Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 





Κοντάκιον. Πρός τό• Τή Ὑπερμάχω Στρατηγῶ.
Τήν Χριστομάρτυρα πιστοί, καί νύμφην ἄσπιλον,
Τήν καλλιπάρθενον ὁμού, καί ἀειπάρθενον,
Ὕμνοις στέψωμεν Βαρβάραν τήν Ἀθληφόρον,
Ὡς λυτρουμένην λοιμικού παντός νοσήματος,
Τούς ἐν εἰκόνι τή αὐτή πόθω προσπίπτοντας,
Καί κραυγάζοντας•

Χαίροις Κόρη Θεονυμφε.

Ἄγγελοι ἐν τοῖς ἄνω, καί βροτοί ἐν τοῖς κάτω, ὑμνεῖν σέ πρός ἀξίαν
Βαρβάραν, οἱ μέν, ἀϋλωτάταις ἠδοναῖς, οἱ δέ, ἐν ὑλαίοις φωναῖς μή
σθένοντες, γηθόμενοι θαμβούμεθα, βοῶντες ἐκτενῶς σοῖ ὧδε•
Χαῖρε δί ἤς ἡ Τριάς ἐκλάμπει•
Χαῖρε δί ἤς ἡ παλλάς ἐκλείπει.
Χαῖρε ἡ θεολογῆσα τήν Τριάδα τῷ φωτί•
Χαῖρε, κρήνην προθεσπίσασα, ἰαμάτων τῷ λουτρῶ.
Χαῖρε, ὅτι ἠράσθη, ἡ Τριάς τού σου κάλλους•
Χαῖρε, ὅτι προσήχθης, καθαρά τή Τριάδι.
Χαῖρε ἰλύν, δυάδος συρρίξασα•
Χαῖρε αὐγή, Τριάδος κηρύξασα.
Χαῖρε δί ἤς, ὁ Σταυρός ἐκτυποῦται•
Χαῖρε δί ἤς, ὁ ἐχθρός ἐκμειοῦται•

Χαῖρε Κόρη Θεονυμφε

Βλέπουσα ἐν Ρωσσία, εὐσεβῶς ἡ Δακία, τό σόν παρθενικόν ἁγνή
σκῆνος, καί τῶν παραδόξων τό σμῆνος, ὕμνοις σέ καί οὕτως εὐλαβῶς
γεραίρουσι, μέθ ἠμῶν αὐτῶν θεολογοῦντες, ἄσμα τό τρισύνθεον•

Ἀλληλούϊα

Γνῶσιν ἄγνωσον γνῶναι, τόν γενέτην ποθοῦσα, Βαρβάρα ἐβόα τοῖς
τεχνίταις, τρίτην θυρίδα ἐκ δυεῖν, ἐπιτεχνάσθαι τῷ βαλανείω βούλομαι
ἴνα πᾶς τίς βλέπων τό φῶς τοῦ φωτοδότου λέγη οὕτω•
Χαῖρε φωτός, τῆς Τριάδος κῆρυξ•
Χαῖρε πασῶν, γενναιῶν ἡ κύλιξ.
Χαῖρε ἰαμάτων, ἡ πηγή ἡ ἀένναος•
Χαῖρε ἀνιάτων νοσούντων συνούλωσις.
Χαῖρε κάλλος τό ἀπόθετον, μύρον τό ἐκκενωθέν•
Χαῖρε εὐανθής παράδεισος, καί χαρίτων ὁ λειμών.
Χαῖρε σεμνή Βαρβάρα, νικηφόρε Παρθένε•
Χαῖρε ἐκλελεγμένη, πάγκαλλε τοῦ Χριστοῦ Νύμφη.
Χαῖρε τό φῶς, Τριάδος ἡ βλέψασα•
Χαῖρε τό πῦρ, τῆς πλάνης ἡ σβέσασα.
Χαῖρε σοφῶν, τῶν τά θεία σεμνεῖον•
Χαῖρε πατρός, ἀσεβοῦς ἱερεῖον•

Χαῖρε Κόρη Θεονυμφε

Δυνάμει τῆς Τριάδος, ἀνδρωθέν σου τῷ θῆλυ, ἐν τῷ φρικωδεστάτω
σταδίω, διασκοποῦσα Ἰουλιανή, καί αὐτή ἀνάπτεται πρός τά ὅμοια,
καί ἀνύει τό μακάριον ἄθλον, μετά σου βοώντα•

Ἀλληλούϊα

Ἔχουσα ἡ Ρωσσία, σού τό δέμας τό θεῖον, ἀναγράφει σοί τούς
χαριστηρίους• σήν δέ κάραν πλουτοῦντες ἠμίν, πώς οὐχί τοῖς αὐτοῖς
καταστέψωμεν, καί μέλεσιν ὡς βέλεσι βάλωμεν τόν Βελίαρ τοῖς δέ•
Χαῖρε τοῦ Ἀδάμ εὐανθής πτόρθος•
Χαῖρε τῆς Εὕας ἀπαθές ἄνθος.
Χαῖρε τόν Σταυρόν, τή χειρί ἐκολάψασα•
Χαῖρε τόν αὐτῶ, τανυθέντα δοξάσασα.
Χαῖρε πνεύματα ἐλαύνουσα ὀλεθρεύοντα ἠμᾶς•
Χαῖρε χεύματα ὀμβρίζουσα, τῶν θαυμάτων δαψιλῶς.
Χαῖρε εὐτονωτέρα, καί χαλκοῦ καί σιδήρου•
Χαῖρε τιμιωτέρα, καί χρυσοῦ καί σαπφείρου.
Χαῖρε Θεοῦ, ἐλαία χρυσοκλῶνος•
Χαῖρε λοιμοῦ ἐξώλειαν λύουσα.
Χαῖρε θυμοῦ, τοῦ Θεοῦ ἡ γαλήνη•
Χαῖρε ἠμῶν, πρός Θεόν ἡ εἰρήνη•

Χαῖρε Κόρη Θεονυμφε

Ζάλην καί τρικυμίαν, καί ὀργήν τέ καί θλίψιν, θεηλάτως ἠμᾶς
μαστιγούντα, καί ζέοντα καθ’ ἠμᾶς, καί ἐκ δότους ποιοῦντα ὀλετήρσι
πνεύμασι, κατευνάζεις εὐιλατε, καί ἅπαντας προτρέπεις μέλπειν•

Ἀλληλούϊα

Ἤκουσαν οἱ τεχνίται, τῆς θεηγόρου Κόρης, καί τρίτην προστιθείσι
θυρίδα, τοῦ τριλαμπούς φωτός εἰς τύπον, Πατρός, Υἱοῦ, καί Ἁγίου
Πνεύματος• πάρ οὐ οἱ φωτισθέντες βοῶμεν πρός αὐτήν τοιαῦτα•
Χαῖρε φωτός, τριφεγγούς θυγάτηρ•
Χαῖρε ψυχῶν φωτοδόχων φάος.
Χαῖρε, τοῦ Πατρός, καί Υἱοῦ τό ἀνάκτορον•
Χαῖρε ὤ σεπτόν, Παρακλήτου ἀλάβαστρον.
Χαῖρε, ὅτι θεοδίδακτος, ρητορεύεις τό τριττόν•
Χαῖρε, ὅτι ἀκατάπληκτος, μένεις ἐν τοῖς πειρασμοῖς.
Χαῖρε ἡ θεηγόρος, καί Παρθένος, καί Μάρτυς•
Χαῖρε ἡ στεφηφόρος, ἀληθής καί κάτ ἄμφω.
Χαῖρε τερπνόν, τῆς Ἐώας ἀγλάϊσμα•
Χαῖρε λαμπρόν, Εὐρώπης θυσαύρισμα.
Χαῖρε δί ἤς, ἑκποδών κακός πότμος•
Χαῖρε δί ἤς, προθεσμία ἐφεῖται•

Χαῖρε Κόρη Θεονυμφε

Θεορρῆμον Βαρβάρα, τοῦ Θεανθρώπου Λόγου θέσει θυγάτηρ
χρηματίζεις. Διό καί ἀπαθανατίζεις πάντας, τούς θεοπρεπῶς σοί
προσθέοντας, θανάτου θνητοῦ καί ἀθανάτου λυτρουμένη, καί βοώντας•

Ἀλληλούϊα

Ἴδον τῶν οὐρανίων, ὑπερκόσμιοι νόες, τόν φύσαντα χειρί παιδοκτόνω,
ἐκμανέντα τοιαῦτα παιδί, καί οὕτω ξεοντά ἀφειδῶς, καί σπαράττοντα
θηρός τρόπου, καί ὡς ἤδιστα αὐτή ἔκραξαν•
Χαῖρε οἶον σῶμα, ἐκδοῦσα ταῖς μάστιξι•
Χαῖρε δί ἀγάπην παθοῦσα Νυμφίου σου.
Χαῖρε σχέσιν ἡ τήν πάτριον, παριδοῦσα ἐν χαρά•
Χαῖρε γῆθεν πρός οὐράνια, ἐνδημοῦσα καθαρά.
Χαῖρε χαιρόντων Ἀγγέλων, τή σῆ καρτερία•
Χαῖρε κλαιόντων δαιμόνων, τή σφῶν αὐτῶν ἦττοι.
Χαῖρε ψευδῆ, τήν πλάνην ἡ δείξασα•
Χαῖρε ἁγνή, σφραγίδα τηρήσασα.
Χαῖρε αὐλῶν τερπνήν εὐωχία•
Χαῖρε Χριστοῦ θαυμαστή εὐωδία•

Χαῖρε Κόρη Θεονυμφε

Κάκιστε ὤ ποιμένων, οἴαν Θεοῦ ἀμνάδαν, προσπίνεις σύ τῷ λύκω
τεκόντι; Πῶς οὔχ εἴλεσε δείλαιε, οἶκτος τοιαύτης παιδός καί ἔλεος;
Ρύσαι ἠμᾶς Χριστέ, θηριωδίας, τούς εἰδότας ψάλλειν•

Ἀλληλούϊα

Λάμπεις ἐν τή ἑσπέρα, δύσα κατά τήν Ἐώα• ἠγλάϊσας γάρ ταύτην
σπαργάνοις, καί κατήστραψας πάλαι ἠμᾶς, ἀπολαύοντάς σου τῶν καλῶν
Παναγνέ, θαυμάτων καί λειψάνων τῶν ὄλβων, καί βοώντας τοιαῦτα•
Χαῖρε τό κάλλος τῆς παρθενίας•
Χαῖρε τό κάρφος τό τῆς πελείας.
Χαῖρε τήν πατρώαν μανίαν μή δείσασα•
Χαῖρε τήν ἐῶον βλακείαν μισήσασα.
Χαῖρε σώματος εὐγένειαν, παραδοῦσα αἰκισμοῖς•
Χαῖρε ἄνθος τῆς νεότητος, καί τῆς ὥρας τήν ἀκμήν.
Χαῖρε ἐξ ἀκανθώδους, ἐκφυέν ρίζης ρόδον•
Χαῖρε ἄθλων ὁ στάχυς, βρίθων καρπόν ὡραῖον.
Χαῖρε σεμνῶν, παρθένων ὀψώνιον•
Χαῖρε ψυχῶν, ἁγνῶν τό ὀσφράδιον.
Χαῖρε λοιμόν, ἠμῶν ἀποσοβοῦσα•
Χαῖρε θυμόν, Θεοῦ ἐξιλεοῦσα•

Χαῖρε Κόρη Θεονυμφε

Μάστιγος λυμαιῶνος, τοῦ παρόντος αἰῶνος, καί δυσμενοῦς του
ἀπατεῶνος, ἁπαλλάξαις ταῖς σαῖς θεοδέκτοις λιταῖς, πάντας τούς
προσιόντας σοί ἐκ πόθου, καί μεταχωροῦντας πρός βίον βελτίω κράζει•

Ἀλληλούια



Νέαν Θέκλαν ὀρώσα, ἡ πρωτοάθλος Θέκλα, δεξαμένην σχισθεῖσαν
τήν πέτραν, τερατουργήσαντος τοῦ Χριστοῦ, καί τηρήσαντος σέ, ὥσπερ
ἀνέπαφον, πατρός λυσσώδους ἐπιβολῆς, νεύμασιν ἀθεάτοις ἐκρότει ταῦτα•
Χαῖρε ὁ νάρδος Χριστοῦ νυμφίος•
Χαῖρε περιστερά ἡ τοῦ Νῶε.
Χαῖρε τό ἀμήχανον, κάλλος ποθήσασα•
Χαῖρε διαρρέουσαν, δόξαν πατήσασα.
Χαῖρε ἡ ἀναπληρώσασα τήν θυσίαν Ἰσαάκ•
Χαῖρε φύντα ἡ τεφρώσασα, τόν Βελίου Ἀβραάμ.
Χαῖρε τή παντευχία, τοῦ Σταυροῦ φραξαμένη•
Χαῖρε αὐτοχειρία, πατρική τεθυμένη.
Χαῖρε ἀμνάς, Χριστοῦ ἡ ἀμίαντος•
Χαῖρε μητρός, αὐτοῦ ἡ ἀντιδοτός.
Χαῖρε ἁγνῶν, νεανίδων γενναία•
Χαῖρε ὑπέρ, τήν σοφήν Ἀβιγαίανω•

Χαῖρε Κόρη Θεονυμφε

Ξένον θέαμα βλέπω• τεμνομένων μαστῶν σου, τόν νοῦν εἰς τούς
οὐρανούς ἀνέσχες• οὕτως ἄρα ὁ ὑπερουράνιος, σαρκοφόρος ὤφθη
ἐπί γής ἄνθρωπος, ἴνα σέ γενναιόφρον, οὐρανόφρονα δείξη, μελωδοῦσαν•

Ἀλληλούϊα

Ὅλη εἰ ἡ πλησίον, ὡς καλή, ὡς ὡραία, καί μῶμος ἐν σοῖ ὅλως οὐκ
ἔστι, καί τῷ νυμφώνα χοροβατεῖς τού σου ὡραίου Νυμφίου, σύν ταῖς
φρονίμοις φρονίμη Παρθένε νεάνισιν, παρ’ ὧν ἀκούεις οἴα•
Χαῖρε ἁγνείας, εὔοσμον κρίνον•
Χαῖρε μανίας, πατρικῆς κρείττων.
Χαῖρε Παρθενίας, Ἀγγέλων διάγραμμα•
Χαῖρε ἀφθορίας, Παρθένων τό ἄγαλμα.
Χαῖρε, σύ γάρ τόν Νυμφίον σου, ἐπεπόθησας Χριστόν•
Χαῖρε, σύ γάρ τήν λαμπάδα σου διηυτρέπισας φαιδρῶς.
Χαῖρε ἀπενεχθεῖσα, τῷ Βασιλεῖ παρθένος•
Χαῖρε προεκλεθεῖσα, εἰς τήν ὀσμήν τοῦ μύρου.
Χαῖρε ἀμνάς, τό ἔριον βάψασα•
Χαῖρε λαμπάς, ἐλαίω ἡ ἄψασα.
Χαῖρε δραχμή, ἤν Θεός σαρκί εὗρε•
Χαῖρε κοινή, ἡδονή τῶν Ἀγγέλωνω•

Χαῖρε Κόρη Θεονυμφε

Ποῦ πριμαίνεις Νυμφίε; Τετρωμένη τῷ πόθω, ἐβόα ἐν σταδίω
ἡ Μάρτυς, τάς γάρ νιφάδας τῶν αἰκισμῶν, ἡσυχή φέρουσα, τέμνετε,
ξέετε, ἔλεγεν• ἤδιστα εἰμί πρός τόν Νυμφίον σου, ἴνα ψάλλω σύν Ἀγγέλοις•

Ἀλληλούϊα

Ρώμην τήν ὑπέρ φύσιν, τῆς Βαρβάρας ὀρώσα, ἀκατάλληλον
θηλεία φύσει, βαβαί πρός ἀθεάτως ἤσθη, ἡ φιλοπαρθενομάρτυς
μητρόθεος βοώσα οὕτω•
Χαῖρε θεοτερπές θεῖον θαῦμα•
Χαῖρε τό ἐθελόθυτον θύμα.
Χαῖρε θεομάχων, θεοτευκτον θέριστρον•
Χαῖρε ἀθειας, θεοκλητόν θήρατρον.
Χαῖρε ἄνθος παρθενόφυτον, τή ἀθλήσει φοινιχθέν•
Χαῖρε κάλλος τό ἀπόθετον ἐν θεάτρω θεοθέν.
Χαῖρε θεοσοφία, θανατοῦσα δυσθέους•
Χαῖρε θεηγορία, θέλγουσα φιλοθέους.
Χαῖρε δί ἤς, Θεός θάττον πείθεται•
Χαῖρε δί ἤς, Θεός τεθαυμάστωται.
Χαῖρε θεοειδῶν ἄθλων ἡ θέα•
Χαῖρε Θεῶ θέουσα θεοφρόνως•

Χαῖρε Κόρη Θεονυμφε

Συνήγορον κεκτημένη, τοῦ Θεοῦ τήν μητέρα, τήν ἀφθορίας πανταιτίαν•
τήν μεσίτιν Θεοῦ καί ἠμῶν, τήν πανάφθορον ὄντως, ὤ ἄφθορε,
ἀπανέστης τῆς φύσεως λαθοῦσα, καί αὐτή βοώσα•

Ἀλληλούϊα

Τριάδα τῶν θυρίδων ὤ Βαρβάρα Παρθένε, ἀνειποῦσα τό λουτρόν
φωτίζειν, μυστικόν ἐδήλωσας λουτρόν, τή παμφαεστάτη Τριάδι
λαμπόμενον, καί ψυχᾶς καθαῖρον πάντων, οὖς Τριάς διήγειρε βοάν σοί•
Χαῖρε τῶν Ἀθλοφόρων ἡ δόξα•
Χαῖρε τῶν θεολόγων ἡ μούσα.
Χαῖρε ἀπειλαῖς, καί βασάνοις μή εἴξασα•
Χαῖρε τά δεσμά, προσπαθείας ἡ ρήξασα.
Χαῖρε, ὅτι σύ ἐξέπληξας, τάξεις τά Ἀγγελικᾶς•
Χαῖρε, ὅτι σύ διέρρηξας, τοῦ δολίου τάς πλοκᾶς.
Χαῖρε ἡ εἰσελθοῦσα, τοῦ Νυμφίου τούς γάμους•
Χαῖρε ἀπολαβοῦσα, πάρ Αὐτοῦ τους στεφάνους.
Χαῖρε σατᾶν, τούς λόχους νοήσασα•
Χαῖρε σαρκός, Σταυρῶ ἀφειδήσασα.
Χαῖρε Τριάς, ἐν ἡ Χαίρει ὡς νύμφη•
Χαῖρε μονάς, ἤν ἐδόξασε μόνη•

Χαῖρε Κόρη Θεονυμφε

Ὕψος τῶν ἐγκωμίων, ὑπερβέβηκεν ὄντως, ἡ δόξα τῆς παρθένου
σου Σῶτερ• τήν πίστιν δέ ἠμῶν προσιέμενος, ἀντιμετρήσειας τήν
ἀντίδοσιν, ὀλβιοδότα φιλάνθρωπε, τοῖς κακουμένοις ἠμίν καί βοῶσιν•

Ἀλληλούϊα

Φωτεινή σέ ἐσθητί, φωτοφόρως φαιδρύνει, Ἄγγελος διά Χριστόν
περιδυθείσαν, καί ὥσπερ νύμφην περιφανῆ, τῆς ἀφθαρσίας στολήν
ἀμφιέννυσιν, ἀποτινάξας σου τῆς σαρκός τό πάχος, καί φωνῶν σοί ταῦτα•
Χαῖρε ἐκστάσα τή ἀλλοιώσει•
Χαῖρε παθοῦσα, ἀπαθῶς πάθος.
Χαῖρε παλαιόν, ἀποδύσα τόν ἄνθρωπον•
Χαῖρε τόν καινόν, ἐνδυθεῖσα Θεάνθρωπον.
Χαῖρε ὅτι τό μακάριον, τέλος ἔτλης ἀνδρικῶς•
Χαῖρε, ὅτι διάδημα, ἔχεις τό μαρτυρικόν.
Χαῖρε πεποικιλμένη, στίγμασι μαρτυρίου•
Χαῖρε περικειμένη, στέφει ἁμαραντίνω.
Χαῖρε Θεοῦ, φωνῆς ἡ αὐτήκοος•
Χαῖρε στοργῆς, αὐτοῦ ἡ ἐχέγγυος.
Χαῖρε τῷ σῶ συναφθεῖσα Νυμφίω•
Χαῖρε φωτί καταστράπτουσα δόξης•

Χαῖρε Κόρη Θεονυμφε

Χελιδών ὡς ὡραία, τρίζουσα ἐν σταδίω, σύν Ἰουλιανή ἀηδόνι,
διέδρας τόν τηρέα πατέρα, ἀποπτάσα πρός τόν οὐράνιον
Νυμφίον, τόν πολυέραστον, ὅτι μέλη μέλπεις οὕτως•

Ἀλληλούϊα

Ψάλλουσί σου τούς ἄθλους, τῶν Ἁγίων χορεῖαι, ὡς ἔβλεψαν
ὡραϊσμένην, παρθενικῶς καί μαρτυρικῶς, καί θαμβηθέντες
πάντες ἠγαλλιάσαντο, ἐκρότησαν, εὐφήμησαν, ἀνύμνησαν βοῶντες ταῦτα•
Χαῖρε τό ἔαρ τῆς ἀφθαρσίας•
Χαῖρε τό ἔαρ τῆς εὐσεβείας.
Χαῖρε τρυγῶν, ἡ ὡραία του ἄσματος•
Χαῖρε σταγών, ἀποστάζουσα χάριτος.
Χαῖρε δόξαν ἀδιάδοχον, ἔχουσα ἐν οὐρανῶ•
Χαῖρε φρόνημα ἀνάλωτον, δοῦσα μόνω τῷ Χριστῷ.
Χαῖρε στάσα πρός πάλην, τοῦ ἐχθροῦ ἐρρωμένη•
Χαῖρε, ὤ τῶν ἐρώτων, Χριστόν νυμφευσαμένη.
Χαῖρε δί ἤς ἠσχύνθη ὁ βάσκανος•
Χαῖρε δί ἤς κατήργηται βάσανος.
Χαῖρε τῶν σῶν ὑμνητῶν εὐκληρία•
Χαῖρε παθῶν, λοιμικῶν σωτηρία•

Χαῖρε Κόρη Θεονυμφε

Ὤ Παρθένε καί Μάρτυς ὤ Θεοῦ Λόγου Νύμφη• παρθένων
καί μαρτύρων τό ἄνθος• κεκτημένη παρρησίαν οἴαν, πρός
τήν πανυπερύμνητον Ἄνασσαν, ὑπέρ ἠμῶν Αὐτήν ἀπέργασαι
ἴλεων, τῶν βοώντων•

Ἀλληλούϊα

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα