Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῆς κατανύξεως εὐχῆς ἀσιγήτου, σκληραγωγίας τῆς σαρκός, ἀπααθείας, ἁπλότητος καί νήψεως φανόν νεαυγή μέλψωμεν Γεώργιον. Ἀναλήψεως μάνδρας ἀσκητήν καί κτίτορα
ἐνθεώτατιν ὕμνοις καί τάς αὐτοῦ πρός Κύριον λιτᾶς οἱ ἐν ἀναγκαις ταχύ αἰτησώμεθα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Θείας χάριτος ρείθρν, θεοφόρον Γεώργιον, καί κροῦνον θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες• δομῆτορ Ἀναλήψεως μονῆς καί Δράμας ἀντιλῆπτορ καί φρουρέ, μέ
ἐλλίπης ἱκετεύων τόν μεγαλύναντα σέ πάτερ ὅσιε. Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σέ ἀσκητῶν πυξίον δείξαντι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Γεώργιε, ἄστρον νεολαμπές Χριστοῦ Ἐκκλησίας, Ἀναλήψεως τῆς μονῆς δομῆτορ ἐν Δράμα, οὐρανόθεν τους εὐλαβῶς σέ τιμώντας ἐπόπτευε.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν. xristianos.gr
Εὐλόγει, Γεώργιε θαυμαστέ, τοῦ σέ ἀνυμνοῦντας ὡς ὁσίων νεοφανῶν φωστήρα τόν λάμψαντα ἐν κόσμω σκληραγωγίας ἀκτίσι καί νήψεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὠράϊσον πλήθει τῶν ἀρετῶν ἠμῶν τάς καρδίας τῶν σπευδόντων ταῖς σαῖς λιταῖς ἐν πτώσει βίου ψυχοκτόνοις καί συμφοραῖς καί ἀναγκαις, Γεώργιε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρανίδας δακρύων μου τῶν πολλῶν ἀποσμηξον τάχος μανδηλίω σῶν προσευχῶν πρός Κύριον, τόν μονογενῆ σου Υἱόν καί Λόγον Θεοῦ, Μητροπάρθενε.

Ὠδή γ΄. Οὐράνιας ἁψίδος
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Γεωργήσας πλουσίως τῆς ἀρετῆς ἄσταχυν συντονία, πάτερ ἀγώνων, σκληραγωγία σου καί ἀενάω εὐχή εὖρες, Γεώργιε, χάριν τόν καρπόν σής χάριτος πέμπειν σοῖς προσφυγξιν.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰαμάτων χειμάρρους ἡ σή σορός, ὅσιε, ὤφθη τῶν τιμίων λειψάνων, ἤν ἀπεκάλυψαν ἄρτι λαγῶνες τῆς γής, ἐγκρατευτά θεοφόρε, ἀσκητά Γεώργιε, Πόντου ἐκβλάστημα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Εἰρηνεύεις τόν βίον, σή δαψιλεῖ χάριτι, τῶν πολεμουμένων, τρισμάκαρ, ὁ τόν εἰρήναρχον ὁμολογήσας Χριστόν καί δί’ Αὐτόν ὑπομείνας φυλακήν καί βάσανο, πάτερ Γεώργιε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. xristianos.gr
Οὐρανῶν ὑπερτέρα, σῶν οἰκετῶν φρόνημα, Κεχαριτωμένη, Κυρίου Μῆτερ, οὐράνωσον, τῶν ἀνυμνούντων λαμπρῶς τάς ἀρετᾶς Γεωργίου, Δράμας τοῦ κοσμήτορος καί ἀντιλήπτορος.
Ἁγίασον πιστῶν χορείας τιμώντων σέ κατά χρέος, εὐγεώργητον ὡς ἀγρόν, Γεώργιε, νήψεως εὐχῆς ἀσιγήτου καί ἀπαθείας.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἴτα μνημονεύει ὁ Ἱερεύς ἐκείνων, δί’ οὖς ἡ Παράκλησις τελεῖται καί ἠμεῖς ψάλλομεν τό, Κύριε, ἐλέησον (ἰέ΄) Μετά δέ τήν ἐκφώνησιν τό ἑπόμενον• Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή

Πατέρων σεπτῶν της πίστεως θησαύρισμα, ψυχῶν ἀπλανές οἰακοστρόφε, σκήνωμα εὐπρεπές της χάριτος καί νεόδμητε πύργε συνέσεως, Χριστόν τόν φιλάνθρωπον, Γεώργιε.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σωφροσύνης κειμήλιον καί λαμπρόν παλάτιον ὁσιότητος, σωφρονεῖν ἠμᾶς ἀξίωσον ἐπικαλουμένους σέ, Γεώργιε.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰσχυρούς τόν ἀλάστορα πολεμῆσαι πάντας ἠμᾶς ἀναδεῖξον, ὁ αὐτοῦ τά πανουργεύματα λύσας σαῖς ἀσκήσεσι, Γεώργιε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Εὐσυμπάθητον Κύριον δυσωπεῖν μή παύση ἀεί, Γεώργιε, ὑπέρ πάντων τῶν ὑμνούντων σέ ὡς ὁσίων νέων σεμνολόγημα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἐκ τοῦ ὕψους τῆς δόξης σου πάντας περοφρούρει τούς ἀνημνούντας σέ καί περισκεπε καί φύλαττε πρόσφυγας τούς σούς, Θεογεννήτρια.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ὕμνοις σέ φαιδροῖς καταστέφοντες λειψάνων σου προσκυνοῦμεν χαριτόβρυτον σορόν ἐν μονή τῆς Ἀναλήψεως, Γεώργιε.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Λύπης τήν ἀχλύν καί σκοτόμαιναν τῶν θλίψεων δασκέδασον αὐγαῖς σῶν προσευχῶν, σέλας νέων ἀσκητῶν, σεμνέ Γεώργιε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὅσιε Χριστοῦ, θαυματόβρυτε Γεώργιε, καταπράϋνον παθῶν ἠμῶν ὁρμᾶς χαμαιζήλων τῶν ἐκθύμως μελωδούντων σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Γῆθεν πρός νομάς οὐρανοῦ ἠμᾶς ἀνάγαγε, τούς προστρέχοντας τή σή ἐπισκοπῆ καί πρεσβεία, ἀγλαή Θεογεννήτρια.

Ὠδή στ΄. Τήν δέησιν
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπάκουσον ἱκετῶν, Γεώργιε, τῶν θερμῶν σου καί παρασχου σήν χάριν ἐνί ἐκάστω τῶν ἀσπαζομένων τήν τῶν λειψάνων σου θήκην τήν πάνσεπτον, ἐν Ἀναλήψεως μονή,
ἤν ἐκ βάθρων ἀνήγειρας, ὅσιε.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάσεων κρήνη ὤφθης ἄφθονος ἐν ζωή καί μετά πότμον, θεοφρον, ὁ ἰατρός τῶν ψυχῶν καί σωμάτων τῶν Δραμινῶν ἀσθενούντων, Γεώργιε, καί τῶν σπευδόντων εὐσεβῶν
πανταχόθεν τή θεία σου χάριτι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἡ θήκη σου τῶν ὀστέων πέφηνε μυροθήκη πανευωδής θαυμάτων καί ἁγιάσματος κρήνη τοῖς πόθω καί κατανυξει ψυχῆς ρποσπελάζουσιν αὐτή, ὁσίων καλλονλη καί
Ποντίων περίβλεπτον καύχημα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μνημόνευε τῶν μακαριζόντων, Θεοτόκε, εἰς αἰώνας αἰώνων καί Γεωργίου ὁσίου τήν μνήμην ἐπιτελούντων, τοῦ Δράμας ἀκέστορος καί Ἀναλήψεως μονῆς ταχινοῦ ἀρωγοῦ
καί συλλήπτορος.
Ἁγίασον πιστῶν χορείας τιμώντων σέ κατά χρέος, εὐγεώργητιν ὡς ἀγρόν, Γεώργιε, νήψεως, εὐχῆς ἀσιγήτου καί ἀπαθείας.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Μετά δέ τήν ἐκφώνησιν•
Κοντάκιον Ἦχος β΄. τοῖς τῶν αἱμάτων σου

Ἀργυρουπόλεως ἔνθεον βλάστημα καί Γεωργίας σεπτόν ἐνδιαίτημα, ὁ ἐν τή Δράμα ἀσκήσας ὡς ἄσαρκος καί ἁγιάσας μονήν Ἀναλήψεως, ἠμῶν ἴσθι φύλαξ, Γεώργιε.



Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κυρίον τόν Θεόν ἠμῶν ἰκετεύσωμεν.
Χορός: Κύριε, ἐλέησον (τρεῖς φορές)
Ἱερεύς: Σοφία• ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πάσι.
Χορός: Καί τῷ πνεύματί σου.

Ἱερεύς: Τό Εὐαγγέλιον (Ματθαίου ἴα΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταίς• πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός,
καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου
ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. xristianos.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Ὄλβε πολυτίμητε τοῦ πανσθενοῦς Παρακλήτου, ἀσκητά Γεώργιε, Δράμας φύλαξ ἄγρυπνε, ὁ ἐν ἔτεσι λόγοις καί πράξεσι λάμψας τοῖς ἐσχάτοις ὡς ἀειλαμπέστατος καί
ἁμαρύγμασι τῶν ἀσκητικῶν παλαισμάτων σου φώτισας τῶν προσφύγων σου τάς ψυχᾶς, παθῶν πόρρω δίωξον ζόφωσιν, φωσφόρε δομῆτορ Ἀναλήψεως μονῆς, ὁ πάσι
νέμων ἰάματα τοῖς ἀνεφημούσι σέ.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Εὐγενίου τοῦ Τραπεζουντίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας, τοῦ ὁσίου καί Θεοφόρου πατρός ἠμῶν Γεωργίου του
ὁμολογητού Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. . Τοῦ ἁγίου ....... (τῆς ἡμέρας),
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Χορός: Κύριε, ἐλέησον (12 φορέ)
Μετά δέ τήν ἐκφώνησιν• Ἐλέι καί οἰκτιρμοῖς
Χορός:
Ἀμήν

Ἀποπλητοῦμεν τά λοιπᾶς ὠδᾶς τοῦ Κανόνος.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἀσκητά ἐλεῆμον, προσφορᾶς ἐκμαγεῖον πρός χρείας ἔχοντας, Γεώργιε, ἀγάπης καί συμπαθείας κέρας, σούς ἰκέτας ἀξίωσον κατανοεῖν ἐνδεῶν ἀναγκας καί πενήτων.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σωφροσύνης ταμεῖον καί συνέσεως βάθρον, σεπτέ Γεώργιε, ὑπέμεινας βασάνους, πολλᾶς ἐν Γεωργία δί’ ἀγάπην τοῦ Κτίσαντις. Ώ καί πρεσβεύεις θερμῶς ὑπέρ τῶν ἱκετῶν σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. xristianos.gr
Ὁδηγός πλανωμένων σταθηρός καί ἰθύντωρ πιστῶν πρός θέωσιν ὀφθεῖς, ἐχειραγώγεις λαόν πρός σωτηρίαν, ὑπέρ οὗ νῦν τόν Κύριον ἐκδυσωπεῖς ἐκτενῶς, Γεώργιε ἀπμμάκαρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερίπτας προσύλων τούς οἰκέτας σου δεῖξον, Θεογεννήτρια, καί ζηλωτᾶς ἀρρεύστων Γεώργιος ὁ θεῖος, ἄπερ ἄρτι ἐζήλωσε, ὁ ἀσκητής ὁ σοφόας Ταξιαρχῶν τῆς Δράμα.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ροαῖς ἱδρώτων καί ἀειρρύτων δακρύων ὁ ἐκπλύνας στολήν τῆς ψυχῆς σου, πλῦνον μου καρδίας, Γεώργιε, τόν ρύπον.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἀσθενειῶν μου ταχύ ἀπέλασον ἄλγος, ταχινέ ἰατρέ ἀσθενούντων, σοί καταφευγόντων, Γεώργιε, ἐν νόσοις.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ναέ χαρίτων τοῦ Παρακλήτου, τά βάθη καρδίων ὁ γινώσκων, κοπρίας κάθαρον παθῶν μέ, Γεώργιε, βοῶ σοί.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐρανοδρόμον ὑποδειξόν μοί πορείαν, Θεότοκε, τῷ σέ ἀνυμνούντι ὡς πιστῶν ἁπάντων ἰθύντειραν πρός πόλον.

Ὠδή θ΄. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάτων μυροθήκη πέλει σῶν λειψάνων ἡ χαριτόβρυτος θήκη, Γεώργιε, ἤν εὐλαβῶς προσκυνοῦντες σέ μακαρίζομεν.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εὐχαίς σου ἀσιγήτοις σκέπε σούς ἰκέτας, οὖς οὐρανόθεν ἀεί ἐπισκίαζε, σημειοφόρε, ὁσίων φανέ, Γεώργιε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ναέ ἠγιασμένε ἀρετῆς• νηστείας σκληραγωγίας, εὐχῆς, καί χρηστότητος, ὑπέρ ἠμῶν ἐκδυσώπει Χριστόν, Γεώργιε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. xristianos.gr
Χαρᾶς ἠμῶν καρδίας πλῆσον, Θεοτόκε, νῦν Γεωργίου τιμώντων τά σκάμματα καί ὁλοθύμως, Παρθένε, μακαριζόντων σέ.

Καί εὐθύς τό•
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί θυμιά ὁ Ἱερεύς τό Θυσιαστήριον καί τόν ναόν• ἠμεῖς δέ ψάλλομεν τά παρόντα• Μεγαλυνάρια
Χαίροις, ταπεινώσεως λαμπηδών, χαίροις, ἐναρέτου πολιτείας ὁ ἀκρεμῶν, χαίροις, τῶν ὁσίων πατέρων κοσμότης τῶν ἄρτι ἐκλαμψάνων, μάκαρ Γεώργιε.
Κτίτορ Ἀναλήψεως τῆς μονῆς τῆς σεπτῆς ἐν Δράμα, ὁ ἀσκήσει καί προσευχή θεωθεῖς ἀρτίως, Γεώργιε, ἀξίως παντοίων ἰαμάτων χάριν ἀπείληφας. xristianos.gr
Χαίροις, Πόντου ἔρνος νεοθαλές, χαίροις, ἴον Δράμας μυροβόλον καί εὐανθές, χαίροις, μυροθήκη, Γεώργιε, θαυμάτων, Χριστόν τῶν ἀγαπώντων θεῖον κιννάμωμον.
Σκέπε τάς χορείας μοναζουσῶν τῆς σεπτῆς μονῆς σου, Ἀναλήψεως τοῦ Χριστοῦ, ἀσκουμένων κλέος, Γεώργιε, τῶν νέων καί ρύου σούς ἰκέτας πόνων καί θλίψεων.
Θήκην προσκυνοῦντες τήν ἱεράν σῶν σεπτῶν λειψάνων, τήν ὑπάρχουσαν θαυμαστῶς ἰαμάτων κρήνην σέ ἀνυμνολογοῦμεν, Γεώργιε, ὁσίων νέων καλλώπισμα.
Πάντας καταξίωσον τῆς σύν σοῖ χαρμονῆς ἐν πόλω καί ἀφθίτου ἐν οὐρανοῖς εὐφροσύνης, πάτερ Γεώργιε, πατέρων τῶν νεαυγῶν ἀκρότης καί γέρας παντιμον.
Χαίροις ἱερέων ἡ καλλονή καί τῶν μοναζόντων τύπος θεῖος ἐν ἀρετή, χαίροις ὁ τῆς Σίψας θερμοτατος προστάτης, Γεώργιε παμμάκαρ, Ὁσίων σύσκηνε.
Ἐκ τοῦ ὅρους, Σῶτερ, τῶν ἐλαιῶν, σαρκί ἀνελήφθης, καθορόντων τῶν Μαθητῶν. Ὅθεν σου τήν θείαν, Ἀνάληψιν ὑμνοῦμεν, δί’ ἤς ἠμᾶς πρός δόξαν, ὕψωσας ἄρρηκτον.
Σήμερον ἡ παναγνός Μαριάμ, τῷ ναῶ προσάγει, ὥσπερ βρέφος τόν Ποιητή. Ὄν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεόν αὐτόν κηρύττει κάν σάρκα εἴληψε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ἱερεύς: Ὅτι σου ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Εἴτα τά Ἀπολυτίκια•
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον

Ἀναλήψεως μάνδρας σεπτόν δομήτορα, χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς, ταπεινώσεως καί νήψεως τό ἔσοπτρον, ὕμνοις, Γεώργιον, πιστοί, ὥσπερ
ὁμολογητῶν τιμήσωμεν νέον εὖχος βοῶντες φρούρει θεόθεν, σημειοφόρε, τούς ἰκέτας σου.

Ἕτερον.
Ἦχος δ΄. Ταχύ προκατάλαβε…

Ἐκ Πόντου ἀνέτειλας, ὥσπερ ἀστήρ φαεινός, τήν Δράμαν ἐφώτισας, ταῖς διδαχαίς σου σοφέ, τή ἰσαγγέλω πολιτεία σου. Ὅθεν τοῖς προσιούσι, τή ἁγία Μονή σου, νέμεις
εἰρήνην, καί παντοίας ἰάσεις’ ὡς ἔχων παρρησίαν πρός Χριστόν, Γεώργιε, πατήρ ἠμῶν Ὅσιε.

Δέηση
Ὁ Ἱερέας: Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἠμῶν, (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
[ὀνόματα] καί πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή κώμη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καί
ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, γιά τούς ὁποίους τελεῖται ἡ Παράκληση).
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν κώμην ταύτην, τήν νήσου ταύτην, καί πάσαν πόλιν καί χωρᾶν, ἀπό λοιμοῦ,
λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου, ὑπέρ τοῦ ἴλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν
καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ ἀποστρέψαι καί διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον τήν καθ’ ἠμῶν κινουμένην, καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς,
καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἠμῶν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἐπάκουσον ἠμῶν, ὁ Θεός ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν καί ἴλεως, ἴλεως γενού ἠμίν
Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἠμῶν, καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Ὁ Ἱερέας: Δόξα Σοί ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, Κύριε, δόξα Σοί.
Χριστός ὁ ἀληθινός Θεός ἠμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καί
καλλινίκων Μαρτύρων, τοῦ ἁγίου (του Ναοῦ) τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ ἁγίου της ἡμέρας) οὗ καί τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων,
ἐλέησαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Ὁ Χορός: Τροπάρια
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Φύλαξ Ἀναλήψεως μονῆς ἄγρυπνε καί Δράμας ἀκέστορ, νεοφανές ἀσκητά, χάριτος, Γεώργιε, λαμπτήρ φανότατε καί ἰάσεων χείμαρρε, τούς σοί προσιόντας ρύσαι βλάβης ὄφεως,
κινδύνων, θλίψεων, πόνων καί στενώσεων ὄμβρω τῶν δεήσεών σου πρός Κτίστην καί Θεόν ἠμῶν τόν εὐσυμπάθητον.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δίστιχον
Ἱεράρχην Δράμας, Γεώργιε, Παῦλον, σκέπε καί φύλαττε, βοᾶ Χαραλάμπης.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

 

 

Όσιος Γεώργιος Καρσλίδης ο Ομολογητής (Μνήμη 4 Νοεμβρίου) Βιος

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα