Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 


Ποίημα του Αγίου Νικόδημου του Αγιορείτη



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ Χρυσοστόμω Ἰωάννη προσέλθωμεν, καί τή εἰκόνι τή αὐτοῦ προσκυνήσωμεν, ἀπό βαθέων κράζοντες ψυχῆς ἐν στεναγμοῖς• σπεῦσον καί διασωσον ἀπό πάσης ἀνάγκης,
ρύσαι τά ψυχᾶς ἠμῶν, τῆς δαιμόνων κακίας, σού γάρ πρεσβεία ἡ πρός τόν Θεόν, μεγάλην ἔχει τήν δύναμιν ἅγιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς• Δέσποινα βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων• μή ἀποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην, ἐλπίδα κεκτήμεθα.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἀρματηλάτην Φαραώ.

Ἀρχήν σοφίας τόν Θεοῦ ποιούμενος, φόβον Χρυσόστομε, ἐντολᾶς ἁπάσας, δί’ αὐτόν ἐτήρησας, καί τῆς ἀγάπης ἔφθασας, τή ἀκρώρειαν Πάτερ, ὧν πέρ μετόχους ἀναδεῖξον,
καί ἠμᾶς ταῖς θείαις πρεσβείαις σου.
Ἐν ἐγκρατεία τῆς σαρκός ἐνέκρωσας, πάθη Χρυσόστομε, καί εἰς ἀπαθείας, ὕψος ἀνελήλυθας, διο σέ ἰκετεύομεν, καί ἠμᾶς τούς σούς δούλους, παθῶν ἁπάντων ἐκλύτρωσαι,
τῆς ψυχῆς ὁμοῦ, καί τοῦ σώματος.
Ἐκ νεαρᾶς της ἡλικίας Ἅγιε, σύ τήν ταπείνωσιν, ἀγαπήσας λίαν, ἐπρασιν ἐμίσησας, ἀλλά καί ἠμᾶς πρέσβευε, τά φρονήματα πάντα, τά ὑψηλά ἀποστρέφεσθαι, καί τοῖς
ταπεινοῖς συναπάγεσθαι.

Θεοτοκίον
Ἐν ταῖς ἀγκάλαις τόν Χριστόν βαστάζουσα, ἔλεγες ἄχραντε, ὤ γλυκύ μου ἄσπλαγχνον, ἐπεῖ μέ μητέρα σου, γενέσθαι κατηξίωσας, δέομαί σου Υἱέ μου, πάσης ἀνάγκης διασωσον,
τούς ἐμοί προσφεύγοντας δούλους σου. χριστιανος.gr

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Σοί τό ζῆν κατά Παῦλον, ἤν ὁ Χριστός Ἅγιε, καί τό ὑπέρ τούτου τεθνάναι, κέρδος λελόγισται, διο καμέ τή σαρκί, θανεῖν Χριστόν ἐκδυσωπεῖ, καί ζῆν ἐν τῷ Πνεύματι, πάτερ
Χρυσόστομε.
Ἀπογνώσεως ὤφθης, ἐκκοπτικός πέλεκυς, τῆς δέ μετανοίας ἐδείχθης. Κῆρυξ Χρυσόστομε, διο ἀξίωσον μετανοεῖν μέ γνησίως, ἐφ’ οἶς ἐπλημμέλησα, λόγοις καί πράξεσιν.
Εἰληφῶς ἐξουσίαν, παρά Χριστοῦ Ἅγιε, λύειν καί δεσμεῖν ἁμαρτίας ἐμοῦ διαλυσον, ἁμαρτιῶν τήν πληθύν, καί τοῦ Κυρίου τῷ φόβω, συνδησόν μέ πάνσοφε, θεῖε Χρυσόστομε.

Θεοτοκίον
Μέγα ὄντως ὑπάρχει, τό σόν ἁγνή καύχημα, ὅτι τόν Υἱόν τοῦ ἀνάρχου, Πατρός ἐγέννησας, ὄν ἐκδυσώπησον, ἤς πέρ ἀπώλεσα θείας, ἀξίωσαι χάριτι, υἱοθεσίας μέ.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου Χρυσολόγε, ὅτι σέ ἐν πειρασμοῖς ἀεί προβαλλόμεθα, μεσίτην πρός τόν Θεόν καί Σωτήρα.
Ἐπιβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν τήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τοῦ ἄλγος.

Εἴτα τό παρόν• πρός τό Πρεσβεία Θερμή.
Πολλοῖς ἐν δεινοῖς, κυκλούμενοι οἱ δοῦλοι σου, πρός σέ τῶν ἠμῶν, προστάτην καταφεύγομεν, Ἰωάννη θεῖε Χρυσόστομε, δρᾶμε προσπεσον Χριστῷ τῷ Θεῶ, καί ἴλεων αὐτόν
ἠμίν ποίησον.

Ὠδή δ΄. Σύ μου ἰσχύς Κύριε
Τῆς προσευχῆς, τῆς νοερᾶς σέ διδάσκαλος, ἀνεδείχθης, ὅθεν καταξίωσον, ἠμᾶς πνοήν φῶς καί ἡδονήν, γλυκυτάτην θερμήν, τό Ἰησοῦ ἔχειν ὄνομα, καί μελετᾶν ἀπαύστως,
ἐν καρδία καί λέγειν, Ἰησοῦ Ἰησοῦ μου γλυκύτατε.
Ἐκριζωτής, φιλαργυρίας μέν γέγονας, τοῦ δ’ ἐλέους, φυτοκόμος ἄριστος, διό σοφέ, τῶν ψυχῶν, τήν φιλαργυρίαν, ἐκρίζωσον καί ἐμφύτευσον, τήν ἐλεημοσύνην, πρός τούς
πένητας πάντας, τήν Θεῶ ὁμοιοῦσαν τόν ἄνθρωπον.
Λόγοι οἱ σοί, κηρία μέλιτος πέλουσι, καί αἵ βίβλοι, σού θεῖε Χρυσόστομε, μάννα ὑπάρχουσι γλυκασμοῦ, ξύλον ζωῆς θείας, καί ὕδωρ ὄντως νεκρέγερτον, ἐν αἶς ἀξίωσον μέ,
ἐντρυφᾶν ἀενάως, καί ζωήν τήν ἀθάνατον δρέπεσθαι.

Θεοτοκίον
Σού τοῦ γλυκύ, καί θεῖον ὄνομα Δέσποινα, φῶς ὑπάρχει, τοῦ νοός καί ἔλαμψις, ἔρως ψυχῆς, γλώττης γλυκασμός, διό κολληθήτω, ἐμή πνοή τοῦτο δέομαι, καί χείλη μου ψάλλετω,
καί καρδία βοάτω, Μαριάμ Μαριάμ ἀειπάρθενε.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω
Ὁ λαμπρός ἑωσφόρος, ὁ χρυσουργός καί χρυσαυγίζων ἥλιος, ὁ χρυσαῖς ἀκτίσι, τῶν χρυσέων σου λόγων τήν σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου,
ἴνα κάλλη τά θεία φαντάζηται.
Ὥσπερ ἄγγελος ἄλλος, ἐπί γής ἐβίωσας πάτερ Χρυσόστομε, κάν διά τήν σάρκαν, τῶν ἀγγέλων βραχύ τί ἠλάττωσαι, ὅθεν τύς τό σχῆμα, ἠμᾶς φοροῦντας τῶν ἀγγέλων,
τούς ἀγγέλους μιμεῖσθαι ἐνίσχυσον.
Πειρασμῶν τάς νιφάδας, σύ ὑπέμεινας Πάτερ ὡς πύργος ἄσειστος, θλίψεως ἐξορίας, ἀλλ’ εὐχαίς σου ἠμᾶς ἐνδυνάμωσον, ὑπομείνειν πάντας, τούς πειρασμούς ἐπερχομένους,
ἐκ δαιμόνων ἀνθρώπων καί φύσεως.

Θεοτοκίον
Ὀμβροτόκον νεφέλην, σέ ὁ ἐπουράνιος ὄμβρος ἀνέδειξε, Παναγία κόρη, ἐπομβρίζουσα χάριτας ἀπασιν, ὅθεν δέομαί σου, τή σκληρότατή μου καρδία, κατανύξεως δάκρυα
ὄμβρισον.

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ
Ὡς ἔσωσας Ἰωάννη ἄπειρα, βροτῶν πλήθη τοῖς παγχρύσοις σου λόγοις, οὕτως ἠμᾶς, προσβολῆς ἀπό πάσης, τοῦ διαβόλου εὐχαίς σου ρυσάμενος, ὀψώνιον ὡς ἐκλεκτόν,
τῷ Χριστῷ σεσωσμένους προσάγαγε. χριστιανος.gr
Ὡς ἔκτεινας, βροτοκτόνιον λέοντα, τοῦ Σταυροῦ τῷ ἀηττήτω σημείω, οὕτως ἠμῶν, τόν θυμόν κτεῖνον πάτερ, κατά τοῦ πέλας δεινῶς ὠρυόμενον, καί φθόνον τόν ψυχοβλαβῆ,
ὅς τοῦ φόνου πατήρ ὀνομάζεται.
Ἰάτρευσον, ἀσθενείας σώματος, καί τοῦ πνεύματος ἠμῶν Χρυσολόγε, σύ γάρ πολλῶν, ἰατρός ἀνεδείχθης, ζῶν καί θανῶν χειρουργία τῆς Χάριτος, ἐντεῦθεν καί θαυματουργός,
Ἰωάννη ἐκλήθης ἀοίδιμε.

Θεοτοκίον
Ὑπάρξασα, φλογοφόρον ὄχημα, καί λαβίς ἀνθρακοφόρος Παρθένε, τόν τή ψυχῆς, τῆς ἐμῆς φλέξον, καί κατακρίσεως κάθαρον χείλη μου, ὡς ἄν σέ γλώττη καθαρά, καί καρδία
γεραίρω πανύμνητε.
Διασωσον, ἀπό κινδύνων τούς δούλους σου Χρυσολόγε, ὅτι σέ ἐν πειρασμοῖς ἀεί προβαλλόμεθα, μεσίτην πρός τόν Θεόν καί Σωτήρα.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Εἴτα τό παρόν τροπάριον πρός τό, Προστασία τῶν Χριστιανῶν.
Ἰατρέ τῆς ψυχῆς καί τοῦ σώματος ἄμισθε, τῶν ἐν ζάλη λιμήν γαληνέ καί ἀχείμαστε, Ἰωάννη θεῖε Χρυσόστομε, τούς δούλους σου ἠμᾶς, σπεῦσον θεράπευσον ταχύ, τούς
κατ’ ἀμφῶ ἀσθενεῖς, πρός σέ γάρ καταφεύγομεν, πράϋνον τρικυμίας, στῆσον τάς καταιγίδας, τῶν ἐπερχομένων δεινῶν, Χρυσολόγε τή ποίμνη σου.

Τό ἅ΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου
Τό Προκείμενον

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: Ἀκούσατε ταῦτα πάντα τά ἔθνη.

Τό Εὐαγγέλιον Ἰωάννη ἰ΄ 7-16
Εἶπεν ὁ Κύριος• ἐγώ εἰμί ἡ θύρα• δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἴνα κλέψη καί θύση καί
ἀπολέση• ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων• ὁ μισθωτός δέ καί οὐκ
ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖτον λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἁρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός
φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ πατήρ
καγῶ γινώσκω τόν πατέρα• καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὔν ἔστιν ἐκ αὐλῆς ταύτης• κακείνα μέ δεῖ ἀγαεῖν, καί τῆς φωνῆς μου
ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Χρυσοστόμου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Οὐρανέ χρυσομορφε, Χριστόν ὡς ἥλιον ἔχων, καί ἀρετᾶς κύκλωθεν, ὡς ἀστέρς λάμποντας νέε Πρόδρομε, τῶν Γραφῶν θάλασσα, μετανοίας κῆρυξ, μετά Παῦλον Παῦλε δεύτερε,
στόμα τῆς Χάριτος, καί βυθέ σοφίας βαθύτατε, Χρυσόστομε μακάριε, σέ ἀπό ψυχῆς ἰκετεύομεν, προφθασον καί ρύσαι ἠμᾶς ἀπό παντοίων πειρασμῶν, καί σωτηρίας ἀξίωσον,
θείαις μεσιτείαις σου.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης.
Καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὡς χρυσήλατος σάλπιγξ, ἡ τιμία σου γλώσσα Πάτερ σαλπίσασα, ἀνέστησε κειμένους, ἐν τάφοις ἀμελείας, ἤς καμέ ἑξανάστησον, καί προθυμίαν θερμήν ἐν τοῖς καλοῖς μοί δίδου,
Πατήρ ὤφθης Πατέρων, διδασκάλων διδάσκαλος χρυσεπώνευμε, διό σούς νεωκόρους, ἠμᾶς ὡς μαθητᾶς σου, καί υἱούς διαφύλαττε, ἀπό παντός λυπηροῦ, καί βλάβης
τοῦ Βελίαρ.
Πλούσιος εἰ τρισμάκαρ, ὡς χρυσοῦν ἔχων στόμα χρυσήν καρδίαν τέ κεχρυσωμένος ὅλος, διό τούς πενομένους, καλοῖς ἠμᾶς πλούτισιν, τῆς θεωρίας ὁμοῦ, καί πράξεως
τῷ πλούτω.

Θεοτοκίον
Κόσμος εἰ δύο κόσμων, θεοκόσμητε κόρη διο τήν ἄκοσμον, ψυχήν μου ἐν ἀγάπη, χαρά ὑπακοή τέ, καί πραότητι κόσμησον, καί οὐρανίου τυχεῖν, ἀξίωσον μέ κόσμου.

Ὠδή ἡ΄. Τόν ἐν ὄρει ἁγίω δοξασθέντα
Λύρα ὤφθης Πατρός Υἱοῦ κιθάρα, Παρακλήτου ψαλτήριον θεοφρον, διό καμέ τῆς ὑπερθέου ποίησον, ὄργανον Τριάδος,ταῖς πρός τήν Τρίαδα ἐνθέοις σου πρεσβείαις.
Ἔμπνους οἶκος, τάς ἀρετᾶς ἁπάσας, περιέχων ἐφάνης Ἰωάννη, διό καμέ οἶκον σεπτόν ἀναδεῖξον, ἀρετῶν εὐχαίς σου, καί πασῶν καθοδηγῶν μέ εἰς γῆν ἐπαγγελίας.

Θεοτοκίον
Ἴδιοιμι σέ θεονυμφε Μαρία, ἐν τή ὥρα θανάτου ρυομένην, ψυχήν ἐμήν χειρός δαιμόνων ἄχραντε, ἴνα τελωνάρχας, τοῦ ἐν τῷ ἀέρι, διέλθω ἀκωλύτως.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω ὁ οὐρανός
Διδάσκαλος ἐφάνης μελισταγής, παρθενίας Χρυσόστομε ὅσιε ὅθεν ἠμᾶς, Πάτερ ταῖς ἀγρύπνοις σου προσευχαῖς, ἐν παρθενία φύλαξιν, ψυχῆς τέ καί σώματος καί νοός,
πασῶν αἰσθήσεων τέ, δί’ ὧν τῆς παρθενίας, τό θεῖον κάλλος διαφθείρεται.
Ὡς ἔχων παρρησία πρός τόν Θεόν, Ἰωάννη Χρυσόστομε πρέσβευε, ὅπως ἠμεῖς, πάσας ὑποσχέσεις τάς φοβερᾶς, φυλάξαι, δυνηθείημεν, ὥσπερ ὑπεσχέθημεν τῷ Χριστῷ,
ἐνώπιον Ἀγγέλων, ἐνώπιον Ἁγίων, ὄτε τό σχῆμα ἐνεδύθημεν.
Προσδέχου χαριστήριον ὡς βραχύ, τήν παροῦσαν ὠδήν χρυσεπώνυμε, ἀνθ’ ὧν ἠμᾶς, σκέπεις περιθάλπεις καί προνοεῖς, καί ἀμοιβήν καράπεμψον, τάς δραστικωτάτας σου
προσευχᾶς, δί’ ὧν πυρός γεέννης, λύτρωσαι ἠμᾶς Πάτερ, καί Βασιλείας καταξίωσον. χριστιανος.gr

Θεοτοκίον
Παράκλητον προβάλλονμεν πρός Θεόν, σέ Παρθένε οἱ δοῦλοι σου ἅπαντες, ὅθεν ἁγνή, δέησιν προσάγαγε σῶ Υἱῶ, Πατρί τέ καί τῷ Πνεύματι, τῷ ἐνί τῶν πάντων Δημιουργῶ,
Τριάδι τή ἁγία, ἴνα ἠμᾶς οἰκτείρη, καί πάντας σώση κόσμου σώτειρα.

Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις οἰκουμένης θεῖε φωστήρ, ἱεραρχῶν δόξα, διδασκάλων ἡ κορωνίς ρήτωρ τῶν ρητόρων, καί ποιμήν τῶν ποιμένων, κλέος τῶν θεολόγων, πάτερ Χρυσόστομε.
Χαίροις ὁ χρυσορειθρος ποταμός, ὁ τήν οἰκουμένην, καταρδεύων νάμα χρυσοῦν, χαίροις ὁ τήν γλώτταν χρυσούς καί τήν καρδίαν, Χρυσόστομε τρισμάκαρ, πατριαρχῶν ἡ κρηπίς.
Θείας εὐσπλαγχνίας γγυητᾶ, Χρυσόστομε πάτερ, καί ἁπάντων ἁμαρτωλῶν, ἡ παρηγορία, καί τῶν χήρων προστάτα, καί πλουτιστά πενήτων, σκέπε τούς δούλους σου.
Νυμφικόν ὡς κόσμον τή τοῦ Χριστοῦ, Ἐκκλησία μάκαρ, καταλέλοιπας τάς χρυσᾶς, καί θείας σου βίβλους, ὡς πολυτίμους λίθους, ὡς ψέλλια χλιδώνας καί περιδέραια.
Νεῖλον χρυσορρόαν καί Πακτωλόν, χρυσοδίνην Πάτερ, σέ γινώσκομεν ἀληθῶς, οὐκ Αἴγυπτον μόνην, ἀλλ’ ἅπασαν τήν κτίσιν, ἀρδεύοντα τοῖς ρείθροις, τῶν θείων λόγων σου.
Ποίμανον εἰς πόας ἀνθοποιούς, εἰς νομάς δροσώδεις, εἰς λειμώνας τούς ζωηρούς, εἰς τόπον τῆς χλόης, καί εἰς πηγᾶς ὑδάτων, Χρυσόστομε τρισμάκαρ, ἠμᾶς τούς δούλους σου.
Ρεῖθρον ἀναβλύζει μελισταγές, ἡ γλώσσα σου Πάτερ, κατανύξεως δέ ἠδύ, γλεῦκος ἀποστάζει, τό χρύσεόν σου στόμα, καί πόμα νεκταρῶδες, κιρνά τά χείλη σου.
Ἔχοντες ναόν σου τόν ἱερόν, τοῦτον Χρυσολόγε, ὡς προπύργιον νοητόν, προσφεύγομεν τούτω ἐν ὥρα τῶν κινδύνων, καί ἐπηρείας πάσης, ἀπολυτρούμεθα.
Αἴτησαι εἰρήνην παρά Θεοῦ, ὁμόνοιαν σκέπην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἠμίν τοῖς σοῖς οἰκέταις, εἰς δόξαν τοῦ Κυρίου, θεῖε Χρυσόστομε. χριστιανος.gr
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἱερεύς: Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Τά τροπάρια. Ἦχος πλ. β΄.
Ἐλέησον ἠμᾶς, Κύριε ἐλέησον ἠμᾶς• πάσης γάρ ἀπολογίας ἀπορροῦνες, ταύτην σοί τήν ἱκεσίαν ὡς Δεσπότη οἱ ἀρματωλοί προσφέρομεν• ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε ἐλέησον ἠμᾶς• ἐπί σοῖ γάρ πεποίθαμεν• μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μηνσθῆς τῶν ἀνομιῶν ἠμῶν• ἀλλ’ ἐπιβλεψον καί νῦν ὡς ἔσπλαγχνος, καί λύτρωσαι ἠμᾶς
ἐκ τῶν ἐχθρῶν ἠμῶν• σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός σου• πάντες ἔργα χειρῶν σου, καί τό ὄνομά σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τήν πύλην ἀνοιξον ἠμίν, εὐλογημένη Θεοτόκε• ἐλπίζοντες εἰς σέ μή ἀστοχήσαιμεν• ρυσθείημεν διά σου τῶν περιστάσεων• σύ γάρ εἰ ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.

Ὁ ἱερεύς τήν δέησιν καί τήν ἀπόλυσιν.
Ἐν δέ τή προσκυνήσει τῆς ἁγίας εἰκόνος, λέγε τά παρόντα.
Ἦχος β΄. Πάντων προστατεύεις

Θεῖε Ἱεράρχα τοῦ Χριστοῦ, πάνσοφε Χρυσόστομε πάτερ, φωστήρ παγκόσμιε, πάσης ἀπολύτρωσαι, βλάβης καί θλίψεως, ὁρατῶν ἀοράτων τέ, ἐχθρῶν καί παντοίων,
νόσων ἐλευθέρωσον, ψυχῆς καί σώματος, τούς τήν ἱεράν σου εἰκόνα, κατασπαζομένους ἐν πίστει, ἠμᾶς καί τιμώντας τόν σόν ὄνομα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Τή πρεσβεία Κύριε πάντων τῶν ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν, καί ἐλέησον ἠμᾶς ὡς μόνος οἰκτίρμων.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Στίχοι
Τό Πνεῦμα τό ζῶν, ἡ θεορρυτος Χάρις, ἡ καινοποιός καί παράκλητος χύσις, ἐν ὤ πνέω, ζῶ φθέγγομαι, χαίρω, γράφω, μένοις μεθ’ ἠμῶν, πανταχοῦ, πάντα χρόνον.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα