Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

 

 

Ὁ Ἱερεύς• Εὐλογητός ὁ Θεός...

Ὁ ἀναγνώστης• Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου• ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον• δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Το πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ• ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.


Καί εὐθύς τό, Θεός Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς:

Ἦχος δ΄.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…

Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…

Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Τῇ Θεοτόκῳ…

Τόν τῶν ἀῤῥήτων μυστηρίων ἐπόπτην, καί ζηλωτήν Θεοῦ τοῦ ζῶντος προφήτην, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς• Ἠλία μεγαλώνυμε, ταῖς πρεσβείαις σου ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμᾶς, καί παντοίων κινδύνων, καί πάσης ἄλλης βλάβης καί φθορᾶς, τούς προσφυγόντας, θεόπτα, τῇ σκέπῃ σου.

Δόξα. Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ψαλμός Ν΄

Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας• τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι• πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί ὁ Κανών τοῦ Κυρίου Ἰωσήφ, διορθωθείς, οὗ ἡ ἀκροστιχίς• Νέμοις μάκαρ μοι θείαν   Ἠλιού χάριν. Ἰωσήφ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Νενεκρωμένην τήν ψυχήν μου ζώωσον, ὡς τόν τῆς χήρας υἱόν, καί ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καί πρός ζωήν ὁδήγησον, καί τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον.

Ἐν τῷ σέ τίκτεσθαι ὁ σός μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα• πῦρ γάρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σέ τεθέαται μάκαρ• διό ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρός αἰωνίζοντος.

Μεγαλυνθείς ταῖς πρός Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρίῳ πάντοτε, διό με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τό ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σωζόμενος.

Θεοτοκίον.

Ὁ ὑπερούσιος Θεός, Πανάμωμε, ἐκ σοῦ σεσάρκωται, καί δι’ ἡμᾶς ὤφθη, καθ’ ἡμᾶς ὡς ἄνθρωπος• ὅν ἐκτενῶς ἱκέτευε, ὑπέρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με, Πάναγνε, σῶσαι καί κολάσεως ῥύσασθαι.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος…

Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε προφῆτα ζήλῳ, Θεοῦ πυρπολούμενος• ὅθεν κραυγάζω σοι, τῶν τῆς αἰσχύνης με ἔργων, καί διαιωνίζοντος πυρός ἐξάρπασον.

Σέ προβάλλομαι πρέσβυν, πρός τόν Θεόν μέγιστον, σώζειν με δυνάμενον, πάσης, μάκαρ, κακώσεως• προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καί μή ὑπερίδῃς με παρακαλοῦντά σε.

Μεγαλύνει Θεός σε, ὁ παντουργός ἔνδοξε, πάλαι, Ἠλιού, δι’ ὀρνέου, τρέφων προφῆτά σε• ὅν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καί φωτός τοῦ μέλλοντος ποιῆσαι μέτοχον.

Θεοτοκίον.

Ἀδιόδευτε πύλη, ἡ πρός Θεόν φέρουσα, πύλας μετανοίας μοι, Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τόν ῥύπον, ὄμβροις τοῦ ἐλέους σου, Θεοχαρίτωτε.

ᾨδή δ΄. Σύ μου ἰσχύς, Κύριε…

Κάμπτει τόν σόν, ζῆλον Θεός πυρακτούμενον, καί πρός χήραν, πέμπει διατρέφεσθαι, τόν γυναικός, πάλαι ἀπειλῇ, Ἠλιού, φυγάδα γεγενημένον, θεσπέσιε• διό σε ἱκετεύω, τήν ψυχήν μου πεινῶσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.

Ἁμαρτιῶν, νέφη δεινά συγκαλύπτει με, τρικυμίαι, βίου με χειμάζουσι, καί ἐπιπνέουσι χαλεπῶς, κατά τῆς ψυχῆς μου, τῆς πονηρίας τά πνεύματα. Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ μοι, σωτηρίας πρός ὅρμον ἰθύνων με.

Ῥῶσιν ψυχῆς, ῥῶσιν παράσχου μοι σώματος, τόν τάς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἠλιού, Κύριον τῆς δόξης• καί ἀβλαβῶς διατρέχειν με, τά σκάνδαλα τοῦ βίου, κατευόδωσον σέ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.

Θεοτοκίον.

Μετά πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετά πάντων, Δέσποινα πανάμωμε, τῶν προφητῶν καί τῶν ἀθλητῶν καί τῶν ἀποστόλων, καί τῶν ὁσίων ἱκέτευε, τυχεῖν με σωτηρίας, τόν πολλά ἁμαρτῶντα, καί ῥυσθῆναι μελλούσης κολάσεως.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω...

Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλῳ τῆς πίστεως• ἀλλά δέομαί σου, Ἠλιού, ἱεραῖς μεσιτείαις σου, τήν φλογμῷ τακεῖσαν, τῶν ἡδονῶν ψυχήν μου, θείαις ἐπομβρίαις, ἀρδεῦσαι καί σῶσαί με.

Ἱερεύς δεδειγμένος, τέθυκας ἀθώοις σου χερσί, πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τά ἄτοπα• ἀλλά δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας, ἀβλαβῆ με, προφῆτα, συντήρησον.

Θαυμαστοῦσαι, προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τά θύματα, ἐκτελέσας πίστει• διά τοῦτο ἀπαύστως σου δέομαι, τῇ ἐμῇ καρδίᾳ, τόν ἱερόν ἀνάψαι πόθον, τά ὑλώδη μου πάθη συμφλέγοντα.

Θεοτοκίον.

Ἐπί σέ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος• ὅν δυσώπει, Κόρη, ἐπομβρίσαι μοι νῦν κατανύξεως, καθαράς σταγόνας, ἀποπλυνούσας πάντα ῥύπον, τῶν ἀμέτρων κακῶν μου, πανάμωμε.

ᾨδή στ΄. Ἱλάσθητί μοι...

Ἱλάσθητί μοι, Σωτήρ, πολλά σοι ἀφρόνως πταίσαντι, καί τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἠλιού τόν μέγαν, καί τήν ἄχραντον Μητέρα σου.

Ἁγνείας ὡς φυτουργός, ἁγνόν ψυχῇ με συντήρησον• ὡς ζηλωτής, Ἠλιού, ζήλου θείου πλήρωσον, τήν ἐμήν διάνοιαν, ὅπως τῆς κακίας, τάς ἐφόδους ἀποκρούσωμαι.

Νηστεύεις βρώσει μιᾷ, ὁδόν τεσσαρακονθήμερον, ἀνύων θείᾳ ῥοπῇ• διό ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεύεσθαί με, θεοφόρε, ἐνδυνάμωσον.

Θεοτοκίον.

Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινῇ μου ψυχῇ, ἐν αἷς εἰσελεύσομαι, ἐξομολογούμενος, καί κακῶν τήν λύσιν, Θεοτόκε ἀπολήψομαι.

Κατάσβεσον, προφῆτα ἔνδοξε Ἠλιού Θεσβῖτα, τῶν παθῶν ἡμῶν τούς φλογώδεις ἄνθρακας, ἰσχύϊ σῆς πρεσβείας, θεόφρον.

Καί τό Θεοτοκίον. Ἐπίβλεψον…

Ὁ Ἱερεύς μνημονεύει.

Εἶτα τό Κοντάκιον. Ἦχος β΄.

Προφῆτα Θεοῦ Ἠλιού μεγαλώνυμε, τούς πόθῳ σε ἀεί ἀνυμνοῦντας καί γεραίροντας, κινδύνων τῶν ἐν βίῳ πολυειδῶν, νόσων παντοδαπῶν, καί πάσης τῆς ἐξ ἐχθρῶν, προερχομένης θλίψεως, ῥῦσαι ταῖς ἐνθέρμοις πρεσβείαις σου, καί ταῖς θείαις μαρμαρυγαῖς, τάς ψυχάς ἡμῶν καταύγασον.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.

Σύ ἱερεύς εἰς τόν αἰῶνα κατά τήν τάξιν Μελχισεδέκ.

Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου• Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (δ΄2230)

Τῷ καιρῷ ἐκείνῳ ἐθαύμαζον οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καί ἔλεγον• Οὐχ αὗτός ἐστιν ὁ υἱός Ἰωσήφ; Καί εἶπε πρός αὐτούς• Πάντως ἐρεῖτέ μοι τήν παραβολήν ταύτην• Ἰατρέ, θεράπευσον σεαυτόν• ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καί ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δε• Ἀμήν λέγω ὑμῖν, ὅτε οὐδείς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δέ λέγω ὑμῖν. Πολλαί χῆραι ἦσαν ἐν ταῖς ἡμέραις  Ἠλιού ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανός ἐπί ἔτη
τρία καί μῆνας ἕξ, ὡς ἐγένετο λιμός μέγας ἐπί πᾶσαν τήν γῆν• καί πρός οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρός γυναῖκα χήραν. Καί πολλοί λεπροί ἦσαν ἐπί Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ• καί οὐδείς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμάν ὁ Σύρος. Καί ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα. Καί ἀναστάντες ἐξέβαλον αὐτόν ἔξω τῆς πόλεως• καί ἤγαγον αὐτόν ἕως τῆς ὀφρύος τοῦ ὄρους, ἐφ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τό κατακρημνίσαι αὐτόν. Αὐτός δέ, διελθών διά μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα. Ταῖς τοῦ σοῦ προφήτου….

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Στίχος. Ἐλέησόν με ὁ Θεός….

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...

Προφῆτα θεόσοφε, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε ἄγγελε, καί βροτέ οὐράνιε, σοῦ δεόμεθα. Ζηλωτά πρόφθασον, καί ῥῦσαι σκανδάλων, καί κινδύνων τήν ζωήν ἡμῶν, καί πάσης θλίψεως, ἐχθρῶν ἀνομούντων πρεσβείας σου, καί πᾶσαν νόσον δίωξον, καί πταισμάτων ἄφεσιν αἴτησαι, Ἠλιού θεόπτα, προστάτα τῶν πιστῶν καί ἰατρέ, καί τῆς τοῦ ᾅδου διάσωσον, δεινῆς κατακρίσεως.

Τό, Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδή ζ΄. Θεοῦ συγκατάβασιν...

Λαόν ἀπολλύμενον, κατοικτειρήσας, ζήλῳ τῆς πίστεως, ἐπικλήσεσι θείοις, πῦρ κατηγάγου φλογίζον, ἔνδοξε, ὅσιον θῦμα, διό ἱκετεύω σε, τῆς αἰωνίου φλογός, ῥῦσαι καί σῶσόν με.

Ἰδεῖν κατηξίωσαι, Θαβώρ ἐν ὄρει, Θεοῦ τό πρόσωπον• ὅν δυσώπει, προφῆτα, τοῦ παραβλέψαι τάς ἁμαρτίας μου, καί ἐν ἡμέρᾳ τῆς δίκης, θεάσασθαι, ἀκαταγνώστῳ ψυχῇ, αὐτοῦ τό πρόσωπον.

Ὁδόν πορευόμενος, τοῦ βίου πλάνας, πολλάς ὑφίσταμαι• ἀγαθέ μου προστάτα, κυβέρνησόν με τῇ προστασίᾳ σου, ἐπιστηρίζων γνώμῃ, σαλευόμενον, καί πρός σαρκός ἡδονάς, Ἠλιού νεύοντα.

Θεοτοκίον.

Ὑμνῶ σε Πανύμνητε καί μεγαλύνω Θεοχαρίτωτε, τήν ἁγνήν σου λοχείαν• βοήθησόν μοι βίου τοῖς κύμασι, χειμαζομένῳ, καί δίδου κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, καθαρτικήν μολυσμῶν.

ᾨδή η΄. Ἑπταπλασίως κάμινον...

Χωρητικόν δοχεῖόν σε, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῇ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καί βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας Ἠλιού, καί αἰσχύνης συγκόπτοντα μαχαίρᾳ, ἱερεῖ, διά τοῦτο βοῶμέν σοι, μελλούσης ἡμᾶς αἰσχύνης ῥῦσαι.

Ἅρμα πυρός σε ἔλαβεν, ἀπό γῆς πυρακτούμενον, ζήλῳ, Ἠλιού, τῷ θεϊκῷ, θεόπνευστε• διό ἱκετεύω σε, τῶν ἐν τῇ γῇ ἁπάντων κακῶν, τῶν σῶν ἀρετῶν, ἐπικουφίζειν τόν νοῦν μου, τεθρίππῳ, καί πρός νύσσαν, οὐρανίαν με φθάσει, τόν πάντων ἐκδυσώπει, Θεόν καί Βασιλέα.

Ῥήματι ζῶντι ἔκλεισας οὐρανόν ὑετίζοντα• ῥήματί σου νῦν, πνευματικῷ διάνοιξον, τάς πύλας μοι δέομαι, τῆς μετανοίας, ἅγιε, πέμπων τῇ ψυχῇ μου κατανύξεως ὄμβρους• καί σῶσόν με βοῶντα• Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰῶνας.

Τριαδικόν.

Ἰσοσθενῆ ὁμότιμον, ὁμοούσιον σύνθρονον, σέβοντες Τριάδα, ἐν μιᾷ θεότητι, Πατέρα δοξάζομεν, Υἱόν καί Πνεῦμα Ἅγιον, ἄδυτον αὐγήν ὁμοβασίλειον κράτος, καί μέλπομεν συμφώνως• Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον.

Νομοθετῶν εὐσέβειαν, καί διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἐκ σοῦ τεχθείς ἐπέφανεν• ὅ νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαί μοι πύλας, καί σῶσαί με βοῶντα• Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰῶνας.

ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ…

Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ἰδεῖν δυνατόν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τό σῶμα διαγωγαῖς, καταλεπτύνας, ἔνδοξε• ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τό πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.

Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαῤῥήξας διέβης, πανόλβιε, οὕτω κἀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τάς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ’ ἑκάστην, προφῆτα θεηγόρε, τρυφῆς χειμάῤῥουν προξενοῦντάς μοι.

Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρεκτροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καί τῆς ἐν τῇ γεένῃ, αἰωνιζούσης κατακρίσεως.

Ἡρπάγης πρός τό ὕψος, Ἐλισαιέ, δισσουμένην τήν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού• μεθ’ οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν κατά παθῶν, τοῖς σε ἀνευφημοῦσι, καί πόθῳ τήν σήν μνήμην, περιχαρῶς πανηγυρίζουσι.

Θεοτοκίον.

Φωνάς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μή παρίδῃς, πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἴτησαι τόν πάντων Δημιουργόν, τοῖς εὐσεβέσιν ἄφεσιν, καί τήν εὐρωστίαν τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καί θείας βασιλείας, τήν μετουσίαν καί λαμπρότητα.

Τό, Ἄξιόν ἐστιν ὡς ἀληθῶς.

Καί τά παρόντα Μεγαλυνάρια.

Δεῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου ἁρπαγέντα ἀπό τῆς γῆς, τῆς Χριστοῦ δευτέρας Πρόδρομον παρουσίας, Ἠλίαν τόν Θεσβίτην ὕμνοις τιμήσωμεν.

Χάριν ἰαμάτων παρά Θεοῦ, εἰληφώς Ἠλία, θεραπεύεις πάθη δεινά• διό τοῖς ἐν πίστει σέ ἐπικαλουμένοις, θεράπευσον τά πάθη ψυχῆς καί σώματος.

Καί τό Θεοτοκίον. Πᾶσαι τῶν ἀγγέλων…

Τρισάγιον, εἶτα τό Τροπάριον. Ἦχος β΄.

Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τήν χάριν, νόσους ἀποδιώκει καί λεπρούς καθαρίζει• διό καί τοῖς τιμῶσιν αὐτόν βρύει ἰάματα.

Εἶτα μνημονεύει ὁ Ἱερεύς.

Ἐν τῇ ἀπολύσει ψάλλεται τό παρόν

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σέ νεκρόν…

Δεῦτε Ὀρθοδόξων ἡ πληθύς, μέλος ἐναρμόνιον ὄντως, ψαλμικῶς ἄσωμεν, καί τόν χριστοκήρυκα ἀνευφημήσωμεν, τόν οὐράνιον ἄνθρωπον, Ἠλίαν τόν θεῖον, καί ἀναβοήσωμεν, πρός αὐτόν λέγοντες• πάντας τούς πιστῶς σου τελοῦντας, μνήμην τήν ἁγίαν λιταῖς σου, ῥῦσαι ἐκ παντοίων περιστάσεων.
 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα