Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ἁγιασθεῖς ἀπό παιδός θεοφόρε, ἁγιασμόν καί φωτισμόν καί εἰρήνην, καί ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καί εἰρήνην ἐν βίω πιστῶς προστρέχουσι τή ἁγία
σου σκέπη. Σάββα Πατέρων θεία κορωνίς, καί τήν θερμήν σου, αἰτούσιν ἀντίληψιν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. χριστιανος.gr

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ρημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καί παρασχον μοί φωτιομόν, καί ρώμην κατά τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου Πάτερ καί ἔφορος.
Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει μέ Πάτερ, καθ' ἑκάστην δί’ ἡδονές, ἀλλά τούτου συντριψον τό θράσος καί τήν ζωήν μου βελτίωσον Ὅσιε.
Στολήν ἀμαυρώσας τήν ἱεράν, Θεοῦ ἐμακρύνθην, διά πλῆθος ἁμαρτιῶν, ἀλλά οὐ γενοῦ μοί ὁδηγία, πρός τόν Χριστόν καί οἰκείωσις Ὅσιε.

Θεοτοκίον
Ἁγνή Παρθένε Μῆτερ Θεοῦ, τή σῆ εὐσπλαγχνία, τήν ψυχήν μου τήν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καί σεσωσμένον Θεῶ μέ προσάγαγε.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἱλασμόν καί εἰρήνην, καί τῶν παθῶν ἴασιν, καί ἐπηρειῶν πολυτρόπων, τήν ἀπολύτρωσιν, καί εἰρηναίαν ζωήν, ἠμίν ἀπαύστως ἑξαίτει. τοῖς σέ μακαρίζουσι, Σάββα μακάριε.
Μετανοίας πρός τρῖβον, καί πρός ζωήν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἠμᾶς ὁδήγησον, ὡς ἄν τή σή ἀντιλήψει, τούς καρπούς τοῦ Πνεύματος,
καρποφορήσωμεν.
Εὐμενῆ ἀρωγόν ὀε, καί βοηθόν ἕτοιμον, Σάββα Θεοφόρε πλουτοῦντες, διασωζόμεθα, πάσης στενώσεως, καί πειρασμῶν ἀδοκήτων, Πάτερ τή πρεσβεία σου, Χριστῶν
δοξάζοντας.

Θεοτοκίον
Συντριβεῖς ταῖς ἀμέτροις. καί πονηραῖς πράξεσι. νῦν τήν παρά σου θεραπείαν, αἰτοῦμαι Ἄχραντε, ἤν μοί πρυτάνευσον, καί πρός ὁδόν σωτηρίας ἴθυνον μέ δέομαι
ὡς Ὑπεράγαθος.
Διασωσον Ἠγιασμένε Θεοληπτε Πάτερ Σάββα, ἐκ κινδύνων καί ἀναγκῶν καί κακώσεων, τούς τή σεπτή σου πρεσβεία προσπεφευγότας.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε., ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα
Ἦχος β΄. Τά ἄνω ζητῶν

Ἁγίαν ζωήν, ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγών, καί χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καί ἁπάσης φαυλότητος λύτρωσαι, τούς τήν σήν ἑξαιτούντας ἀρωγήν,
βραβεύων ἠμίν Πάτερ τά κρείττονα.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Τῶν παθῶν μου τά κύματα, πράϋνον παμμάκαρ, τή προστασία σου, καί πρός ὅρμον μέ κυβέρνησον, θείων ἐνταλμάτων Σάββα Ὅσιε.
Ὀδυνῶν μέ ἁπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα ἀοίδιμε. καί τόν νοῦν μου πρός ἐγρήγορσιν θείων θελημάτων Πάτερ ἔγειρον.
Νοσημάτων τήν ἴασιν, καί πλημμελημάτων Πάτερ συγχώρησιν, καί εἰρήνην καί ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνούσι σέ.

Θεοτοκίον
Ὡς Θεόν σωματώσασα, ὑπέρ νοῦν καί λόγον Θεοχαρίτωτε, τά τοῦ σώματός μου νέκρωσον, πάθη τά ὀλέθρια καί σῶσον μέ.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νέκρωσον ἠμῶν, ζωηφόροις ἰκεσίαις σου τάς κινήσεις τῆς σαρκός καί πρός ζωήν τήν ἀγήρω, Πάτερ Σάββα, ἠμᾶς ἴθυνον.
Ὄμβρησον ἠμίν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καί φωτί τῶν ἀρετῶν ἠμᾶς καταύγασον.
Σώματος δειναῖς, ἀρρωστίαις ἐταζόμενος τή πρεσβεία σου προστρέχω ἐκ ψυχῆς, ἴασαι μέ, Πάτερ Σάββα, καί σωθήσομαι.

Θεοτοκίον
Ἴνα τήν πολλήν, μεγαλύνω σου χρηστότητα, σκεῦος εὔχρηστον μέ ποίησον Χριστοῦ, τήν ψυχήν μου, Θεοτόκε, καθαγνίζουσα.

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ
Ἐκένωσε κατ' ἐμοῦ ὁ δόλιος, τήν φαρέτραν τῆς αὐτοῦ κακουργίας καί τραυματίσας δεινῶς τήν ψυχήν μου, πρός ἀπογνώσεως βόθρον καθέλκει μέ, ἀλλά σύ προφθασον σοφέ,
καί τῆς τούτου κακίας μέ λύτρωσαι.
Συνέχομαι ἡδονῶν τῷ κλύδωνι, καί πολλῶν ἁμαρτιῶν τή θυέλλη• ἀλλά τή σῆ καταφεύγω γαλήνη, καί ἐκ βαθέων ψυχῆς ἀνακράζω σοί• εἰρήνευσόν μου τήν ζωήν, καί Χριστῷ μέ
καταλλαξον Ὅσιε. χριστιανος.gr
Ἀκύμαντον ἀληθῶς καί ἄκλυστον. τήν πρεσβείαν σου πλουτοῦντες λιμένα, οἱ ἐν θαλασσή πικρά τή τοῦ βίου, περιστατούμενοι Σάββα ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν,
ἐκλυτροῦνται Χριστόν μεγαλύνοντες.

Θεοτοκίον
Βοήθεια κατ' ἐχθρῶν καί σύμμαχος, καί γλυκεία προστασία καί σκέπη. Θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτω ψυχή προσιούσι σοί, τήν τούτων θραύουσα ἰσχύν,
καί ἠμᾶς ἀσφαλῶς περιέπουσα.
Διασωσον Ἠγιασμένε Θεοληπτε, Πάτερ Σάββα, ἐκ κίνδυνων καί ἀναγκῶν καί κακώσεων, τούς τή σεπτή σου πρεσβεία προσπεφευγότας.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν

Προστατεύειν ἠμῶν καί λυτροῦσθαι ἑκάστοτε, δυσχερείας ἁπάσης καί ἐναντιότητος, μή ἐλλείπης ὡς ἀληθῶς οἴα συμπαθής• ἐν πεποιθήσει γάρ στερρά, καταφεύγομεν πιστῶς,
τή πρεσβεία σου κράζοντες.Προφθασον Πάτερ Σάββα, καί σκέδασον τήν μανίαν, τήν καθ' ἠμῶν τοῦ πονηροῦ. ἴνα πόθω σέ γεραίρωμεν.

Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ἴα΄. 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου• καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ• οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή ὁ Υἱός,
καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ' ὑμᾶς, καί μάθετε ἀπ' ἐμοῦ, ὅτι
πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Χάριτος τοῦ Πνεύματος, τή ἰσαγγέλω ζωή σου, πλήρης ἐχρημάτισας, καί δαιμόνων ἤλασας τά συστήματα• ὧν κάμε λύτρωσαι, τῶν τεκταινομένων, θερμοτατη ἀντιλήψει σου,
Σάββα μακάριε, πρόθυμον ἀεί ἐργαζόμενος, πρός ἀρετῶν ἐπίδοσιν, τήν ἐκλελυμένην καρδίαν μου. ἄφεσιν πταισμάτων. καί πάντων τῶν ἐν βίω λυπηρῶν, ἀπαλλαγήν μοί
δωρούμενος θείαις μεσιτείαις σου.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου Σάββα τοῦ ἠγιασμένου
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθός ἐν ἀναγκαις, καί θερμός ἀντιλήπτωρ ἐν περιστάσεσιν ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καί μεσίτης πρός Κύριον, γενού ἠμίν ἀληθῶς, Ἠγιασμένε Σάββα.
Ἀλγεινῶν συμπτωμάτων, καί δεινῶν συντριμμάτων ἠμᾶς ἐκλύτρωσαι, κινδύνων πολυτρόπων καί πάσης δυσπραγίας, τούς θερμῶς καταφεύγοντας τή προστασία τή σή
Ἠγιασμένε Σάββα.
Γνούς τό θέλημα Πάτερ, τοῦ Σωτῆρος οὐδόλως τοῦτο ἐτέλεσα διό μέ τῆς μελλούσης, δικαίας καταδίκης, τή θερμή ἱκεσία σου, ἐκλύτρωσαι δυσωπῶ, Ἠγιασμένε Σάββα.

Θεοτοκίον
Ἐνταλμάτων ἁγίων, καί σεπτῶν προσταγμάτων πληρωτήν δεῖξον μέ, ἐγείρουοα τόν νοῦν μου,. δεινῆς ἐκ ραθυμίας πρός σπουδήν ἐγρηγόρσεως, ἴνα ζωῆς ἀληθοῦς,
Παρθένε ἐπιτύχω.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Ρώμην παρασχου, τή ἀσθενούση ψυχή μου, καί ἰκάνωσον τόν νοῦν μου Θεοφόρε, ἴνα εὐαρέστως δουλεύσω τῷ Κυρίω.
Ἀπό παντοίων, ἐπιφορῶν ὀλεθρίων, καί στενώσεων καί πειρασμῶν καί νόσων, ἀβλαβεῖς συντηρεῖ, ἠμᾶς Σάββα Θεοφρον.
Σωματικῶν σέ, καί ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος θεραπευτήν δεικνύει• ὅθεν ἠμᾶς Πάτερ, θεράπευσον κατ' ἄμφω.

Θεοτοκίον
Ἰλέωσαι μέ. τόν σόν Υἱόν, Θεοτόκε. Ὄν ἐλύπησα ἀμέτροις ἁμαρτίαις, καί τῆς μετανοίας, φωτί καταύγασον μέ. χριστιανος.gr

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Μή παύση ἐποπτεύων, Σάββα Θεοφόρε τούς ἀκλινῶς ἀπορώντας τή σκέπη σου, ὡς ἄν ἠσύχιον βίον Πάτερ διαγωμεν.
Οὐράνωσον τόν νοῦν μου, οὐρανίω πόθοι, καί τῶν γηΐνων τῆς σχέσεως ρύσαι μέ, καί τῷ Χριστῷ μέ οἰκείωσαι. Σάββα Ὅσιε.
Ὑδάτων ἀπωλείας, ἐλκυσόν μέ, Πάτερ, καί πρός ζωῆς μέ τό ὕδωρ ὁδήγηοον, καί σεσωσμένον μέ Σάββα, Χριστῷ προσάγαγε.

Θεοτοκίον
Ὑπέρτερον τόν νοῦν μου, ἐννοιῶν γηΐνων, τή σῆ λαμπρότητι δεῖξον Πανάχραντε καί ἀναπτέρωσον τοῦτον πρός φῶς τό ἄδυτον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια
Ἔρωτι τῷ θείω ἀπό παιδός, Πάτερ τετρωμένος, ἠκολούθησας τῷ Χριστῷ, βίω ἰσαγγέλω καί ἀρετῶν τή κτήσει, δί’ ὧν ὡς φῶς ἐν κόσμω, Σάββα ἐξέλαμψας.
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, χαίροις Μοναζόντων, ὁ ἀλείπτης καί ὁδηγός, χαίροις οὐρανίου ζωῆς ὁ ὑποφήτης. Ἠγιασμένε Σάββα, Πατέρων καύχημα.
Τύπος καλῶν ἔργων ἀναδειχθεῖς πράξει τέ καί λόγω, πρός ἀγώνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις, ἀγέλας Μοναζόντων, Ἠγιασμένε Σάββα, μεθ' ὧν τιμῶμεν σέ.
Πράξεσιν ἐμπρέπων, ἀοκητικαῖς λύχνος ἀνεδείχθης, διακρίσεως φαεινός, πρός γάρ θεωρίας, ἐλλάμψεις ἀνυψώθης, καί δωρεῶν ἐπλήσθης, τῶν ὑπέρ ἔννοιαν.
Πνεύματος δοχεῖον ἀναφανεῖς, πνεύματα διώκεις, κι ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας, ἠμᾶς λύτρωσαι Πάτερ, καί ὀφλημάτων αἴτει, ἠμίν συγχώρησιν.
Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόροι, παθημάτων καί προσβολῶν, τοῦ ἀντικειμένου καί πάσης ἄλλης βλάβης, ἄτρωτους ἠμᾶς τήρει, Σάββα Πατήρ ἠμῶν.
Σκῆνός σου τό ἅγιον καί σεπτόν, θεοφόρε Σάββα, περιέποντες εὐλαβῶς, τεθησαυρισμένον, ἐν Λαύρα φερωνύμω, προστρέχοντες ἐν πάθω, κατασπαζόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον Ἦχος πλ. δ΄
Ταῖς τῶν δακρύων σου ροαῖς τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας, καί γέγονας φωστήρ τή Οἰκουμένη,
λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἠμῶν Ὅσιε• πρέσβευε Χριστῷ τῷ Θεῶ σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἕτερον. Ἦχος γ΄. θείας πίστεως
Τό τοῦ Πνεύματος, ἠγιασμένον, σκεῦος Ὅσιε, τρισμάκαρ Σάββα, εὐφημοῦμεν νῦν κυκλοῦντες σήν λάρνακα• καί εὐφροσύνως Χριστῷ ὕμνον ἄδομεν, χαρισαμένω ἠμίν τό σόν
σκήνωμα. Ὄν ἱκέτευε πάσιν ἠμίν δωρήσασθαι, συγχώρησιν πταισμάτων καί μέγα ἔλεος.

Εἴτα ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς
Ἦχος β΄ Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν

Μέγας ἐν Ὀσίοις πεφηνῶς, τή συντονωτάτη ἀσκήσει, τῆς πολιτείας σου, Σάββα Θεοδόξαστε, μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον ἐντεῦθεν μεγάλων, κινδύνων καί θλίψεων,
λυτροῦσαι πάντοτε, πάντας τούς πιστῶς προσιόντας, τή συμπαθεστάτη σου σκέπη, καί εἰλικρινῶς σέ μακαρίζοντας.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα