Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

altὉ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
(τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.

Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός


ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Διονυσίου ἱεραῖς μεσιτείαις, παθῶν ποικίλων πειρασμῶν καί κινδύνων, τούς σούς ἰκέτας λύτρωσαι Χριστέ ὁ Θεός, οἴκτειρον τό πλάσμα σου, ὡς Θεός ἐλεήμων, σῶσον τούς
ὑμνουντάς σέ, ἀπό βλάβης παντοίας? σοί γάρ βοῶμεν πάντες ἐκτενῶς, μή ὑπερόψη ἠμᾶς πολυεύσπλαγχνε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.


Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας ὡσεί ξηράν.

Θεέ πανοικτείρμων καί λυτρωτά, ταῖς Διονυσίου, ἰκεσίαις λύσιν δεινῶν, παρασχου μοί, μόνε ἐλεήμων, καί βασιλείας τῆς σῆς μέ ἀξίωσον. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁ Θεός ὁ μέγας καί ἰσχυρός, ὁ τούς σούς ἁγίους, θαυμαστώσας ἐπί τῆς γής, οἰκτείρησον πάντα λαόν σου, Διονύσιον λιταῖς πολυέλεε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πρεσβείαις Χριστέ μου τῆς σῆς μητρός, καί Διονυσίου, κατοικτείρησον σόν λαόν, καί θάττον παρασχου τήν εἰρήνην, ταῖς ἐκκλησίαις σου μόνε φιλάνθρωπε.


Ὠδή γ΄ Ὁ Εἱρμός. Οὐρανίας ἁψίδος ὀροφουργέ Κύριε.
Ὁ σωτήρ τῶν ἁπάντων, καί ποιητής Κύριος, ὁ ἐνδοξαξόμενος μόνος ἐν τοῖς ἁγίοις σου, τοῦ ἄου θεράποντος, πανευπροσδέκτοις πρεσβείαις, πάσι τά ἐλέη σου ἠμίν καταπεμψον. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἱεραῖς μεσιτείαις, πατρός Θεέ εὔσπλαγχνε, λύτρωσαι κινδύνων παντοίων, τούς σοί προστρέχοντας, πίστει καί δάκρυσι, καί οὐρανῶν βασιλείας, πάντας καταξίωσον, πιστούς
ὡς εὔσπλαχνος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ἐν μήτρα οἰκήσας, παρθενική Κύριος, δέχου τάς αὐτῆς ἱκεσίας, Διονυσίου τέ, καί σῶσον ἅπαντας, τούς ἐπί σοῖ πεποιθότας, καί τῆς βασιλείας σου Σῶτερ ἀξίωσον.
Διασωσον, ἠμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σέ ἐλπίζομεν, καί βοῶμεν σοί φιλάνθρωπε, ἁπάλλαξον βλάβης τούς σούς ἰκέτας. χριστιανος.gr
Ἐπισκεψαι, τούς σούς ἰκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἠμίν τά ἐλέη σου, φιλάνθρωπε καί Θεέ πανοικτεῖρμον.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή καί τεῖχος ἀπροσμάχητον...
Χριστέ Ἰησοῦ, ἐλέησον τούς δούλους σου, πρεσβεύει θερμῶς ὁ μέγας Διονύσιος, ταῖς αὐτοῦ δεήσεσι, ψυχικῶν κινδύνων ἠμᾶς ἁπάλλαξον, καί θείας δόξης δεῖξον κοινωνούς,
ὁ μόνος δοξάζων τούς ἁγίους σου.


Ὠδή δ΄. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριέ της οἰκονομίας σου.
Ὁ Θεός ὁ πανάγαθος, ταῖς τοῦ ἱεράρχου λιταῖς ἐλέησον, τούς ἰκέτας σου μακρόθυμε, ὅπως εὐχαρίστως σέ δοξάζω μέν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Παντοδύναμε Κύριε, πλούσια ἐλέη ἠμίν καταπεμψον, τοῖς ὑμνούσι σέ φιλάνθρωπε, ταῖς Διονυσίου παρακλήσεσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ πανάμωμος Δέσποινα, σύν Διονυσίω, καθικετεύει σέ τοῦ δωρήσασθαι τοῖς δούλοις σου, ἱλασμόν πταισμάτων πολυέλεε.


Ὠδή ἐ΄. Ὁ Εἱρμός. Ἴνα τί μέ ἀπώσω, ἀπό τοῦ προσώπου σου.
Ὁ Θεός ὁ Θεός μου, ὁ ἐνδοξαξόμενος ἐν τοῖς ἁγίοις σου, ταῖς Διονυσίου ἰκεσίαις ἠμᾶς διαφύλαξον, θλίψεων ἄτρωτους, καί τῆς τρυφῆς τοῦ παραδείσου, ἀπολαῦσαι σούς
δούλους ἀξίωσον.
(δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὥσπερ στύλω νεφέλης, πάλαι τοῖς ἁγίοις σου ἐλάλεις Κύριε, Σαμουήλ Μωσή τέ, τῶν τηρούντων σᾶ θεία προστάγματα, οὕτω νῦν παρασχου, Διονυσίου ταῖς πρεσβείαις,
ἠμίν πάσι πταισμάτων τήν ἄφεσιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κύριέ του ἐλέους, καί τῆς εὐσπλαγχνίας ἡ ἄπειρος ἄβυσσος, ταίς της σέ τεκούσης, ἴκεσιαις ἠμᾶς διαφύλαξον, καί τοῦ ἱεράρχου Διονυσίου ἴνα πάντες, εὐχαρίστως ἀεί σέ
δοξάζωμεν.


Ὠδή ς΄. Ὁ Εἱρμός. Ἰλάσθητι μοί Σωτήρ, πολλαί γάρ αἵ ἀνομίαι.
Ἰλάσθητι μοί Σωτήρ, τῷ σέ πολλά παροργίσαντι, καί ρύσαι μέ τοῦ πυρός, τοῦ διαιωνίζοντος, φιλάνθρωπε Κύριε, ταῖς Διονυσίου, ἰκεσίαις καί δεήσεσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπάκουσον ὁ Θεός, τῆς προσευχῆς τοῦ ἰκέτου σου, καί αἰωνίου πυρός, φλογίζοντος λύτρωσαι, τόν σέ παροργίσαντα, ταῖς Διονυσίου, εὐπροσδέκτοις παρακλήσεσι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. χριστιανος.gr
Διονυσίου λιτᾶς, προσδέχου ὤ πολυεύσπλαγχνε, καί βασιλείας τῆς σῆς, τυχεῖν καταξίωσον, ἠμᾶς τούς ἰκέτας σου, τούς προστρέχοντας σοί, τῷ Σωτήρι τῶν ψυχῶν ἠμῶν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἰκτεῖρμον παμβασιλεύ, οἰκτείρησον τούς ἰκέτας σου, τῆς σῆς ἀχράντου μητρός, πρεσβείαις ὡς εὔσπλαγχνος, καί τού σου θεράποντος, ὅπως εὐχαρίστως, μεγαλύνωμεν
τό κράτος σου.
Διασωσον, ἠμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σέ ἐλπίζομεν, καί βοῶμεν σοί φιλάνθρωπε, ἁπάλλαξον βλάβης τούς σούς ἰκέτας.
Ἐπισκεψαι, τούς σούς ἰκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἠμίν τά ἐλέη σου, φιλάνθρωπε καί Θεέ πανοικτεῖρμον.
Κοντάκιον.
Τήν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καί προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καί νέκρωσις οὐκ ἐκράτησεν, ὡς γάρ ζωῆς Μη¬τέρα, πρός τήν ζωήν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον.


Εἴτα οἱ ἀναβαθμοί, τό ἅ΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην. (ι΄. 1-9).
Εἶπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους. Ἀμήν ἀμήν λέγω ὑμίν. ὁ μή εἰσερχόμενος διά τῆς θύρας εἰς τήν αὐλήν τῶν προβάτων, ἀλλά ἀναβαίνων ἀλλαχόθεν,
ἐκεῖνος κλέπτης ἐστι καί ληστής, ὁ δέ εἰσερχόμενος διά τῆς θύρας ποιμήν ἐστί τῶν προβάτων. Τούτω ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καί τά ἴδια
πρόβατα καλεῖ κατ’ ὄνομα, καί ἐξάγει αὐτά. Καί ὅταν τά ἴδια πρόβατα ἐκβάλη, ἔμπροσθεν αὐτῶν πορεύεται, καί τά πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν αὐτοῦ.
Ἀλλοτρίω δέ οὐ μή ἀκολουθήσωσιν, ἀλλά φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δέ οὐκ ἔγνωσαν
τίνα ἤν ἅ ἐλάλει αὐτοῖς. Εἶπεν οὔν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμήν ἀμήν λέγω ὑμίν, ὅτι ἐγώ εἰμί ἡ θύρα τῶν προβάτων. Πάντες, ὅσοι ἦλθον πρό ἐμοῦ, κλέπται εἰσί καί λησταί, ἄλλ΄
οὐκ ἤκουσαν αὐτῶν τά πρόβατα. Ἐγώ εἰμί ἡ θύρα? δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. χριστιανος.gr

Τροπάριον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Προσπίπτομεν σοί Κύριε, βοῶντες τό ἠμάρτομεν μή παρίδης, ἀλλ’ οἰκτείρησον ἠμᾶς, πιστῶς προσπεφευγόντας, τή σκέπη σου καί σῶσον, Διονυσίου παρακλήσεσι.

Ἕτερον. Ὅλην ἀποθέμενοι.
Δέσποτα φιλάνθρωπε, ὁ θαυμαστός ἐν ἁγίοις, αὐτός τά ἐλέη σου, ἐν ἐμοί θαυμάστωσας ἀνεξίκακε, καί δεινῶν λύτρωσαι, ὡς Θεός δώρησαι, καί τυχεῖν μέ καταξίωσον τῆς θείας
δόξης σου, θείαις τῆς μητρός σου δεήσεσι, καί λύτρωσαι τόν δοῦλόν σου, τῆς ἀτελευτήτου κολάσεως, ταῖς τοῦ Ἱεράρχου, σεπτοῦ Διονυσίου προσευχαῖς, ἴνα ὑμνῶ καί δοξάζω
σέ, τόν Θεόν καί πλάστην μου. χριστιανος.gr


Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρχιεπισκόπου
Αἰγίνης τοῦ ἐκ Ζακύνθου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.


Ὠδή ζ΄.Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες.
Προσάγομεν σοί πρέσβυν, Ἱεράρχην τόν μέγαν Διονύσιον Δέσποτα, ταῖς τούτου ἰκεσίαις, ἐλέησον καί σῶσον, τούς ἐν πίστει σοῖ κράζοντας, ὁ τῶν πατέρων ἠμῶν Θεός
εὐλογητός εἰ.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάστωσαν Θεέ μου, ἐν ἐμοί τά ἐλέη ταῖς παρακλήσεσι, πατρός Διονυσίου, ἠμᾶς ὑπερασπίζων τούς ἐν πίστει βοώντας σοί, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θελητά τοῦ ἐλέους, ἠμᾶς οἴκτειρον πάντας τούς ἀνυμνοῦντας σέ, λιταῖς Διονυσίου, καί δόξης σου τῆς θείας κοινωνούς, ἠμᾶς ποίησον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μητρός σου ἰκεσίαις, ἀνεξίκακε λόγε κινδύνων ρύσαι ἠμᾶς, τούς πόθω σέ τιμώντας, καί ταῖς Διονυσίου ἰσχυραῖς παρακλήσεσιν, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.


Ὠδή ἡ΄.Ὁ Εἱρμός. Τόν βασιλέα τῶν οὐρανῶν ὄν ὑμνούσι.
Διονυσίου ταῖς ἱεραῖς μεσιτείαις, κινδύνων ρύσαι τούς σούς ἰκέτας, σέ ὑπερυψούντας Χριστέ εἰς τούς αἰώνας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰκετηρίαις τούς ἐκτενῶς σέ ὑμνοῦντας, τῆς τρυφῆς τῆς ἀφράστου σου λόγε, ταῖς Διονυσίου ἀναδεῖξον μετόχους.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. χριστιανος.gr
Τόν λυτρωτήν σέ καί βασιλέα τῆς δόξης, ὁ κλεινός δυσώπει Ἱεράρχης, τοῦ καταξιῶσαι ἠμᾶς τῆς ἄνω δόξης.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς ἰκεσίαις Χριστέ σωτήρ τῆς μητρός σου, καί Διονυσίου σῶσον πάντας, τούς ὑπερυψούντας σόν κράτος εἰς αἰώνας.


Ὠδή θ΄. Ὁ Εἱρμός, Κυρίως Θεοτόκον σέ ὁμολογοῦμεν.
Ὁ μέγας Ἱεράρχης, σέ καθικετεύει, Χριστέ τοῦ δοῦναι πταισμάτων τήν ἄφεσιν, τοῖς ἀνυμνουσί σέ πίστει καί μεγαλύνουσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Λιταῖς Διονυσίου, Κύριε προσδέχου, καί Ζακυνθίων τήν νῆσον περίζωσε, τήν ἀνυμνοῦσαν σέ πόθω καί μεγαλύνουσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Χαρᾶς καί εὐφροσύνης, πλήρωσον σούς δούλους, Διονυσίου πρεσβείαις φιλάνθρωπε, τούς σέ δοξάζοντας πόθω καί μεγαλύνοντας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ παναγνός σου Μήτηρ, σύν Διονυσίω, ἐκδυσωπεῖ σέ τόν μόνον μακρόθυμον, κινδύνων σῶσαι, τούς πίστει σέ μεγαλύνοντας.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.


Καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης, καί Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας, φωστήρ νέος τρισμάκαρ, Ἀρχιερέων κλέος, ὤ Διονύσιε.
Μένων ἐν ἀγάπη ἐν τῷ Θεῶ, ἔμεινας θεοφρον, καί σόν κτείναντος ἀδελφόν, ἐνθέως ἐφείσω, τή πρός Θεόν ἀγάπη. Διο Χριστῷ συγχαίρεις, νῦν Διονύσιε.
Δέσποτα Χριστέ ὁ Θεός ἠμῶν, οἰκτείρησον πάντας, καί ἐλέησον σόν λαόν, ταῖς Διονυσίου θερμαῖς ἰκετηρίαις, καί σού τῆς θείας δόξης, τυχεῖν ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Ὅμοιον.
Δέσποινα Παρθένε μήτηρ Θεοῦ, σύν Διονυσίω ἐκδυσώπει τόν σόν Υἱόν, ἠμᾶς ἁπαλλάξαι κινδύνων πολυτρόπων, καί θλίψεων παντοίων τούς εὐφημούντας σέ.

Εἰ βούλει ὁ ψάλτης, ψαλέτω καί τά ἐξαποστειλάρια πρός τό Ἀπόστολοι ἐκ περάτων.
Τοῦ Ἱεράρχου πρεσβείαις, καί τῆς ἀχράντου Μητρός σου, ἐλέησον σούς ἰκέτας, Χριστέ σωτήρ τῶν ἁπάντων, καί θείας σου βασιλείας, ἀναδεῖξον κληρονόμους.

Ὅμοιον.
Ρύσαι παντοίων κινδύνων, νῆσον Ζακύνθου οἰκτεῖρμον, δεήσεσιν Ἱεράρχου, τοῦ θείου Διονυσίου, ὅπως δοξάζωμεν πίστει, τήν ἄκραν σου εὐσπλαγχνίαν.

Ὅμοιον.
Δεησεσι τῆς Μητρός σου, καί τοῦ σεπτοῦ Ἱεράρχου, ἐλέησον Θεέ Λόγε, ἠμᾶς τούς προσπεφευγότας, τή τῶν πτερύγων σου σκέπη, καί σῶσον ὡς ἐλεήμων.

Ὁ ἱερεύς μνημονεύει ὡς σύνηθες καί ἀπόλυσις.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Ἀπολυτίκιον.
Ἦχος ἅ΄. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Ζακύνθου τόν γόνον καί Αἰγίνης τόν Πρόεδρον, τόν φρουρόν Μονῆς τῶν Στροφάδων, Διονύσιε ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρός αὐτῶν εἰλικρινῶς,
σαῖς λιταῖς τούς τήν σήν μνήμην ἐπιτελοῦντας, σῶζε καί βοώντας σοί? Δόξα τῷ σέ δοξάσαντι Χριστῷ? δόξα τῷ σέ στεφανώσαντι? δόξα τῷ δωρησαμένω σέ ἠμίν πρέσβυν
ἀκοίμητον.


Εἴτα ἡ σχετική δέησις καί ἀπόλυσις, μεθ’ ἤν τό παρόν Προσόμοιον.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν συνηγμένη, χορεία ψάλλει σοί? μνήμη τή πανσέπτω σου, καί τῷ τεμένει τῷ σῶ, ἱερῶς προστιβάζεται, ψυχή καί καρδία, σού τό
θαυματόβρυτον Σκῆνος ἀσπάσασθαι? πάντας ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καί βλάβης, Πάτερ Διονύσιε πρεσβείαις σου.


Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα