Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ     εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Πορφύριον τον Καυσοκαλυβίτην

 

Ευλογήσαντος του ιερέως αρχόμεθα του ΡΜΒ΄ (142) ψαλμού.

 

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ΄Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

 

 

Και ευθύς εις ήχον δ΄.

Θεός Κύριος και επέφανεν ημίν,

ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου

(τετράκις)

 

Ήχος δ΄.

«Ο υψωθείς εν τω Σταυρώ»

 

Τω υπηρέτη του Χριστού Πορφυρίω,

χαριτωθέντι δωρεαίς εξαισίαις,

προσείπωμεν δεόμενοι εκ βάθους ψυχής·

άγιε Πορφύριε, ταπεινών ο προστάτης,

λύτρωσαι δεόμεθα, πατρική σου πρεσβεία,

πάσης ανάγκης, νόσων και δεινών

τους αιτουμένους την χάριν την θείαν σου.

 

Δόξα. Όμοιον

 

Ευαρεστήσας τον Χριστόν εν των κόσμω,

μετά αγγέλων φωτεινών συγχορεύεις,

μεθʼ ων τον αίνον άληκτον προσφέρεις τω Θεώ,

όσιε Πορφύριε, μύστα των απορρήτων,

αποκρύφων γνώστα τε μυστηρίων βαθέων,

α διοράν σοι έδωκε Χριστός,

βραβεύων, πάτερ, την σην καθαρότητα.

 

Και νυν. Θεοτοκίον

 

Ου σιωπήσομέν ποτε, Θεοτόκε,

τας δυναστείας σου λαλείν οι ανάξιοι.

Ει μη γαρ προΐστασο πρεσβεύουσα,

τις ημάς ερρύσατο

εκ τοσούτων κινδύνων;

Τις δε διεφύλαξεν

έως νυν ελευθέρους;

Ουκ αποστώμεν, Δέσποινα, εκ σου·

σους γαρ δούλους σώζεις αεί

εκ παντοίων δεινών.

 

Είτα τον Ν΄ Ψαλμόν

 

Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ΄ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

 

Ο Κανών, ού η ακροστιχίς·

«Πού καταφύγω; Πορφυρίου σκέπη. Ευαγγέλου»

 

 

Ωδή α΄.

Ήχος πλ. δ΄. «Υγράν διοδεύσας.»

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Πολλοίς συνεχόμενος πειρασμοίς,

προς σε καταφεύγω,

ως μεσίτη προς τον Θεόν·

ειρήνευσον, πάτερ, την ζωήν μου

και παύσον σάλον αθλίας καρδίας μου.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Οσίως ανύσας σου την ζωήν,

ευχαίς σου νυν εύρες

παρρησίαν προς τον Θεόν·

προς Ον μεσιτεύων ασθενούντας

ιάσαι, πάτερ, και λύεις νοσήματα.

 

Υμνών τον Σωτήρα εν ουρανοίς

φρουρείς τας μονάς σου

εν τω Άθω και Αττική,

παρέχων την χάριν τοις σοις τέκνοις

του εκνικάν τα δαιμόνων φρυάγματα.

 

Θεοτοκίον.

 

Καυσοκαλυβίων των αθλητήν

και την Θεοτόκον

ανυμνήσωμεν εν ωδαίς,

πρεσβεύειν αιτούντες προς Σωτήρα

και βοηθείν εν κινδύνοις και θλίψεσι.

 

Ωδή γ΄. «Ουρανίας αψίδος».

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Αγαλλόμενοι πάντες,

ως εν χορώ, κράζομεν

σου τους άθλους, πάτερ, αινούντες

και τους αγώνας σου

κατά του άρχοντος

των ακαθάρτων πνευμάτων,

ου μανίας, όσιε,

σώζε υμνούντας σε.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Ταπεινώσεως άκρας,

υπακοής πρότυπον

όντως ασκουμένων εγένου

όρει εν Άθωνι

και εις την Εύβοιαν,

εν τη μονή Χαραλάμπους·

όθεν χάριν έλαβες

πλήττειν τους δαίμονας.

 

Απορρήτων τον μύστην,

θαυματουργόν όσιον,

πάσης Αττικής τον προστάτην

πάντες δοξάσωμεν,

ύμνοις εξαίροντες,

των χαρισμάτων το πλήθος,

διʼ ων ο Παράκλητος τούτον εκόσμησε.

 

Θεοτοκίον

 

Φυλακτήριον πάντων

εκ των δεινών θλίψεων

συ υπάρχεις μόνη, Παρθένε,

φρούρει υμνούντας σε

εν τω ελέει σου,

πρεσβείαις του Πορφυρίου,

πανελλήνων Γέροντος,

παντελεήμονος.

 

Διάσωσον

από κινδύνων τους δούλους σου, θείε Πάτερ,

τους την σην εν δεινοίς αιτούντας βοήθειαν

και δίωξον άγχος και ακηδίαν.

 

Επίβλεψον

εν ευμενεία, πανύμνητε Θεοτόκε,

επί την εμήν χαλεπήν του σώματος κάκωσιν

και ίασαι της ψυχής μου το άλγος.

 

Αίτησις και το Κάθισμα.

Ήχος β΄. «Πρεσβεία θερμή».

 

Φυλάξαι ημάς

δεόμεθα εκ θλίψεων,

τηρήσαι πιστούς

τη πίστει του Χριστού ημών,

Πορφύριε όσιε,

της Ευβοίας νέον το βλάστημα,

της Εκκλησίας καύχημα σεπτόν

και πάντων οσίων εγκαλλώπισμα.

 

Ωδή δ΄. «Εισακήκοα Κύριε».

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Υψωθείς εν παλαίσμασι

προς τον φθονερόν των ανθρώπων τύραννον,

θείον στέφος, πάτερ, έλαβες

νικητής προβάς ως ωραιότατος.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Γέρας πόνοις σου δέδοται

το διερμηνεύειν σε τα μυστήρια,

και τα μέλλοντα προβλέπειν σε

και ιάσθαι πάντα τα νοσήματα.

 

Ω καινά και θαυμάσια

τα τη χάριτί σου τερατουργούμενα!

Ποίοις λόγοις ύμνους πλέξω σοι;

Δειλιώ, ω πάτερ, και εξίσταμαι.

 

Θεοτοκίον.

 

Παναγία μου Δέσποινα,

των αγγέλων θαύμα το ακατάληπτον,

υμνωδείν σε καταξίωσον

του Σωτήρος πάντων την γεννήτριαν.

 

Ωδή ε΄. «Φώτισον ημάς.»

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Όλων ο πατήρ

και προστάτης όντως γέγονας

θλιβομένων εν ζωή η χαρμονή,

ως παρέχων πάσι θείαν προστασίαν σου.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Ρώσιν εν δεινοίς

σε, Πορφύριε, κεκτήμεθα,

σοι προσφεύγοντες θερμαίς εν προσευχαίς,

ως μεσίτη προς Θεόν τον πανοικτίρμονα.

 

Φύλαξον ημάς

τους τιμώντας σε, Πορφύριε,

χορηγών της μαρτυρίας του Χριστού

την προαίρεσιν και ζέσιν θείας πίστεως.

 

Θεοτοκίον.

 

Ύμνον σοι, Αγνή,

ευφροσύνως αναμέλπομεν,

των αγγέλων ούσαν όντως γλυκασμόν,

και πικρίαν Εύας λύσασαν τω τόκω σου.

 

Ωδή ς΄. «Την δέησιν»

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Ρωννύμεθα

ταις ευχαίς σου, όσιε,

και ψυχήν προς ουρανούς ανυψούμεν,

υπομονήν και ανδρείαν πλουτούντες

εν πειρασμοίς και δειναίς επιθέσεσι,

Πορφύριε, πάτερ ημών·

όθεν πάντες κοινή ανυμνούμεν σε.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Ιώμενος

πάσαν νόσον, όσιε,

αγαπάν ημάς Σωτήρα κελεύεις

όλη ψυχή, και νοΐ, και καρδία,

και προς Αυτόν αναπέμπειν την δέησιν,

ότι Αυτός προνοητής

και ημών αντιλήπτωρ γεγένηται.

 

Ολόφωτος

η σεπτή σου, όσιε,

κεφαλή, χάριτι θεία εφάνη

τον θείον μύστην Χριστού προδηλούσα

τη προσελθούση γυνή προς προσκύνησιν,

πληρώσασα εκ θαυμασμού

την ψυχήν ταύτης, μάκαρ Πορφύριε.

 

Θεοτοκίον

 

Υμνούντες σε,

Θεοτόκε Άχραντε,

τας ψυχάς προς ουρανούς ανυψούμεν,

τη του Υιού σου αγάπη θαρρούντες

και μητρικαίς σου πρεσβείαις ελπίζοντες,

δεόμενοι επιτυχείν

παραδείσου τερπνού απολαύσεως.

 

Διάσωσον

από κινδύνων, Πορφύριε, σους ικέτας

και παράσχου τη ση μονή βοήθειαν, όσιε,

ως έχων προς Κύριον παρρησίαν.

 

Άχραντε

η διά λόγου τον Λόγον ανερμηνεύτως

επʼ εσχάτως των ημερών τεκούσα, δυσώπησον

ως έχουσα μητρικήν παρρησίαν.

 

Αίτησις και το Κοντάκιον.

Ήχος β΄. «Προστασία των χριστιανών».

 

Στεναζόντων πάντων η παράκλησις γέγονας,

κλονουμένων εν πίστει, τοις θαύμασι στήριγμα.

Όθεν πάντες προς την σην χάριν σπεύδομεν πιστοί

πολλής δέξασθαι σης αρωγής

εν τω πελάγει της ζωής

και τη ζάλη των θλίψεων.

Δίδου ημίν υγείαν,

ψυχής τε την ευρωστίαν,

ευχαίς σου, πάτερ, προς Θεόν,

ικετεύομεν οι δούλοι σου.

 

Προκείμενον.

 

Τίμιος εναντίον Κυρίου

ο θάνατος του Οσίου αυτού.

 

Στίχ. Τοις αγίοις αυτού τοις εν τη γη

εθαυμάστωσεν ο Κύριος.

 

Ευαγγέλιον κατά Ματθαίον

 

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς· Πάντα μοι παρεδόθη υπό του Πατρός μου· και ουδείς επιγινώσκει τον Υιόν, ει μη ο Πατήρ· ουδέ τον Πατέρα τις επιγινώσκει, ει μη ο Υιός, και ω εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφʼ υμάς, και μάθετε απʼ εμού, ότι πράος ειμι και ταπεινός τη καρδία· και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών. Ο γάρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν εστιν.

 

Δόξα. Ήχος β΄.

 

Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον,

εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 

Και νυν

 

Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον,

εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 

Προσόμοιον

Ήχος πλ. β΄. «Όλην αποθέμενοι».

 

Στιχ. Ελεήμον, ελέησόν με ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.

 

Καυσοκαλυβίων τε

του όρους Άθωνος μύστην,

μοναχών το σέμνωμα,

ιερέων πάντιμον εγκαλλώπισμα,

ιατρόν άρτιστον,

ορφανώ πατέρα,

των πιπτόντων σε ανόρθωσιν

έγνωμεν, όσιε,

και των δαιμονώντων την λύτρωσιν·

γαλήνης ημίν πρόξενον

και χαράς μεγάλης τον αίτιον.

Όθεν σοι βοώμεν·

μη παύση επισκέπτεσθαι ημάς,

ιάσθαι, πάτερ Πορφύριε,

και φυλάττειν δούλους σου.

 

Ο ιερεύς: Σώσον ο Θεός τον λαόν σου...

 

Ωδή ζ΄. «Οι εκ της Ιουδαίας.»

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Εν απλότητι όλην

την ζωήν σου διήλθες

και υπηρέτησας

Θεώ τε και ανθρώποις,

νυκτός τε και ημέρα

προσευχόμενος, όσιε,

και φέρων πόνους ημών,

Πορφύριε, παμμάκαρ.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Πατρικήν σου πρεσβείαν,

εκζητούμεν, τρισμάκαρ,

προς τον Θεόν ημών,

ίνα διασωθώμεν

κιδύνων και μανίας

πονηρού πολεμήτορος,

θαρρούντες, πάτερ, τη ση

μεγάλη ευσπλαγχνία.

 

Ηγαπήθης υφʼ όλων,

ως αγάπην πηγάζων

και πλημμυρών ημάς,

πληγάς τε θεραπεύων,

δαιμόνια εκβάλλων

και εκ πόνων λυτρούμενος,

παρέχων χάριν δʼ αεί

τοις αιτουμένοις πάσι.

 

Θεοτοκίον

 

Ευγνωμόνως υμνούμεν

Σε, Παρθένε και μήτερ

Θεοχαρίτωτε,

ως τέξασαν τω κόσμω

Σωτήρα απειράνδρως

και Θεόν Πανοικτίρμονα,

προς ον πρεσβεύεις αεί

σωθήναι τους ανθρώπους.

 

Ωδή η΄. «Τον Βασιλέα».

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Υπέρ υγείας

και σωτηρίας του κόσμου

τας ευχάς σου Χριστώ συ προσάγεις,

όθεν σε υμνούμεν,

Πορφύριε, τρισμάκαρ.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Αμαρτιών μου

Συ την πληθύν άφες, Σώτερ,

Πορφυρίου θερμαίς ικεσίαις,

και εν μετανοία

τον βίον μου παράσχου.

 

Γαλήνην δίδου

τρικυμιζούση καρδία,

των δεινών τας οδύνας πραΰνων

χάριτί σου, πάτερ,

καμνόντων ευγεργέτα.

 

Θεοτοκίον

 

Γέγονας μήτηρ

εν παρθενία τελούσα,

τον Θεόν και Σωτήρα τεκούσα,

ον εκδυσωπούσα,

κινδύνων σώζεις πάντας.

 

Ωδή θ΄. «Κυρίως Θεοτόκον.»

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Ελέησον ικέτας

και προσπίπτοντάς σοι

την ευσπλαγχνίαν την σην αναμένοντας,

παρέχων χάριν, υγείαν

και την μετάνοιαν.

 

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 

Λαλήσας ο κωφός σοι

την ευχαριστίαν,

ως διά σου σεσωσμένος, προσέφερε,

των συγγενών θαυμαζόντων

και προσκυνούντων σε.

 

Ο νέος εν οσίοις

καταπλήττεις πάντας

τερατουργίαις σου, πάτερ Πορφύριε,

ελκύσας άνωθε χάριν

τη ταπεινώσει σου.

 

Θεοτοκίον.

 

Υμνούμεν σε Παρθένε,

Κεχαριτωμένη,

ως την ελπίδα τω κόσμω δωρήσασαν,

τεκούσα πάσι Σωτήρα

Θεόν και άνθρωπον.

 

Το Άξιόν εστι και τα Μεγαλυνάρια ταύτα.

 

Χαίροις των οσίων η καλλονή

και των ασκουμένων

οδηγός και υπογραμμός.

Χαίροις ιερέων

το στέφος και η δόξα,

Πορφύριε τρισμάκαρ,

Άθωνος καύχημα.

 

Ψάλλομέν σου, πάτερ, τας αρετάς,

ταπεινοφροσύνην

και την άκραν υπακοήν,

την Θεολογίαν,

αγνείας τέλος ούσαν,

αγάπης σου το εύρος,

το ατελεύτητον.

 

Ως παιδίον γέγονας τη ψυχή,

αμνησικακίαν

και απλότητα ενδυθείς,

θείων χαρισμάτων

τον πλούτον αποκρύπτων,

τη ακενοδοξία

πολιτευόμενος.

 

Διορατικών ήσθα κορυφή,

προφητών μεγάλων

πλησιέστατος συγγενής·

ιαματικών τε

συνόμιλος αγίων,

Πορφύριε, εδείχθης,

Άθωνος κόσμημα.

 

Tης Αποκαλύψεως θεωρός,

της προς Ιωάννην,

εν τη Πάτμω συ γεγονώς,

ώφθης μύστης μέγας

των θείων μυστηρίων,

τα Χερουβίμ εγγίσας

τη ταπεινώσει σου.

 

Ναυαγών του βίου ώφθης λιμή

και των θλιβομένων

η παράκλησις η θερμή,

των απολωλότων

ποιμήν της Εκκλησίας,

και κρήνη ιαμάτων

της θείας χάριτος.

 

Πάσαι των αγγέλων αι στρατιαί,

Πρόδρομαι Κυρίου,

Αποστόλων η δωδεκάς,

οι άγιοι πάντες

μετά της Θεοτόκου,

ποιήσατε πρεσβείαν

εις το σωθήναι ημάς.

 

Το Τρισάγιον...

 

Απολυτίκιον.

Ήχος α΄. «Της ερήμου πολίτης.»

 

Της Ευβοίας τον γόνον,

πανελλήνων τον Γέροντα,

της Θεολογίας τον μύστην

και Χριστού φίλον γνήσιον,

Πορφύριον τιμήσωμεν, πιστοί,

τον πλήρη χαρισμάτων εκ παιδός.

Δαιμονώντας γαρ λυτρούται, και ασθενείς

ιάται πίστει κράζοντας·

δόξα τω δεδωκότι σοι ισχύν,

δόξα τω σε αγιάσαντι,

δόξα τω ενεργούντι διά σου πάσιν ιάματα.

 

Η Εκτενής και Απόλυσις.

 

Μετά την «Απόλυσιν» ψάλλομεν αργώς τα κάτωθι τροπάρια.

 

Ήχος β΄. «Ότε εκ του ξύλου.»

 

Πάσι τοις τιμώσιν ευλαβώς

την σεπτήν σου μνήμην, τρισμάκαρ,

και δεομένοις πιστώς

δώρησαι την ίασιν

παθών, Πορφύριε·

και κινδύνων και θλίψεων

και ζάλης του κόσμου

λύτρωσαι πρεσβείαις σου

τους σοι προστρέχοντας·

έχεις γαρ πολλήν παρρησίαν,

ως Χριστού θεράπων και φίλος,

μεσιτεύειν, όσιε, προς Κύριον.

 

Δέσποινα, πρόσδεξαι

τας δεήσεις των δούλων σου

και λύτρωσαι ημάς

από πάσης ανάγκης και θλίψεως.

 

Την πάσαν ελπίδα μου

εις σε ανατίθημι,

μήτερ του Θεού,

φύλαξόν με υπό την σκέπην σου.

 

Δίστιχον.

 

Πορφύριε, φύλαττε θερμαίς ευχαίς σου

Ευάγγελον μέλψαντα θαυμάσιά σου.

 

 

Ποίημα Ευαγγέλου Χρ. Καραδήμου, Θεολόγου - Φιλολόγου, Αθήναι 1998, Εκδόσεις Ιχνηλασία.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα