσης συμφορᾶς ἁπάλλαξον. Πάτερ, σούς
πρόσφυγας.
Ἰκετεύομεν βέλη τοῦ μιαροῦ δράκοντος ἀφ’ ἠμῶν ἀπέλασον τάχος, ἀσκητικώτατε, ὁ τή δυνάμει Χριστοῦ κατατροπώσας τόν πλάνον καί Αὐτοῦ τή χάριτι δάφνας δρεψάμενος.

Θεοτοκίον
Οὐρανῶν ὑπερτέρα, ἡ τόν Χριστόν Κύριον ἐν τή σή νηδύϊ ἀφράστως, Κόρη, χωρήσασα τῆς σωζομένων τυχεῖν μερίδος ἐν τή ἡμέρα.
Ἄσπιλε, τῆς κρίσεως πάντας ἀξίωσον.
Διασωσον ἐξ ἀρρώστιας λοιμώδους καί πάσης βλάβης τούς ἐν πίστει τή κραταιή πρεσβεία σου σπεύδοντας φανέ, Θεοδόσιε, μονοτρόπων.
Ἐπιβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Χαρίτων κρατήρ καί φρέαρ ἀνεξάντλητον, θαυμάτων πολλῶν ἐπώφθης, Θεοδόσιε• διό πάντες σπεύδοντες τή θερμή, σοφέ, ἀντιλήψει σου ἐκ χαλεπῶν κινδύνων, συμφορῶν
καί βλάβης ταχέως ἐκλυτρούμεθα.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Ὑπέρ φύσιν τήν βρότειον ἠγωνίσω, ὄλβιε Θεοδόσιε, τῶν ψυχῶν θεράπον γνήσιε καί τῶν θλιβομένων καταφύγιον.
Ληστρικᾶς ἀποδίωξον ἐπιθέσεις, πάτερ, ἐκ τῶν τιμώντων σέ καί γαλήνην ἐπιβράβευσον ταῖς ψυχαῖς αὐτῶν, ὤ Θεοδόσιε.
Ἰατρεῖον ἀδάπανον τό σεπτόν σεμνεῖόν σου ἀναδέδεικται ἀπελαῦνον ἅπαν νόσημα ἐκ τῶν ἱκετῶν σου, Θεοδόσιε.

Θεοτοκίον
Τίς ἀξίως ὑμνήσει σου, ἔνδοξε Παντάνασσα, τά θαυμάσια, ἐκβοῶμεν οἱ προστρέχοντες τή ἀκαταπαύστω μεσιτεία σου.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ἄδοντες φαιδρῶς τά σά τίμια παλαίσματα καί τούς πόνους σου βοῶμεν ἐκ παθῶν τούς σούς ἰκέτας συντήρει. κλεινέ, ἀπήμονας.
Στέφος ἐκ Θεοῦ, Θεοδόσιε, ἀπείληφας τῶν σῶν ἀγώνων καί νῦν τόν Λυτρωτήν καθικετεύεις ὑπέρ τῶν πιστῶς τιμώντων σέ.
Πάσαν λοιμικήν φυγαδεύεις νόσον, ὅσιε, τή στερρή σου παρρησία πρός Θεόν, τῶν ἐν ἐρήμω ἀζύγων ὤ ἀκροθίνιον.

Θεοτοκίον
Ρύσαι, Μαριάμ, ἐκ λιμοῦ, σεισμοῦ καί θλίψεων τούς κραυγάζοντας ἐν πίστει ἀκλινεῖ• χαίροις τοῦ κόσμου, Μητρόθεε, παραμύθιον.

Ὠδή στ΄. Τήν δέησιν
Οἱ μώλωπες τῆς ψυχῆς προσώζεσαν τῆς δυστήνου μου, ἀζύγων Ἀλείπτα, καί δυσωδίαν φρικτήν ἐμποιούσιν, ἀλλά προστρέχων τή θεία δυνάμει σου ἀναβοῶ σοί εὐλαβῶς•
τάς πληγᾶς μου ταχύ ἀποξήρανον. χριστιανος.gr
Στενώσεως λυπηρός, κακώσεων καί σκανδάλων ἀπολύτρωσαι τάχος τούς σούς ἰκέτας, ὡς πένητα πάλαι ἐκ τοῦ θυμοῦ διασώσας τοῦ λέοντος, φιλάνθρωπε θαυματουργέ,
ἀσκητά γεραρέ, Θεοδόσιε.
Θεράπευσον τῆς ψυχῆς μου τραύματα καί τοῦ σώματος πολλᾶς ἀλγηδόνας, ὁ θεραπεύσας γυνήν ἀψαμένην τού σου κρασπέδου, σοφέ Θεοδόσιε, ἐξ ἀνιάτου καί δεινῆς ἀσθενείας,
δυνάμει τῆς πίστεως.

Θεοτοκίον
Ἐκύκλωσαν ὥσπερ τίγρεις ἄγριαι τήν ψυχήν μου καί ἀκόρεστοι κύνες, ἁγνή Παρθένε, Θεονυμφε Κόρη, αἵ τοῦ δολίου δυνάμεις καί ἔλκουσι πρός Ἅδην ταύτην πλήν θαρρῶν
τή σή σκέπη ταχύ διασώζομαι.



Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν

Ἡγεμών τῆς κοινῆς βιοτῆς τέ καί πρώταρχε, ἀρετῶν θεϊκῶν ὅρος ὄντως ὑψίλοφον, μή παρίδης ἀπεγνωσμένος, ὅσιε, φωνᾶς τῶν προσφύγων σου, ἀλλά ταχύ τῷ Λυτρωτή
σου ἐκτενῶς, Θεοδόσιε, πρέσβευε, ἴνα ἐξ ἀμετρήτων κινδύνων καί ἀλγηδόνων ρυσθῶμεν ἅπαντες ἠμεῖς οἱ τήν μνήμην σου γεραίροντες.

Προκείμενον. Ἦχος β΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος: Τί ἀνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν;

Εὐαγγέλιον. (Λούκ. στ΄ 17-33)
Τῷ καίρφ ἐκείνω ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ του λαοῦ ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί
Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὄχλουμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο• καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καί ἰάτο πάντας. Καί αὐτός ἐχάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς μαθητᾶς αὐτοῦ ἔλεγε• Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε μακάριοι ἔστε, ὅταν μισήσωσιν οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς καί ὀνειδίσωσι
καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τή ἡμέρα καί σκιρτήσατε• ἰδού ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Κλῆμα ὥσπερ δίκαιος ἐν τοῦ Κυρίου τῷ οἴκω φυτευθέν ἐξήνθησας βότρεις ἐνασκήσεως καί πραότητος, ἐξ ὧν καί τρέφονται οἱ σέ ἀνυμνοῦντες καί προστρέχοντες σή χάριτι ἐν τῷ
τεμένει σου τῷ σεπτῶ καί πίστει τόν Κύριον, τοῦ κόσμου θεῖον ἥλιον καί Θεόν τῶν ὅλων, δοξάζουσι• κλέος μονοτρόπων, σοφίας, Θεοδόσιε, κρουνέ, μή μέ παρίδης τόν ἄθλιον τόν
παρακαλοῦντα σέ.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὁλονύκτοις καμάτοις, προσευχαῖς ἀσιγήτοις, νηστείαις, δάκρυσι καί κλίσεσι γονάτων τοῦ πλάνου ἐτροπόσω τάς ὄρδας, Θεοδόσιε, καί νῦν ἐν πόλω οἰκῶν ὑπέρ ἠμῶν πρεσβεύεις. χριστιανος.gr
Νοερῶς ἱκετεύω σέ, ἐρήμου πολίτα, ὤ Θεοδόσιε, ἀπό λοιμώδους νόσου, ἀνάγκης τέ καί βλάβης ἀσινῆ διαφύλαττε, κάμε τόν μέλποντα σέ ἀπαύστως εἰς αἰώνας.
Ἀσωμάτων τοῖς δήμοις καί ὅσιων ταῖς τάξεσιν, Θεοδόσιε, ἀριθμηθεῖς πρεσβεύεις ὑπέρ τῶν σέ τιμώντων τῷ Δεσπότη τῆς κτίσεως, γεώργιον ἀρετῶν καί στύλε ἐγκρατείας.

Θεοτοκίον
Ἰατρόν σέ πλουτοῦμεν, Ὑπερύμνητε Κόρη, ἐν γῆ θειότατον καί εὐσεβεῖ τή πίστει δεόμεθά σου τάχος πάσαν νόσον ἀπέλασον ἐπώδυνον ἀφ’ ἠμῶν τῶν σέ μεγαλυνόντων.

Ὠδή ἡ΄. Τόν βασιλέα
Τῶν μοναζόντων ὑπογραμμέ καί ἐρήμου πολιοῦχε, Θεοδόσιε τρισμάκαρ, μέμνησο τῶν πίστει σέ ἀνυμνολογούντων.
Ὁσίων πέλεις πανευκλεής ὑφηγήτωρ, Θεοδόσιε, τῶν κοινοβίων πρῶτε, καί θερμός μεσίτης ἠμῶν πρός τόν Σωτήρα.
Ὕμνον σοί ψάλλει ἡ τῶν πιστῶν σου χορεία ἐν μονή σου, Θεοδόσιε, τή θεία σπεύδουσα ἐν δίναις τή σή ἐπιστασία.

Θεοτοκίον
Μῆτερ ἁγία, πρός ἀφθαρσίας λειμώνας ὀλισθήσαντας φθορά τῆς ἁμαρτίας ἴθυνον σούς δούλους τους σέ δοξολογοῦντας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Ἀκοίμητος προστάτης τῆς μονῆς σου πέλεις καί ἀντιλήπτωρ ταχύς τῶν τιμώντων σέ. κοινοβιάρχα θεοφρον, ὤ Θεοδόσιε.
Ἰλέωσαι τόν Κτίστην ὑπέρ τῶν τήν σήν μνήμην ἐπιτελούντων, σοφέ Θεοδόσιε, καί εὐφημούντων ἀπαύστως τά σά παλαίσματα.
Χαρίτωσον, ἐρήμου κλέϊσμα, τούς πόθω προσπεφευγότας τή θεία πρεσβεία σου καί εἰρηναῖον τόν βίον τούτοις σύ δώρησαι. χριστιανος.gr

Θεοτοκίον
Ἀνάκτορον τοῦ Κτίστου πανχρυσόν καί θρόνε Αὐτοῦ πολύτιμε, κόσμου Παντάνασσα, τῆς Ἐκκλησίας τά σκάνδαλα τάχος κόπασον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Τήν κοινήν ἐδίδαξας βιοτήν ἐν ταῖς θείαις μάνδραις, Θεοδόσιε ἱερέ, καί ταῖς σῶν δακρύων ροαῖς τό τῆς ἐρήμου κατήρδευσας, παμμάκαρ, ἄγονον ἔδαφος.
Ὕψος δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας, Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις βιώσεως ἡγήτωρ καί κλέϊσμα ἀζύγων ὤφθης θεοσδοτον.
Κοινοβίων πρῶτε καί εὐθαλές ἄνθος τῆς ἐρήμου, Θεοδόσιε, τόν Θεόν ἐκτενῶς δυσώπει ὑπέρ τῶν ἀνυμνούντων τῶν σῶν στερρῶν ἀγώνων τά κατορθώματα.
Ἐκ δεινῶν παντοίων τήν σήν μονήν ἄτρωτον, συντήρει, Θεοδόσιε ἱερέ, καί τούς σούς ἰκέτας ἐκ τῆς τοῦ παλαμναίου μανίας, ἴνα πάντες σέ μεγαλύνουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον
Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης

Τῆς κοινῆς τῶν ἀζύγων βιοτῆς ὤφθης πρώταρχος, ἡγεμών τέ, πάτερ, ὁσίων καλλονή, Θεοδόσιε• ἐκ ρίζης γάρ τιμίας ἐκφυεῖς ἀνέθηλας καρπούς τῶν ἀρετῶν τούς προξένους
σωτηρίας διό σοί γηθοσύνως ἀνακράζομεν• Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ὁδηγόν σέ πρός ζωήν ἄληκτον δείξαντι.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β΄. Πάντων προστατεύεις ἀγαθή

Πρῶτε κοινοβίων ἱερέ, πρότυπον σεπτόν μονοτρόπων, θεοειδές ἀσκητά, ρύσαι τούς ἰκέτας σου ἐξ ἐνεστώσης φθορᾶς δυσμενοῦς του ἀλάστορος μανίας καί βλάβης, ἴνα μεγαλύνωμεν
σέ εἰς αἰώνα φαιδρῶς. πάτερ Θεοδόσιε θεῖε, σκέπη κραταιά τέ καί τεῖχος τῶν προσπελαζόντων τῷ τεμένει σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα