Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΘΩΜΑ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

Ο Ιερεύς
Ευλογητός ο Θεός ημών πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο Αναγνώστης· Αμήν.
Ψαλμός ρμβ'
Kύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ'εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ'εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Οι Ψάλται
Θεός Κύριος, και επέφανεν ημίν` ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α`.Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος, και επέφανεν ημίν`...
Στίχ. β`. Πάντατα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν`...
Στίχ. γ`. Παρά Κυρίου εγένετο αύτη, και εστί θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν`...

E λέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.Επί πλείον πλύνόν με από της ανομίας μου,και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί διά παντός. Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα,όπως αν δικαιωθής εν τοις λόγοις σου, καί νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας` τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίαςμου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και Πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μή απορρίψης με από του προσώπου σου, και το Πνεύμά σου το Άγιον μη αντανέλης απ΄ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και Πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου` αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.
Είτα ο κανών, ου η ακροστιχίς

"ΘΩΜΑ. ΛΟΓΕ, ΛΙΤΑΙΣ ΗΜΑΣ ΣΩΖΟΙΣ. ΓΕΡΑΣΙΜΟΥ"
Ωδή α`. Ήχος πλ. δ`. (Υγράν διοδεύσας.)

Θ ωμά του αγίου σου μαθητού, πρεσβείαις αγίαις, καθαγίασον τας ψυχάς, ημών και τα σώματα Οικτίρμον, αποκάθαρας παθών αμαυρώσεως.
Ω ς ήψατο, Σώτερ, της σης πλευράς, Θωμάς σε Δεσπότην, ωμολόγησε και Θεόν· αλλά τω σηνήθει σου ελέει, ημαρτήκοτας ημάς κατοικτείρησον.
Μ η φλέξας Θεότητος τω πυρί, Θωμάν ψηλαφώντα, την ακήρατον σου πλευράν, φλέξον των παθών ημών την ύλην, της σης χρηστότητος, Σώτερ, τω άνθρακι
Α ψάμενος, Σώτερ, φόβω πολλώ των τύπων των ήλων, επληρώθη θείου φωτός, Θωμάς ο θεόφρων· ου πρεσβείαις, αμαρτιών σκοτασμού ημάς λύτρωσαι
Ωδή γ`. - Ουρανίας αψίδος
Λ αμπρυνθείς της καρδία, τη ση αφήμ Κύριε της σης Αναστάσεως κήρυξ, ο Θωμάς γέγονε· διο ανάστησον, ημάς εκ τάφου πταισμάτων, και τω σω κατεύθυνον, φόβω τω κρείττονι
Ο υρανός άλλος ώφθη, δόξης της σης, Κύριε, ότε ο Θωμάς της αχράντου, πλευράς σου ήψατο· διο ουράνωσον ημών τον νούν γεωθέντα, σχέσει τη του χείρονος, τη αγαπήσει σου
Γ εωργείν του σου λόγου, δίδου ημίν δύναμιν, σπόρον τον ουράνιον, Σώτερ, βίου λαμπρότητι, ταις παρακλήσεσι, Θωμά του σου Αποστόλου, του παντί τω κόσμω σε, Θεόν κηρύξαντος.
Ε λλαμφθείς τη καρδία ότε της σης ήψατο, πίστει Θωμάς πλευράς, Λόγε, σκότος διέλυσε, ψυχών ολέθριον· διο καμέ πάσης πλάνης, του εχθρού απάλλαξον, του πολεμούντος με.
Δ ιάσωσον Θωμά πρεσβείαις του Θείου σου Αποστόλου, επηρείας του χαλεπού κοσμοκράτορος, τους εν τω κράτει προσπίπτοντας, Πανοικτίρμον.
Ε πίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.
Ο Ιερεύς·
Ελέησόν με ο Θεός ... (και μνημονεύει των πιστών, υπέρ ων η παράκλησις γίνεται). Ότι ελεήμων ...
Οι Ψάλται· Αμήν.
Κάθισμα. Ήχος β', Πρεσβεία Θερμή
Παθών ως βροτός, τη φύσει ων αθάνατος ερρυσω ημάς, φθοράς τη Αναστάσει σου, και Θωμάν τον φίλον σου, της δεινής απιστίας εξήγαγες· και νυν πρεσβείαις αυτού, Λυτρωτά, πικρών συμπτωμάτων ημάς λύτρωσαι.
Ωδή δ' - Εισακήκοα, Κύριε
Λ αμπρυνόμενος, Κύριε, ο Θωμάς τω φέγγει της σης εγέρσεως, ικετεύει σε εκάστοτε, υπέρ των εν πίστει λατρευόντων σοι.
Ι ασαί μου, Φιλάνθρωπε, της ψυχής τα πάθη και τα του σώματος, ευπροσδέκτοις παρακλήσεσι, του Θωμά του θείου Αποστόλου σου.
Τ ην πλευράν εψηλάφησεν, ο Θωμάς την θείαν σου, Παντοδύναμε, όθεν βλύζει ταις ψυχαίς ημών, ζωής αϊδίου ύδωρ άφθαρτον.
Α Αγαλλίαμα γέγονεν, η μετά οκτώ ημέρας ση έλευση, τω Θωμά και φως αΐδιον· διο πάσης λύπης ημάς λύτρωσαι
Ωδή ε' - Φώτισον ημάς.
Ι δε συμπαθώς, της ψυχής μου την ασθένειαν, και απάλλαξόν με, Λόγε, της φθοράς, ο Θωμάν χαροοιήσας τη εγέρσει σου.
Σ θένος ο Θωμάς, ψηλαφών σε, Σώτερ, έλαβεν· διο σθένωσον καμέ κατά παθών, ίνα πράττω σου το θέλημα το άγιον
Η λθες μετ' οκτώ, μαθηταίς ημέρας, Κύριε, κεκλεισμένων των θυρών και τω Θωμά, εβεβαίωσας την έγερσίν σου, Δέσποτα.
Μ ύρου πληρωθείς, της θεότητός σου Κύριε, ο Θωμάς ως ψηλαφήσας σε πιστώς, δυσωδίαν απιστίας παύει πάντοτε.
Ωδή στ' - Την δέησιν
Α φή σου, Σώτερ, του τύπους των ήλων, του δακτύλου ο Θωμάς ερευνήσας, της σης Θεότητος έγνω το κράτος, δι' ου κραταίωσον άπαντας, Κύριε, πατείν την κάραν του εχθρού, και βαδίζειν οδόν την σωτήριον
Σ υν τρόμω και ευλαβεία εβόα, ο Θωμάς · Συ μου Θεός και Δεσπότης· διο ημάς της των παθών δεσποτείας, και κακουργίας εχθρού του αλάστορος απάλλαξον, Παμβασιλεύ, ως Θεός ελεήμων και εύσπλαγχνος.
Σ υντρίψας την του εχθρού τυραννίδα, τη εγέρσει σου Χριστέ Ζωοδότα και τω Θωμά ενθείς πίστιν βεβαίαν, τας ικεσίας ημών δέχου, Δέσποτα, και δίδου άφεσιν ημίν, ων καθ' ώραν σφαλλόμεθα, Κύριε.
Ω ς είδε, και ήψατο σου, Οικτίρμον, ο Απόστολος Θωμάς ανεβόα· Συ μου Θεός τε και κύριος Σώτερ. Αλλ' αυτού θείαις δεήσεσι, Δέσποτα, δίδου ειρήνην σταθεράν, τω λαώ σου και βίον γαλήνιον.
Δ ιάσωσον Θωμά πρεσβείαις του θείου σου Αποστόλου, επηρείας του χαλεπού κοσμοκράτορος, τους τω σω κράτει προσπίπτοντας Πανοικτίρμον.
Α χραντε, η δια λόγου τον λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Ο Ιερεύς την Αίτησην.
Οι Ψάλται το Κοντάκιον
Ήχος β'. Τοις των αιμάτων σου
M ετά την θείαν σου έγερσιν, Κύριε τους Μαθηταίς σου επέστης, Φιλάνθρωπε, και πίστιν βεβαίαν ενέθηκας, τω Αποστόλω Θωμά προσελθόντι σοι· ου σώσον λιταίς ημάς, Δέσποτα.
Αντίφωνα των Αναβαθμών του δ' ήχου
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη· αλλ' αυτός αντιλαβού, και σώσον, Σωτήρ μου. (δις)
Οι μισούντες Σιών, αισχυνθήτε από του Κυρίου· ως χόρτος γαρ πυρί έσεσθε απεξηραμμένοι (δίς)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική Μονάδι, ιεροκρυφίως.
Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Αγίω Πνεύματι αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα άπασαν την κτίσιν, προς ζωογονίαν.
Προκείμενον
Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτού και εις τα πέρατα της οικουμένης τα ρήματα αυτού
Στιχ. Επαίνει, Ιερουσαλήμ, τον Κύριον, αίνει τον Θεόν σου Σιών.
Ευαγγέλιον.
Εκ του Κατά Ιωάννη
(Ιωάν. κ' 19-31)
O ύσης ουν οψίας τη ημέρα εκείνη τη μιά των σαββάτων, και των θυρών κεκλεισμένων όπου ήσαν οι μαθηταί συνηγμένοι δια τον φόβον των Ιουδαίων, ήλθεν ο Ιησούς και έστη εις το μέσον, και λέγει αυτοίς· ειρήνη υμίν, και τούτο ειπών έδειξεν αυτοίς τας χείρας και την πλευράν αυτού. εχάρησαν ουν οι μαθηταί ιδόντες τον Κύριον. Είπεν ουν αυτοίς ο Ιησούς πάλιν· ειρήνη υμίν. καθώς απέσταλκέ με ο πατήρ, καγώ πέμπω υμάς. Και τούτο ειπών ενεφύσησε και λέγει αυτοίς· λάβετε Πνεύμα Άγιον· αν τινών αφήτε τας αμαρτίας, αφίενται αυτοίς, αν τινών κρατήτε, κεκράτηνται. Θωμάς δε εις εκ των δώδεκα, ο λεγόμενος Δίδυμος, ουκ ην μετ΄ αυτών ότε ήλθεν ο Ιησούς. Ελεγον ουν αυτώ οι άλλοι μαθηταί· εωράκαμεν τον Κυριον. ο δε είπεν αυτοίς· εάν μη ίδω εν ταις χερσίν αυτού τον τύπον των ήλων, και βάλω τον δάκτυλόν μου εις τον τύπον των ήλων, και βάλω την χείρά μου εις την πλευράν αυτού, ου μη πιστεύσω. Και μεθ΄ ημέρας οκτώ πάλιν ήσαν έσω οι μαθηταί αυτού και Θωμάς μετ΄ αυτών. έρχεται ο Ιησούς των θυρών κεκλεισμένων, και έστη εις το μέσον και είπεν· ειρήνη υμίν. Είτα λέγει τω Θωμά· φέρε τον δάκτυλόν σου ώδε και ίδε τας χείράς μου, και φέρε την χείρά σου και βάλε εις την πλευράν μου, και μη γίνου άπιστος, αλλά πιστός. και απεκρίθη Θωμάς και είπεν αυτώ· ο Κύριός μου και ο Θεός μου. Λέγει αυτώ ο Ιησούς· ότι εώρακάς με, πεπίστευκας· μακάριοι οι μη ιδόντες και πιστεύσαντες. Πολλά μεν ουν και άλλα σημεία εποίησεν ο Ιησούς ενώπιον των μαθητών αυτού, α ουκ έστι γεγραμμένα εν τω βιβλίω τούτω· ταύτα δε γέγραπται ίνα πιστεύσητε ότι Ιησούς εστίν ο Χριστός ο υιός του Θεού, και ίνα πιστεύοντες ζωήν έχητε εν τω ονόματι αυτού.
Οι Ψάλται
Δόξα πατρί και Υιώ και Αγίω Πνεύματι
Ταις του Αποστόλου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν και αει και εις του αιώνας των αιώνων. Αμήν
Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθοςτων οικτιρμών σου εξάλειψον το ανόμημά μου
Ήχος πλ. β' Όλην αποθέμενοι
K ύριον εκάλει σε, Θεό ντε άμα και Κτίστην, Θωμάς ο Απόστολος, μετά την Ανάστασιν ψηλαφήσας σε· ταις αυτού, Δέσποτα ικεσίαις δίδου, των πταισμάτων ημίν άφεσιν, και ζωήν κρείττονα, πάσης επηρείας και θλίψεως, απηλλαγμένην, Κύριε, ως αν εναρέτως βιώσαντες, της σης Βασιλείας γενόμεθα, Οικτίρμον, κοινωνοί, συν τοις Αγίοις δοξάζοντες, την σην αγαθότητα.
Ο Ιερεύς·
Σώσον, ο Θεός τον λαόν σου...
Οι Ψάλται·
Κύριε Ελέησον (ιβ').
Ο Ιερεύς·
Ελέει και οικτιρμοίς...
Οι Ψάλται·
Αμήν.
Ωδή ζ' - Οι εκ της Ιουδαίας
Z ωής ων ταμιούχος, τω Θωμά ανεβόας· Ίδε. Απόστολε, τους μώλωπας των ήλων, και της πλευράςτην τρήσιν· αλλά τρώσον, Φιλάνθρωπε τη αγαπήσει τη ση ημών τας διανοίας.
Θ ωμάς κατιδών σε, και άφη πιστωθείς σου την θείαν εγέρσιν, εκ λάκκου απιστίας προς πίστωσινβεβαίαν, ανεγείρει τους ψάλλοντας· Ο των Πατέρων ημών Θεός ευλογητός ει.
Ι λασμόνημίν δίδου, και ψυχών σωτηρίαν και θείον έλεος, Φιλάνθρωπε Οικτίρμον, ο τον Θωμάν τονθείον, χαρμονής πλήσας κρείττονος, ίνα θμνώμεν, Χριστέ, την άφραστον σου δόξαν.
Σ ωτηρίας τα πύλας, τω τιμίω σου πάθει ηνέωξας, εν αις ημάς, Οικτίρμον, τω φόβω σου τω θείω καθοδηγεί εκάστοτε, του θεηγόρου Θωμά, ταις ικεσίαις Σώτερ.
Ωδη η' - Τον Βασιλέα
Γ νώσιν έσχε Θωμάς ωε είσε, δι ης έκτιλλον ακάνθας αγνωσίας, εκ της διανοίας ημών, Χριστέ Οικτίρμον.
Ε κ της πλευράς σου, Θωμάς επλήσθη τα κρείττω, δι' ων Κύριε ψυχάς των λατρευτών σου, πλήσον θείου φόβου, προς κτήσιν μετανοίας.
Ρ ώσιν και χάριν, ημίν Θωμά αεί αίτει, ο τον Κύριον χειρί σου ψηλαφήσας, ως μεγίστην έχων προς τούτον παρρησίαν.
Α νωθεν δίδου, τοις λατρευταίς σου, Οικτίρμον τα δωρήματα των θείων οικτιρμών σου, ταις ικετηρίαις, Θωμά του Αποστόλου.
Ωδη θ' - Κυρίως Θεοτόκον
Σ αρκός ημών τα πάθη, νέκρωσον, Οικτίρμον, ο τη ταφή σου νεκρώσας τον θάνατον, και τω θωμά βεβαιώσας την σην Ανάστασιν.
Ι σχύν έλαβε θείαν, Θωμάς σε ψηλαφήσας, δι' ης ημάς ενδυνάμωσον, Κύριε, τον Ισχυρόν εν κακία ελείν πολέμιον.
Μ εγίστης ευκληρίας, ο Θωμάς μετέσχε, πανευλαβώς ψηλαφήσας σε, δέσποτεα δι ' ου μεγίστων κινδύνων ημάς απάλλαξον.
Ο Κτίστης των απάντων, Λόγε ζωοδότα, ταις ικεσίαις Θωμά του τρισμάκαρος, και των λοιπών αποστόλων ημάς ελέησον.
Υ μνούμεν σου την χάρην, Σώτερ Ζωοδότα, ότι ημάς πριν του Άδου ανήγαγες, νυν δε αεί διασώζεις τους προσκυνούντας σε.
Είτα τα μεγαλυνάρια
Α ξιον εστίν ως αληθώς, του δοξάζειν σε τον Θεόν Λόγον, τον λύσαντα Άδου τους γηγενείς, και εξαναστήσαντα εκ του τάφου οία Θεόν, και ψηλαφηθέντα, χειρί Θωμά του θείου, Χριστόν τον Ζωοδότην και πάντων Κύριον.
Μ εθ' ημέρας, Σώτερ ώφθης οκτώ, της εγέσεώς σου, τοις Αγίοις σου Μαθηταίς, και Θωμά τω Θείω πλευράν την λογχευσθείσαν, και τύπους τους των ήλων, της σης λαμπρότυτος.
Π ίστει ψηλαφήσας σε ο Θωμάς, της εγέρσεώς σου, ανεδείχθη κήρυξ λαμπρός, ου ταις ικεσίαις, Σωτήρ μου Ζωοδότα, μετόχους ημάς δείξον, της σης λαμπρότητος..
Δ ρόσον αιωνίου όντως ζωής, εκ της λογχονύκτου, και αγίας σου και σεπτής, ο Θωμάς αντλήσας, πλευράς, ω ζωοδότα, ημάς καταδροσίζει, λόγω της χάριτος.
Σ αίρων ανεβόησεν ο Θωμάς, Συ ει Θεός μου, Συ και Κύριος του παντός, ψηλαφών σε Σώτερ, μετά την έγερσίν σου, και πίστιν την βεβαίαν, κόσμω εκήρυξε.
Ε στης εν τω μέσω των μαθητών, θυρών κεκλεισμένων, και εβόησας τω Θωμά· Δεύρο και τους ήλους, ψηλάφησον δακτύλω Απόστολε και κόσμω παντί με κήρυξον.
Ρ ύσαι πάσης θλίψεως και φθοράς, και προς σωτηρίας, καθοδήγει, Χριστέ, οδοίς, ταις του Αποστόλου, Θωμά ικετηρίαις, Φιλάνθρωπε Σωτήρ μου, τους προσκυνούντας σε.
Δ έχου τας πρεσβείας, Παμβασιλεύ, Θωμά Αποστόλου, συν Βαρβάρα και Ηλιου· και την ποίμνην τάυτην, απήμονα συντήρει, δεινών πειρατηρίων, όπως δοξάζη σε.
Κ άραν προσπεσούσαν τω Λυτρωτή, Θωμά θεογνώστου, ψηλαφήσαντος την Ζωήν, και πηγήν Θαυμάτων, αγαλλιάται πάσα, η ποίμνη σου πλουτούσα ένθεον σκήνωμα.
Π άσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, αποστόλων η δωδεκάς, οι άγιοι πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.
Ο Αναγνώστης·
Τρισάγιον. Δόξα και νύν. Παναγία Τριάς...
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα και νύν. Πάτερ ημών...
Ο Ιερεύς·
Ότι σου εστίν η βασιλεία
Οι ψάλται·
Αμήν


Απολυτίκιο, Ήχος Βαρύς
Εσφραγισμένου του μνήματος η ζωή εκ τάφου ανέτειλας Χριστέ ο Θεός, και των θυρών κεκλεισμένων, τοις Μαθηταίς επέστης η πάντων ανάστασις, πνεύμα ευθές δι' αυτών εγκαινίζων ημίν, κατά το μέγα σου έλεος. (τρις)
(Εν άλλαις ημέραις Αντ' αυτού το)
Απόστολε Άγιε Θωμά, πρέσβευε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών
Δόξα Πατρί. Το αυτό.
Και νύν. Θεοτόκιον
Σ ε την μεσιτεύσασαν την σωτηρίαν του γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τη σαρκί γαρ τη εκ σου προσληφθείση, ο Υιός σου και Θεός ημών το δια Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος
Ο Ιερεύς·
Ελέησον ημάς ο Θεός ... (και μνημονεύει πάλιν των πιστών, υπέρ ων η Παράκλησις γίνεται), και είτα ποιεί, Απόλυσιν. Προ του Χριστός Ανέστη ή Δι' ευχών αναλόγως της ημέρας.
Οι ψάλται·
Ήχος β' - Ότε εκ του ξύλοy
Π ίστει προσελθών σοι ο Θωμάς, και προσψηλαφών σε, εν φόβω, Θεόν και Κύριος, του παντός σε Δέσποτα, λαμπρώς εκήρυξεν, ου ταις θείας δεήσεσι, ψυχών σωτηρίαν, και σωμάτων ίασιν και βίον κρείττονα, δίδου τοις πιστοίς λατρευταίς σου, και επηρειών του Βελιάρ, πάντας ασινείς ημάς διάσωζε.
Δ έσποινα, πρόσδεξαι τάς δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Τ ην πάσαν ελπίδα μου εις σέ ανατίθημι, μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.
Ο Ιερεύς·
Χριστός Ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος.

Δι΄ευχών των Αγίων Πατέρων ημών Κύριες Ιησού Χριστέ ο Θεός, ελέησον ημάς
Οι ψάλται·
Αμήν.
Δίστιχον
Τη του Αποστόλου σου Θωμά πρεβεία Γερασίμω, Κύριε, φως δίδου θείον.
 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα