Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 




Ὁ Ἱερεύς·
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε· νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.


Ψαλμός ρμβ΄ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, έν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσωμαι τοῖς καταβαίνουσιν είς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωῒ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθεία· ἕνεκεν τοῦ ὀνομάτός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαισύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.

Καί εὐθύς τό· Θεός Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς:

Ἦχος δ΄

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν…

Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τήν χαριτόβρυτον πιστοί τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῇ· χαίροις ὁ ἀέναος ποταμός τῶν θαυμάτων, πίστει τούς προστρέχοντας, ἅπαντας καταρδεύων, τήν προστασίαν ἔχοιμεν τήν σήν, θλίψεσι πάσαις, Εἰκών θαυματόβρυτε.






Δόξα… Καί νῦν…
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ σύ προῒστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης (χῦμα).
Ψαλμός ν΄(50).


Ἐλεησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου· Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντρετιμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Ὠδή α΄. Ἦχος πλ. δ΄. Στίχος Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ Εἱρμός. Ἁρματηλάτην Φαραώ.

Ἀπό χειλέων ρυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἁγνή, ὡς πρίν ὁ Υἱός σου, ὁ Θεός καί πλάστης μου, τῆς χήρας κατεδέξατο τά λεπτά, καί τήν λύσιν τῶν ὀφλημάτων παράσχου μοι, ἵνα κατά χρέος γεραίρω σε.

Δεῦρο ψυχή μου ταπεινή καί βόησον, τῇ Θεομήτορι, χριστιανῶν σκέπη, μή ἐγκαταλείπῃς με, ἀντιλαβοῦ καί σῶσόν με, καί τῆς αἰωνιζούσης κολάσεως ἐλευθέρωσον, ἡ τῶν ἀνελπίστων ἀντίληψις.

Ὁ σός λαός ἐπί τό σόν κατέφυγεν, ἐκτύπωμα ἱερόν, καί εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος, μή οὖν παρίδῃς Ἄχραντε, τάς αὐτοῦ ἱκεσίας, τούς στεναγμούς καί τά δάκρυα, καί τούς κοπετούς καί τά τραύματα.

Εὐλογημένη ἡ Θεόν κυήσασα, τοῦτον δυσώπει ἀεί, ὑπέρ τῶν σῶν δούλων, τῶν δεινά καί οἴκτιστα, πασχόντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, τῇ ὑπερφώτῳ Εἰκόνι σου, πίστει προστρεχόντων Πανάχραντε.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Καλαματίων τήν ζάλην, καί τά φρικτά κύματα, τά ἐπαπειλοῦντα σοῖς δούλοις, ἄρδην τόν ὄλεθρον, τρέψον Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει σου, ὡς ταύτης πρόμαχος.

Τούς ἐν τῇ δέ τῇ πόλει, τῇ σῇ ἁγνή Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καί περιστάσεως, τήρει ἀπήμονας, ἀλλά καί ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.

Οὐκ ἰσχύει Παρθένε, τό ἀχανές πέλαγος, τῶν σῶν θαυμασίων καί ξένων, γλῶσσα ἡ βρότειος, ἐκδιηγήσασθαι, ἅ καθεκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θείᾳ Εἰκόνι σου.

Τῶν δαιμόνων ἐφόδους, καί τάς πικράς Δέσποινα, καί πολυχρονίους σῶν δούλων, νόσους ἀπέλασον, ἵνα δοξάζωμεν, ἀνευφημοῦντες σε πόθῳ, ἥν Ἀγγέλων ἄϋλοι γλῶσσαι γεραίρουσι.

Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Καί μνημονεύει ὁ Ἱερεύς ἐκείνων, δι’ οὕς ἡ Παράκλησις τελεῖται.

Μετά τήν δέησιν τό ἑπόμενον Κάθισμα.

Ἦχος β΄.

Πρεσβεία θερμή, καί τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδή δ΄. Σύ μου ἰσχύς.

Στῆσον Ἁγνή, τόν πολυτάραχον κλύδωνα, καί τόν σάλον τόν ἐπεγειρόμενον, κατά τῆς σῆς, ποίμνης τῆς οἰκτρᾶς, καί ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῷ τῆς ἀπωλείας, παγκρατεῖ σου δυνάμει, τῆς σῆς χάριτος μόνη Πανύμνητε.

Τίς ἐξειπεῖν, ὦ ὑπερένδοξε Δέσποινα, ἐξισχύει τάς τερατουργίας σου, τάς ὑετόν, πόντον τε αὐτόν, σταγόνας καί ψάμμον, ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ γάρ Ὑψίστου, τό σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τό βούλεσθαι.




Τά πονηρά, Κόρη Πανάχραντε πνεύματα, τούς σούς δούλους καταδυναστεύοντα, καί ἀφειδῶς θλίβοντα αὐτούς, ἀπέλασον τάχος, ἀλλά καί κίνδυνον ἅπαντα, καί νόσους ἀνιάτους, ἐκδίωξον σῶν δούλων, ἵνα σε κατά χρέος δοξάζωμεν.

Σύ μου ἰσχύς, σύ μου καί δύναμις Δέσποινα, ἐκβοᾷ σοι ὁ ταλαιπωρούμενος, ὑπό δεινῆς νόσου τληπαθῶς, καί τῇ σοί Εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καί κηρύξω, τήν ὀξεῖάν σου Ἄχραντε δύναμιν.

Ὠδήν ε΄. Ἵνα τί με ἀπώσω.

Στεναγμοί τῶν σῶν δούλων, θρῆνοί τε καί δάκρυα νῦν ἐπληθύνθησαν, αἱ γάρ ἀνομίαι κεφαλάς τάς αὐτῶν ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὧν περ εἰργάσοντο ἀφρόνως, τά ἐπίχειρα ἤδη κομίζονται.

Τήν ὀργήν τοῦ Υἱοῦ σου, καί τήν ἀγανάκτησιν Παρθένε πρόφθασον, ἐξιλεουμένη, μητρικαῖς σου πρεσβείαις Μητρόθεε, ἵνα μή εἰς τέλος, ἡμᾶς ἀθλίως ἐξαλείψῃ, τούς τιμῶντας Εἰκόνα σήν πάντιμον.

Νοσηλείας καί πάθη, χαλεπάς παρέσεις τε ὦ Ὑπερένδοξε, καί ἀρθρίτην νόσον, τήν δονοῦσαν τόν νοῦν καί διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῇ θεϊκῇ σου δυναστείᾳ, κατακοίμησον τάχος δεόμεθα.

Πειρασμῶν καί κινδύνων, καί δεινῶν κακώσεων Κόρη τούς δούλους σου, τούς πιστῶς τιμῶντας, καί τήν σήν προσκυνοῦντας πανσέβαστον, Πάναγνε Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καί περίσωζε μόνη Πανάχραντε.


Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.


Τῷ θείῳ σου νῦν ναῷ προστρέχομεν, οἱ παντοίαις συνεχόμενοι νόσοις, πίστει θερμῇ τήν Εἰκόνα σου Κόρη, τήν θαυματόβρυτον κατασπαζόμενοι, καί πάντων δή τῶν δυσχερῶν, θᾶττον λύσιν Ἁγνή κομιζόμεθα.

Εἰκόνα σου τήν σεπτήν Ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τούς σούς δούλους, ρῦσαι δεινῶν καί παντοίων κινδύνων, καί ἐξ ἐχθρῶν ἀοράτων Πανύμνητε, καί ὁρωμένων τῶν δεινῶς, πολεμούντων ἡμᾶς Παναμώμητε.

Συνάχθητε Μεσσηνίας θρέμματα, καί προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυγεῖ τῆς Πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τά πρόσφορα, καί τεύξεσθαι ὡς ἀληθῶς, παρ’ αὐτῆς τά αἰτήματα χαίροντες.

Στηρίζει μέν τάς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητός ἄρτος Κόρη, χριστιανῶν τάς ψυχάς δέ κρατύνει, τό σόν ἀδόμενον ἅγιον ὄνομα, ἐντεῦθεν καί χαρμονικῶς, πᾶσα γλῶσσα τό Χαῖρε κραυγάζει σοι.

Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται.
Μετά δέ τήν Ἐκφώνησιν
Τό Κοντάκιον. Ἦχος β΄

Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδῃς ἁμαρτωλόν δεήσεων φωνάς· ἀλλά πρόφθασον, ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντών σοι· τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντών σε.

Εἶτα τό Α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἤχου

Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη· ἀλλ’ αὐτός ἀντιλαβοῦ, καί σῶσον, Σωτήρ μου (δίς).

Οἱ μισοῦντες Σιών, αίσχύνθητε ἀπό τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηρραμένοι (δίς).

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι·

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχή ζωοῦται, καί καθάρσει, ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Καί εὐθύς τό Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καί ἴδε, καί κλὶνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.

Ὁ Ἱερεύς·

Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον (ἐκ γ΄).

Ὁ Ἱερεύς·

Σοφία· ὀρθοί, άκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ Πνεύματί σου.

Ὁ Ἱερεύς·

Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τό Ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεύς:
(Λουκ. Α΄39-49. 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα· καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνῇ μεγάλῃ, καί εἶπεν· Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καί ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καί εἶτα:

Ἦχος β΄.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.

Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.

Ἀντί τοῦ, Μή καταπιστεύσῃς με… τό ἀκόλουθον Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μή παρίδῃς δέησιν, τῶν ἀναξίων σῶν δούλων, Παναγία Δέσποινα, ἀλλά δέξαι τάχιστα καί βοήθησον, θλίψεις γάρ πάσχομεν, φέρειν οὐ σθένομεν, τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐδέ ποῦ φυγεῖν οἱ πανάθλιοι, πάντοθεν πολεμούμενοι, καί παραμυθία οὐκ ἔστι πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή παραβλέψῃς τήν δέησιν, τῶν παρακαλούντων σε.





Ὁ Ἱερεύς·

Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια· πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου· τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω)· τῶν ἁγίων καί Δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐάν ἑορτάζηται) καί πάντων σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς.

Καί ἡμεῖς τό· Κύριε, ἐλέησον (12άκις).

Ὁ Ἱερεύς·

Ἐλέει καί οἰκτιρμοῖς, καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητός εἶ, σύν τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ᾨδάς τῆς Ἱερᾶς Παρακλήσεως.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Θλίψεις, ὀδύναι καί κακώσεις, ἤδη εὕροσαν σήν πόλιν Θεοτόκε, καί πιστῶν σου Ἁγνή, τό πλήρωμά βοᾷ σοι, ρῦσαι ἡμᾶς Πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.

Θραῦσον Παρθένε τῶν ἀνόμων, τά φρυάγματα, καί τάς ὁρμάς Κυρία, τάς ἀτάκτους αὐτῶν, ἡμᾶς δέ τούς σούς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνάς σε ὑμνοῦντας.

Σκέπη Παρθένε τοῖς σοῖς δούλοις, καί ἀντίληψις γενοῦ καί σωτηρία, τοῖς ἐν πίστει τῇ σῇ, προστρέχουσιν Εἰκόνι, καί πειρασμῶν καί θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.

Πάθη ποικίλα πυρετούς τε, καχεξίας τε καί νόσους ἀνιάτους, τῇ ἀμάχῳ σου νῦν, καί θείᾳ προστασίᾳ, σῶν δούλων έξοστράκισον, ὑπερένδοξε Κυρία.



Ὠδή η΄. Τόν ἐν ὄρει ἁγίῳ.

Τήν Εἰκόνα τήν σήν καταπλουτοῦντες, Θεομῆτορ πηγήν θαυμάτων ξένων, τῷ σῷ ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τήν ρῶσιν, καί ψυχῆς ὁμοῦ τε, ἁγνή Παρθενομῆτορ.

Ὡς τυφλοῖς τε τό φῶς σύ ἐδωρήσω, καί πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καί νῦν ἠμῶν καταύγασον τά ὄμματα, τῶν ἐσκοτισμένων, καί τῆς ἁμαρτίας, ἀνάστησον τοῦ χάους.

Οἱ ἐν νόσοις Παρθένε ἀνιάτοις, ἰατῆρα σέ ἔχομεν ἐν πάσαις, σκέπῃ τῇ σῇ διό νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, Πάναγνε παράσχου, ἡμῖν τοῖς σοῖς οἰκέταις.

Τούς παντοίοις δεινοῖς ἐνοχλουμένους, καί Εἰκόνι τῇ σῇ προσερχομένους, Παρθενομῆτορ λύτρωσαι τούς δούλους σου, τρέπουσα ἐν τάχει, εἰς χαράν βαθεῖαν, τήν τούτων ἀθυμίαν.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτῳ ὁ οὐρανός.

Τό πένθος Καλαματίων καί κατηφές, εἰς χαράν μεταποίησον Ἄχραντε, καί χαρμονήν, ὅτι σέ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρός σέ Κυρία πάσας, ἀνατεθεῖσα ὑπερένδοξε.

Ποικίλας νοσηλείας καί χαλεπάς, πυρετούς καχεξίας, παρέσεις τε, καί δυσμενεῖς, ἐπηρείας πάσας καί προσβολάς, σῶν οἰκετῶν Πανύμνητε, ἐκ ποδῶν ποίησον Ἀγαθή, τῶν πόθῳ προσιόντων, Εἰκόνι τῇ σεπτῇ σου, καί σέ πιστῶς τιμώντων Πάναγνε.

Καλάμας ὦ Μητράνανδρε τάς κλεινάς, ἅς εἰς θείαν κατοίκησιν Δέσποινα, τάς σάς ἀεί, Κόρη ᾐρετίσω καί τούς αὐταῖς, θεοφιλῶς διάγοντας, πάντιμον Εἰκόνα σου καί σεπτήν, ὡς ὄλβον κεκτημένους, καί πύργον ἀσφαλείας, κινδύνων σῶζε Παναμώμητε.

Παράδοξον εἰργάσω πρᾶγμα Σεμνή, τόν σόν πλάστην τεκοῦσα καί Κύριον, πρᾶξον καί νῦν, ἕτερον τεράστιον ἐν ἐμοί, ἁμαρτωλόν κατάκριτον, οἴκτειρον ἐλέησον εὐμενῶς, καί σῶσον φιλανθρώπως, ὡς Μήτηρ Φιλανθρώπου, φιλανθρωπίας τόν ἀνάξιον.

Καί εὐθύς, τό·

Ἄξιόν ἐστι ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν άδιαφθόρως Θεόν Λόγον τεκοῦσαν· τήν ὄντως Θεοτόκον σέ μαγαλύνομεν.

Καί θυμιᾷ ὁ Ἱερεύς τό Θυσιαστήριον καί τόν Λαόν, ἤ τόν οἶκον ὅπου ψάλλεται ἡ Παράκλησις· καί ἡμεῖς ψάλλομεν τά παρόντα Μεγαλυνάρια.


Δεῦτε τήν Εἰκόνα Ὑπαπαντῆς, τῆς Χαριτοβρύτου, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων, νόσων καί πάσης βλάβης, ρῶσιν δαψιλεστάτην, καί χάριν ἄφθονον.

Σφαίρας οὐρανίους φωταγωγεῖς, ἀχράντως οἰκήσει, τήν ὐδρόγειον δέ βολαῖς, ἀρρήτων θαυμάτων, αὐγάζεις ὅθεν πίστει, πάντες σέ προσκυνοῦμεν, ὦ Μητροπάρθενε.

Τυφλοῖς τήν ἀνάβλεψιν καί κωφοῖς, τήν εὐηκοῒαν, καί ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις, βαβαί τῶν σῶν θαυμάτων, κόρη Μητράναδρε.

Σέ τήν ρυομένην πάντας ἡμᾶς, δεινῆς ἀσθενείας καί θανάτου ὡς πανσθενῆ, ἐκ βάθους καρδίας, ὑμνοῦμεν, εὐλογοῦμεν, καί χάριτάς σοι πλείστας, ὁμολογοῦμεν ἀεί.

Ἡ μεταβολή θλιβομένων σύ, καί τῶν ἀσθενούντων, χαλεπῶς ἡ ἀπαλλαγή, ὑπάρχεις Παρθένε, Μαρία Θεοτόκε, διό οἱ σεσωσμένοι, σέ μεγαλύνομεν.

Δέσποινα Μαρία Μήτηρ Θεοῦ, τάς σάς βοηθείας, ἅς ἀείποτε χορηγεῖς, ἡμῖν τοῖς σοῖς δούλοις, δώρησε καί ἤδη, τοῖς πόθῳ ἀνυμνοῦσι, καί προσκυνοῦσί σε.

Τίς ποτέ προστρέχων ἐπί τῇ σῇ, Πάναγνε Παρθένε βοηθείᾳ καί δωρεᾷ, οὐ λυτροῦται τάχει, ὧν ἔχεται κινδύνων, ὡς καί αὐτός πολλάκις, προστρέξας σέσωσμαι;

Τήν Τριάδα πάντες τήν φωταυγῆ, τῶν Θείων Μαρτύρων, τόν Γεώργιον τόν στερρόν, Δημήτριον τόν θεῖον, συνάμα Ἰωάννην, τῆς πίστεως προμάχους ἀνευφημήσωμεν.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ.

Εἶτα·

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης·

Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·

Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ Ψάλται τά Τροπάρια ταῦτα.

Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε, ἐλέησον ἡμᾶς· ἐπί σοί γάρ πεποίθαμεν· μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γάρ εἶ Θεός ἡμῶν, καί ἠμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καί τό ὄνομά σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσαιμεν· ῥυσθείημεν διά σοῦ τῶν περιστάσεων. Σύ γάρ εἶ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Κατά τήν περίοδον τῶν Παρακλήσεων τοῦ 15Αὐγούστου, ἀντί τῶν ἀνωτέρω Τροπαρίων, ψάλλονται·
Τό Ἀπολυτίκιον τοῦ Ἁγίου (τῆς ἡμέρας) καί τό Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου.

Ὁ Ἱερεύς·

Ἐλέησον ἡμᾶς ὁ Θεός…
Ἔτι δεόμεθα, ὑπέρ τῶν εὐσεβῶν…
Ἔτι δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου…
Ἔτι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης…
(Καί μνημονεύει πάλιν, ὑπέρ ὧν ἡ Παράκλησις γίνεται).
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν πόλιν (ἤ χώραν, ἤ νῆσον) ταύτην, καί πᾶσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην· καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν· καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν, καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ἁγίῳ Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεύς ποιεῖ μικράν Ἀπόλυσιν·

Δόξα σοι Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι. Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων· (τοῦ ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καί Δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας, οὗ τήν μνήμην ἐπιτελοῦμεν) καί πάντων τῶν Ἁγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος).


Εἰς τόν ἀσπασμόν τῆς ἁγίας Εἰκόνος

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Πάντων τῶν τιμώντων σου Ἁγνή, τήν σεπτήν Εἰκόνα καί πίστει, ἀσπαζομένων αὐτήν, Ἄχραντε προῒστασο, ὡς προστασία πιστῶν, λυτρουμένη τῶν θλίψεων, αὐτούς καί κινδύνων, ὅθεν σοι προσπίπτομεν ταύτην τιμῶντες σεπτῶς, Μήτηρ καί βοῶμεν ἐν πίστει, ρῦσαι καί ἡμᾶς τούς σούς δούλους, πάντων τῶν δεινῶν τε καί κακώσεως.


Ὁ Ἱερεύς·

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, έλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

ΛΕΜΕ ΟΧΙ ΣΤΙΣ ΕΚΤΡΩΣΕΙΣ

Εκτρώσεις – Μια εικόνα χίλιες λέξεις(Σκληρές εικόνες)

Περισσότερα

 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Πατερική σοφία

Αποφθέγματα των Αγίων Πατέρων

Περισσότερα