Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 


Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.



Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν
σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ
ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς
χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού
μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας
τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεηγόρος, καί Ἀποστόλων κοινωνός καί αὐτόπτης, καί τῆς σοφίας ὄργανον θεόπνευστον, Πάτερ Ἰερόθεε, τόν παρόντα Νάον σου, σκέπε καί διάσωζε,
ἀπό πάσης ἀνάγκης, καί τῷ Σωτήρι πρέσβευε ἀεί, ἠμίν διδόναι πταισμάτων συγχώρησιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὗ σιωιπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς
ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά
κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί
πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας xristianos.gr
μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί
οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή ἅ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας.
Ἰλέωσαι Πάτερ τόν Λυτρωτήν, ταῖς σαῖς ἰκεσίαις, Ἰερόθεε ἱερέ, τοῖς πίστει καί πόθω προσιούσι, τή θαυμαστή σου πρεσβεία ἑκάστοτε.
Ἐν πάση ἀνάγκη, ὁ σός Ναός, τή σή καταφεύγει, προστασία καί ἐκβοά. Ρύσαι μέ διενῶν πειρατηρίων, Ἀρχιερεῦ τοῦ Χριστοῦ Ἰερόθεε.
Ρυσθῆναι κινδύνων καί πειρασμῶν, Χριστόν ἐκδυσώπει, Ἰερόθεε ἱερέ, τούς πίστει καί πόθω προσκυνοῦντας, τήν ἱεράν καί σεβάσμιον κάραν σου.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λύσον τήν ὁμίχλην τῶν παθῶν μου, καί μετανοίας φωτί μέ καταύγασον.

Ὠδή Γ’. Οὐρανίας ἁψίδος.
Θείω φόβω θεοφρον, ἠμῶν τόν νοῦν τείχισον, ὡς ἄν τοῦ ἐχθροῦ τῶν σκανδάλων, τήν ρύμην φύγωμεν, καί τήν σωτήριον, τῶν ἐντολῶν τοῦ Κυρίου, Πάτερ Ἰερόθεε, τρῖβον βαδίσωμεν.
Ἐν τή σή προστασία ὁ σός Ναός γάνυται, καί ὡς ἀρραγέστατον τεῖχος, καί θεῖον ἔφορον, Πάτερ σέ ἔχουσα, ἀποσοβεῖ καί ἐκτρέπει, πάσαν Ἰερόθεε, βλάβην τοῦ ὄφεως.
Ἑλλαμπόμενος αἴγλη, τοῦ Παντουργοῦ Πνεύματος, δίωξον παθῶν τήν ὁμίχλην, καί τήν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἠμῶν, ταῖς φωτοφόροις εὐχαίς σου, Πάτερ Ἰερόθεε, ἐκδυσωποῦμεν σέ.

Θεοτοκίον.
Τόν Ὑπερθεόν Λόγον, σωματικῶς τέξασα, Κεχαριτωμένη Παρθένε, πλούτω χρηστότητος, παθῶν μέ λύτρωσαι, σωματικῶν καί τόν νοῦν μου, μετανοίας σύγασον, ταῖς ἐπιλάμψεσι.
Διασωσον Ἀρχιερεῦ Ἰερόθεε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τή σεπτή προστασία σου προσιόντας.xristianos.gr
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις
Κάθισμα. Ἦχος Β’. Πρεσβεία θερμή.

Ὡς μύστης Χριστοῦ, καί Ἱεράρχης ὅσιος, καί μέγας ἠμῶν, προστάτης Ἰερόθεε, διά παντός ἱκέτευε, ἐκλυτροῦσθαι ἠμᾶς πάσης θλίψεως, καί τῶν πταισμάτων διδόναι ἱλασμόν, τοῖς
σπεύδουσι Πάτερ τή πρεσβεία σου.xristianos.gr

Ὠδή Δ’. Εἰσακήκοα Κύριε.
Ἡ πρεσβεία σου Ἅγιε, γένοιτο τῷ Ναῶ σου, Ἰερόθεε, τῷ θερμῶς ἀνακειμένω σοί, σκέπη καί ἀντίληψις δυσωποῦμεν σέ.
Νοσημάτων ἁπάλλαξον, τούς τή θεία κάρα σου καταφεύγοντας, καί παρασχου Ἰερόθεε, τούτοις τήν ταχείαν σου βοήθειαν.
Συντριβέντας τοῖς πάθεσι, τοῖς κατά ψυχήν καί σῶμα θεράπευσον, Ἰερόθεε, Πατήρ ἠμῶν, τούς θερμῶς προστρέχοντας τή σκέπη σου.

Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, λύσαντα τῆς πάλαι ἀρᾶς τόν ἄνθρωπον, Θεοτόκε Ἀειπάρθενε, τήν ὀδύνην λύσον τῆς καρδίας μου.

Ὠδή Ε΄. Φώτισον ἠμᾶς.
Νέκρωσον ἠμῶν, τῆς σαρκός Πάτερ τό φρόνημα, καί τόν νοῦν ἠμῶν ἀγάπη θεϊκή, ἀναπτέρωσον ζωήν πρός ὑπερκόσμιον.
Μέγαν ἀρωγόν καί θερμόν σέ ἀντιλήπτορα, Ἰερόθεε, ὁ θεῖος σου Ναός, κεκτημένος καθ’ ἑκάστην μακαρίζει σέ.
Ὄλβον ἱερόν, τήν σεπτήν σου κάραν ἔχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τάς δωρεᾶς, Ἰερόθεε, καρπούμεθα ὑμνοῦντες σέ.

Θεοτοκίον.
Νόμω τοῦ Θεοῦ, τήν ζωήν μου Κόρη ἴθυνον, ὡς ἄν βόρβορον δεινῶν ἀνομιῶν, μετανοίας ἀποπλύνω ἐν τοῖς δάκρυσι.

Ὠδή ΣΤ’. Τήν δέησιν, ἐκχεῶ.
Ἠγίασται, ἡ σή παντιμος κάρα, δωρεά τοῦ Παρακλήτου ἁγία· ὅθεν ἠμῶν τάς ψυχᾶς ἁγιάζει, καί τῶν σωμάτων Ἰᾶται τούς μώλωπας, τῶν μετά πίστεως θερμῆς, προσιόντων αὐτή
Ἰερόθεε.
Ναμάτων, τῶν θεοβρύτων ρανίδας, ἠμίν βλύσον τή θερμή σου πρεσβεία, ὡς ἄν τούς ἄνθρακας σβέσωμεν Πάτερ, τῶν ἀπελθόντων κινδύνων καί θλίψεων, καί τῆς χρηστότητος
Χριστοῦ, Ἰερόθεε Πάτερ μετάσχωμεν.xristianos.gr
Συνῆλθε, Χριστιανῶν ἡ χορεία, καί βοᾶ σοί ἐκ μυχίων καρδίας. Τῆς κραταιᾶς προστασίας σου Πάτερ, ἠμίν τάς πτέρυγας ἄνωθεν ἀπλωσον, καί σκέπασον ἐκ τῶν βελῶν, τοῦ
Βελίαρ ἠμᾶς Ἰερόθεε.

Θεοτοκίον.
Κακίας, τῆς ὀλεθρίου του πλάνου, τοῦ ἀεί κατά τοῦ δούλου σου Κόρη, ὠρυομένου ὡς λέοντος ὄντως, τά χαλεπώτατα συντριψον βέλεμνα, καί ἴθυνον ἠμᾶς Ἁγνή, πρός λιμένα τοῦ
θείου θελήματος.
Διασωσον ἀρχιερεῦ Ἰερόθεε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τή σεπτή προστασία σου προσιόντας.
Ἄχραντε, ἡ διάλογου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις.
Κοντάκιον. Ἦχος Β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχης Χριστοῦ ἱερώτατος, καί εὐσεβῶν ἀντιλήπτωρ θερμοτατος, σοφέ Ἰερόθεε, πρέσβευε, πάσης ἀνάγκης καί πόνων καί θλίψεων λυτροῦσθαι τους σέ μακαρίζοντας.

Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.

Εὐαγγέλιον κατά Ἰωάννην.
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμί ἡ θύρα· δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἴνα κλέψη, καί θύση καί
ἀπολέση· ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτός δέ, καί οὐκ
ὧν ποιμήν, οὐ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον, καί ἀφίησι τά πρόβατα, καί φεύγει, καί ὁ λύκος ἁρπάζει αὐτά, καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός
φεύγει, ὅτι μισθωτός ἐστι, καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· καί γινώσκω τά ἐμᾶ, καί γινώσκομαι ὑπό τῶν ἐμῶν· καθώς γινώσκει μέ ὁ Πατήρ,
καγῶ γινώσκω τόν Πατέρα· καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακείνα μέ δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου
ἀκούουσι· καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. Β’. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Παύλω ὡς ἀκήκοας, Χριστῷ προσῆλθες προθύμως, καί σκεῦος πολύτιμον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καί φωτί Ἅγιε, τῷ τῆς ἀληθείας, καταυγάζεις τάς ψυχᾶς ἠμῶν, διο
βοῶμεν σοί· Ζόφου παθημάτων καί θλίψεων, καί πάσης περιστάσεως λύτρωσαι ἠμᾶς Ἰερόθεε, πταισμάτων τήν λύσιν, αἰτούμενος ἠμίν παρά Χριστοῦ, ὡς ἄν ἀμέμπτως βιώσαντες,
δόξης θείας τύχομεν.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ
Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί
πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ
Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν
Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων
Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης.
Τούς ἁγίου Ἰεροθέου τοῦ Ἀρεοπαγίτου Ἐπισκόπου Ἀθηνῶν, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί
ἐλέησον ἠμᾶς.

Ὠδή Ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας .
Ἐκ δεινῆς ραθυμίας, καί παθῶν τυραννίδος ἠμᾶς ἁπάλλαξον, καί δίδου εὐθυπόρως, τήν τρῖβον βηματίζειν, ἐντολῶν τοῦ Θεοῦ ἠμῶν, ὡς ἄν τῆς ἄνω ζωῆς, τύχωμεν Ἱεράρχα.
Πύργον ἄσειστον Πάτερ, καί ἑδραίωμα θεῖον καί καταφύγιον, τήν σήν ἐπιστασίαν, Ναός σου ὁ ἅγιος, Ἰερόθεε, ἔχων, λυτροῦται πάσης ὀργῆς, ὑμνεῖ σου τήν χάριν.xristianos.gr
Ἐκ σκανδάλων ποικίλων, καί δεινῶν σοφισμάτων τοῦ πολεμήτορος, ἀπήμαντον συντήρει, τόν ἱερόν σου Ναόν, ἱερέ Ἰερόθεε, ἀνακείμενον στερρῶς, τή σή ἐπιστασία.

Θεοτοκίον.
Γνώμην σώφρονα Κόρη, καί εὐθείαν καρδίαν καί νοῦν ἀκέραιον, τοῖς πίστει ἀφορῶσι, πρός τήν σήν θερμήν σου σκέπην, καί βοῶσι πρυτάνευε· χαῖρε Παρθένε Ἁγνή, ἠμῶν ἡ προστασία.

Ὠδή Η’. Τόν Βασιλέα.
Ἔργοις ὀσίοις, τόν δέ Ναόν σου κομώντα, ὥσπερ ἄμπελον εὐκληματοῦσαν δεῖξον, τῆς σῆς βοηθείας, τή γεωργία Πάτερ.
Ρώμην ὑψόθεν, δίδου ἠμίν Ἱεράρχα, τήν ὀλέθριον καταπατεῖν τοῦ πλάνου, δύναμιν ἐν πάσιν, ἠμῶν ὡς ἀντιλήπτωρ.
Αἴγλη τῆς θείας, κηδεμονίας σου Πάτερ, διασκέδασον τῶν πειρασμῶν τά νέφη, τῶν ἐπαπειλούντων, φθοράν ἠμίν καί λύπην.

Θεοτοκίον.
Συντριψον Κόρη, τήν καθ’ ἠμῶν δυναστείαν, τοῦ ἀλάστορος τή σῆ ἐπιστασία, ὀδυνῶν καί πόνων, ἠμᾶς ἐκλυτρουμένη.

Ὠδή Θ΄. Κυρίως Θεοτόκον.
Ἰδού τή σή εἰκόνι, Πάτερ τά σά τέκνα, ἐν εὐλαβεία ἐστῶτες βοῶμεν σοί. Δίδου ἠμίν Ἱεράρχα τήν εὐλογίαν σου.
Μή παύση τόν Ναόν σου, τοῦτον περιέπειν, τόν ἱερῶς καυχώμενον τή χάριτί σου, ἐξ ἤς τοῦ Πνεύματος προεισι δωρεά ἄφθονος.
Ὁδόν ἠμᾶς βαδίζειν, σύνεσιν παρασχου, τῆς σωτηρίας σοφέ Ἰερόθεε, ὡς ἄν ζωῆς τῆς ἀλήκτου Πάτερ μετάσχωμεν.xristianos.gr

Θεοτοκίον.
Ὑμνούσι τόν σόν τόκον, τάξεις τῶν Ἀγγέλων, καί τῶν βροτῶν Θεοτόκε τό σύστημα· σύ γάρ Θεόν τετοκυΐα τά πάντα ἤνωσας.
Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν• τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.xristianos.gr
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Μεγαλυνάρια
Παύλου τῷ κηρύγματι φωτισθεῖς, ὤφθης τῶν ἀρρήτων, θεηγόρος ὑφηγητής, καί τῶν Ἀθηναίων, ποιμήν καί Ἱεράρχης· διο σέ Ἰερόθεε, μακαρίζομεν.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Εὐαγγελίου, θεοφόρος μυσταγωγός· χαίροις οὐρανίου, σοφίας ὁ ἐκφάντωρ, Ἀρχιερέων κλέος, ὤ Ἰερόθεε.
Ὅλος ἱερώτατος γεγονῶς, τάς τοῦ Παρακλήτου, δεδεγμένος μαρμαρυγᾶς, τῷ Θεῶ προσάγεις, τῷ ἱερῶ σου λόγω, πολλούς ἀπό τήν πλάνης, ὤ Ἰερόθεε.
Χαίροις ὑποφήτα βίου καινοῦ, καί φιλοσοφίας, τῆς ἐνθέου σάλπιγξ χρυσή· χαίροις ὁ ἀμέμπτως, Χριστῷ ἱερατεύσας, ὡς Ἀποστόλων μύστης, ὤ Ἰερόθεε.
Δίδου τή πρεσβεία σου πρός Χριστόν, τῷ σεπτῶ Ναῶ σου, Ἰερόθεε ἱερέ, δύναμιν καί ρῶσιν, ἀγάπην καί εἰρήνην, καί πάσαν προθυμίαν, πρός βίον κρείτονα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν
σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τροπάριον.
Ἐκτενής, καί Ἀπόλυσις μεθ’ ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος Β’. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Ἔχων παρρησίαν πρός Χριστόν, ὥσπερ ἰσαπόστολος μέγας καί Ἱεράρχης κλεινός, Πάτερ Ἰερόθεε μύστα τῆς χάριτος, τούς ἐν πίστει προσπίπτοντας, τή σή προστασία, πάσης
περιστάσεως, ἀτρώτους φύλαττε, δίδου δέ τῷ θείω Ναῶ σου, τῆς σῆς εὐλογίας τάς δόσεις, τοῦτον ἁπαλλάττων πάσης θλίψεως.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Μεγαλυνάριον.
Ὤ τῶν Ἀθηναίων Μέγας ποιμήν καί τῶν Χριστιανῶν ὁ προστάτης καί βοηθός, Ἰερόθεε Πάτερ, Παμμάκαρ Ἱεράρχα, ἠμῶν τῶν σέ τιμώντων ἀεί μνημόνευε.

Ἕτερον.
Τήν θείαν Κάραν σου τήν σεπτήν, Ἰερόθεε Πάτερ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτη ἐν πάσι τοῖς κινδύνοις καί λοιμικής τῆς νόσου ἀπολυτρούμεθα.

Μεγαλυνάρια τοῦ αὐτοῦ.
Τό τοῦ Παύλου θήραμα τό τερπνόν, τή ἄνω τραπέζη τό ἀξίως παρατεθέν, τό τούς οὐρανίους εὐφράναν συνδαιτυμόνας, Ἰερόθεον τόν μέγαν ὕμνοις τιμήσωμεν.

Ἕτερον.
Ἐγκαυχᾶται πόλις ἡ Ἀθηνῶν, ἡ λαχοῦσα Πάτερ σου ποιμένος καί ὁδηγοῦ, ἐγκαυχῶνται οὕτω καί πάντες οἱ τυχόντες σοί ὀμωνυμῆσαι· οὖς διαφύλαττε.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα