Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 




Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τόν φλογοφόρον ἀσκητήν τοῦ Κυρίου, ἀνευφημοῦντες οἱ πιστοί ἐκβοῶμεν, τήν τοῦ Χριστοῦ ἀγάπησιν ἐγκαίνισον ψυχαῖς, Πάτερ ἀγγελώνυμε, Σεραφείμ θεοφόρε, καί Ἁγίου Πνεύματος,
πάντας πλῆσον εὐχαίς σου, τήν δέ χαράν τοῦ Πάσχα δός ἠμίν ἀεί, τῶν Ὀρθοδόξων, γλυκύτατον καύχημα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον, ὅμοιον
Σύν ἐκλεκτοίς σου ἀριθμήσασα Κόρη, τόν ἐν ἐρήμω τοῦ Σαρώφ θεοτρόπως, ὑπερφυῶς δοξάσαντα Υἱόν σου καί Θεόν, Σεραφείμ καταλεξον καί ἠμᾶς Θεοτόκε, παρ’ ἀξίαν θέλοντας,
ἀπολαῦσαι τῆς δόξης, ἤν χορηγεῖς τοῖς πόθω σου πολλῶ, Ὄνομα Μῆτερ, φωνούσιν ἑκάστοτε.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Πεπυρωμένος τῷ Ἁγίω Πνεύματι, κατά τήν κλῆσίν σου, ψυχρανθέντας πάτερ, Σεραφείμ τοῖς πταίσμασι, τίμια ἐναπόδειξον ἠμᾶς Πνεύματος σκεύη, ὡς ἀπαιτεῖ ἀγγελώνυμε, τῶν
χριστιανῶν τό πολίτευμα.
Υἱοθεσίας θεϊκῆς τό ἔνδυμα, ἀπημαυρώσαμεν, ὅθεν ὡς φωτός σοί, οἴκω καταφεύγομεν, ὅπως ἀκτίσιν Ὅσιε, πρεσβειῶν σου στιλβώσης, ἠμῶν τά θεία γνωρίσματα, καί Χριστῷ ἑνώσης
μακάριε.
Ρευμάτων θείων ποταμός γενόμενος, χάριτι Πνεύματος, πάθη ἀποπλύνεις τῶν ψυχῶν τρισόλβιε, διο καί τούς αἰτοῦντάς σου, ἀποκάθαρον μάκαρ, πολλήν γάρ ἔχεις τήν δύναμιν, ὡς
Θεός μεθέξει γενόμενος.

Θεοτοκίον
Ἡ οὐρανίων στρατιῶν Βασίλισσα, ὄτε ἠσθένησας, Σεραφείμ παμμάκαρ, ὑγιά κατέστησεν, εἰκόνα ἀσπασθέντα σέ, τήν Αὐτῆς καί πλημμύρα, τόν ὑετόν προοιμίασε, θείων χαρισμάτων
σου Ὅσιε.

Ὠδή γ’. Οὐρανίας ἁψίδος
Μητρική ὁδηγία, ἀπό παιδός Ὅσιε, μόνον τόν Θεόν ἐξεζήτεις, ὡς σόν θησαύρισμα, ὅθεν ὡς ἔμπορος, τόν νοητόν Μαργαρίτην, ἐφευρῶν ἠγόρασας, Ὄν ἠμίν δώρησαι.
Ἱερῶν σου γονέων, συνεχιστής γέγονας, ἄριστος ψυχῶν ναοδόμος, ἄς κατεκόσμησας, σοφοῖς διδάγμασι, καί φιλοθέοις ἐννοίαις, μεθ’ ὧν ναοποίησον, τούς ἀνυμνοῦντας σέ.
Νικηθεῖς τῷ Δεσπότη, ὡς ψαλμική ἔλαφος, ἔδραμες Σαρώφ ἐν ἐρήμω, σταυρόν δεξάμενος, ὡς καταθύμιον, παρά μητρός ἀγαθῆς σου, ὄν φιλεῖν ἀξίωσον, ἠμᾶς πρεσβείαις σου.

Θεοτοκίον
Ἄπαντά σου βίον, ὁλοτελῶς δέδωκας, τή Μητρί Κυρίου τρισμάκαρ, Ταύτης γενόμενος, οἰκεῖος Ὅσιε, καθάπερ εἴρηκεν Αὔτη, Ἤ ἠμᾶς οἰκείωσον, ταῖς ἰκεσίαις σου.
Διασωσον, τούς ἐκ καρδίας σέ ἀνυμνοῦντας, θεοφόρε Σεραφείμ Σαρώφ ἐγκαλλώπισμα, καί δώρησαι εὐχαῖς σεπταῖς, τήν τοῦ Πνεύματος χάριν.
Ἐπιβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἡ αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή

Πυρίπνους φωστήρ, ἐδείχθης ὡς ἀσώματος, τήν ὕλην σαρκός, σοφῶς ἀναχωνεύσας σου, καί Χριστόν ἐδόξασας, Σεραφείμ ἀγγελομίμητε, ἐκδιδάσκων σαφῶς ἠμίν, τήν κτῆσιν τοῦ
Πνεύματος τῷ βίω σου.

Ὠδή δ’. Σύ μου ἰσχύς, Κύριε
Νέας ζωῆς, σύ ἀναπνέων μακάριε, τόν ἀέρα γέγονας ἰσάγγελος, ὅθεν εἰσδύς, ἔνδον οὐρανοῦ, ἔσχες κατά φύσιν, τά ὑπέρ φύσιν θεάματα, διο καί ἠμᾶς Πάτερ, ἀξιώσαις εὐχαίς σου, θεωρεῖν
κατ’ ἐνώπιον Κύριον.
Ἀναδιφῶν, τῶν οὐρανίων τήν ἔννοιαν, καί στοχεύων μόνον εἰς ἀγάπησιν, τοῦ Ἰησοῦ, ἔρημον ποθεῖς, καί καταλαμβάνεις, τούς παλαιούς ἐκμιμούμενος, Πατέρας θεοφόρε, ὧν τόν ζῆλον
τόν θεῖον, καί ἠμίν ἐγκαινίσαις πρεσβείαις σου.
Ψυχῆς τρυφήν, ὁ εὐχομένω δωρούμενος, παμπλουσίως Πάτερ σοί δεδώρηται, εὐχήν Χριστός, ὡς ὑπέρ παντός, κόσμου εὐχομένω, τή φλογοφόρω ἀγάπη σου, διο τῶν αἰτουμένων, τάς
δεήσεις ἐκπλήρου, ὡς ἐκάστω συμφέρει μακάριε.

Θεοτοκίον
Ὅλην ζωήν, ὁ ἀθλητής σοί ἀνέθετο, ὄτε Κόρη πόθω ἀνεχώρησεν, ἐν τή ἐρήμω καί τόν σταυρόν, ἡσυχίας ἦρε, τόν σόν Υἱόν ἐκθηρώμενος, ὅθεν ὡς συμπαρέστης, τούτω Μῆτερ ἐν
πάσι, καί ἠμίν συμπαρίστασο πάντοτε.

Ὠδή ἐ’. Ἴνα τί μέ ἀπώσω
Νοερᾶς ἐργασίας, ἔσχηκας ἀλείπτας σου Ἁγίων τάγματα, ἄλλων μέν τόν ζῆλον, καί ἑτέρων μιμούμενος ἄσκησιν, ὅθεν κοινωνίας, τούτων ἐγένου κληρονόμος, ἐν ἤ τόπον ἠμίν Πάτερ
χάρισαι.
Στενήν ὤδευσας τρῖβον, ἐκ τῆς πλησμονῆς θείας ἐφέσεως, σιωπήν ἐν πάσιν, ἑξασκήσας ἐν πλείστοις τοῖς ἔτεσι, μόνον τῷ Κυρίω, ἀδολεσχῶν Σεραφείμ θεῖε, τοῦ αἰῶνος τοῦ μέλλοντος
ἄνθρωπε.
Ἐπί πέτραν σούς πόδας, ἔστησας Κυρίου κατά τό λόγιον, ὅθεν τῶν χιλίων, ἡμερῶν καί νυκτῶν τό κατόρθωμα, τῆς εὐχῆς εὐκόλως, εἰς πέρας ἤγαγες θεοφρον, ὅθεν ταύτην ἠμίν
Πάτερ δίδαξον.

Θεοτοκίον
Ρῶσιν ἔχων τήν ἄνω, ἤσκησε νηστείαν τροφῆς ὑπερθαύμαστον, ἄπασι διδάσκων, τήν ἐγκράτειαν Κόρη ὁ δοῦλος σου, ἤν ἠμίν χαρίσαις, συμβίον ζείδωρον εὐχαίς σου, ὅπως ὕλης
ὀφθῶμεν ἀνώτεροι.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ
Ἁγνείαν σου, οἱ πιστοί θαυμάζοντες, πρός αὐτήν σή εὐλογία ἐχώρουν, ὅθεν Χριστῷ, φιλοάγνων ὑπάρξεις, ὡς προσφοράν προσενήνοχας ἄϋλον, μεθ’ ὧν μνημόνευε ἠμῶν,
Σεραφείμ τῶν ἁγνείαν ποθούντων σου.
Φιλοψύχε, Σεραφείμ ἠγάπησας, τοῦ Δεσπότου κτίσιν θεία ἀγάπη, καί ὡς Ἀδάμ, πρό τῆς πτώσεως ὤφθης, ὅθεν καί ἄρκτον χερσί σου ἐξέτρεφες, δεόμεθά σου τῶν ψυχῶν, τά θηρία
ἠμίν καθυπόταξον.
Ἐθραύσθη σου τό πηλῶδες Ὅσιε, ἐπιθέσει τῶν ληστῶν θεῖον ἄγγος, ὅμως Χριστός, ἐπαυξήσας τήν Χάριν, θαυματουργίαις πολλαῖς σέ ἐκόσμησε, διο βοῶμεν τῶν ψυχῶν, τούς
ληστᾶς ἠμῶν πόρρω ἐκδίωξον.

Θεοτοκίον
Ἰάτραιναν, τήν Κυρίαν Δέσποιναν, κατεπλούτησας ἀδάπανον Πάτερ, Ἤ θαυμαστῶς, συνοδεία Ἁγίων κατ’ ἐπανάληψιν σέ ἐπεσκέψατο, ἱκέτευε Ταύτην θερμῶς, ὅπως νόσους
ἠμῶν ἐξιάσηται.
Διασωσον, τούς ἐκ καρδίας σέ ἀνυμνοῦντας, θεοφόρε Σεραφείμ Σαρώφ ἐγκαλλώπισμα, καί δώρησαι εὐχαῖς σεπταῖς, τήν τοῦ Πνεύματος χάριν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Ἡ αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν

Μοναζόντων ἐδείχθης τό καύχημα, καί μιγάδων θερμόν καταφύγιον, ὅθεν Πάτερ, ὡς πρεσβευτή σοί χρώμενοι Θεῶ, φωνᾶς ἑξαφίεμεν σοί νῦν, ἐκ καρδίας καί κράζομεν,
Πνεύματος δός τήν κτῆσιν, ὅπως Αὐτοῦ πληρῶμεν, τάς ζωηφόρους ἐντολᾶς, Σεραφείμ Σαρώφ ἀγλάϊσμα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (ἴα’. 27 -30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς, πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν εἰ μή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰ μή ὁ Υἱός καί ὤ ἐάν
βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμι καί
ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Ἦχος β’.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Εἴτα τό Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι

Μέγας μάρτυς γέγονας, τῶν δωρεῶν Παρακλήτου, Σεραφείμ τρισόλβιε, ἄς Δεσπότης δίδωσι τοῖς φυλάττουσι, τά Αὐτοῦ, ἐντάλματα, καθαρά καρδία, καί ποθούσιν ἐξομοίωσιν, πρός τό
Ἀρχέτυπον, ὡς ἐν ἀληθεία ἐπήγγελται. Ὅθεν ἠμῶν τήν αἴτησιν, μή παρίδης Πάτερ ἀτέλεστον, ἀλλά σαῖς πρεσβείαις, οἰκείωσον Χριστῷ τῷ ποθητῶ, ναούς ποιῶν Θείου Πνεύματος, εἰς
ζωήν αἰώνιον.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ὁσίου πετρός ἠμῶν Σεραφείμ τοῦ Σαρώφ
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Παῖδες Ἑβραίων
Μνήμην Κυρίου περιφέρων, ἐπωνόμασας Ἁγίων Τόπων κλήσει, τῆς ἐρήμου Σαρώφ, τούς χώρους θεοφόρε, ὅθεν ἠμᾶς ἀξίωσον, πολιτεύεσθαι ἁγίως.
Πένθους ἐργάτης ζωηφόρου, ὧν μακάριε, Ἀνάστασιν ἐφίλεις, διο Πάσχα χαράν, ἐγκαίνισον καρδίαις, ὅπως Χριστόν δοξάζωμεν, Ἀναστάντα εἰς αἰώνας.
Ἀλλοῦ αἰῶνος σύ πολίτης, πρός ταῖς ἄλλαις σου ἀσκήσεσιν εἰργάσω, σιωπήν παντελῆ καί σχολασμόν Κυρίω, διο ἠμᾶς ἐκδίδαξον, σιωπᾶν χριστοφιλήτως.

Θεοτοκίον
Ρεύματα ἰαματοφόρα, Μῆτερ δέδωκας σύν θείω Θεολόγω, τῷ πτωχῶ Σεραφείμ, εἰς ἀσθενούντων ρῶσιν, καί ψαλμικά ὡς ὕδατα, τήν παράκλησιν ἐν λόγοις.

Ὠδή ἡ’. Τόν ἐν ὄρει ἁγίω
Ἀφθαρσίας στολήν ἐπενεδύθης, θεία Χάριτι τοῦ Παρακλήτου Πάτερ, ἤν σκοπόν τῆς ζωῆς, ἐδίδαξας ἀνθρώπων, ἤς χάριτος ἀξίωσον, τούς τιμώντας σέ ἐν ὕμνοις.
Καί ἐν λόγοις γλυκύτατος ὑπάρχεις, καί ἐν ἔργοις παμφίλτατος τοῖς πάσι, ὁ Χριστός γάρ ἐν σοῖ, καί φθέγγεται καί πράττει, Ὄν ἐξιλέου Ὅσιε, τοῖς τόν βίον σου ποθούσι.
Ληρωδούσιν οἱ λέγοντες μή εἶναι, ἁγιότητα προσεφικτήν ἀνθρώποις, καί γάρ σύ Σεραφείμ, ἐμπράκτως καταισχύνεις, τούς τά τοιαῦτα φάσκοντας, ὧν μερίδος λύτρωσαι μέ.

Θεοτοκίον
Ἡ παρθένος μονάστρια ἐξέστη, ὄτε εἶδε σέ Παρθένε πλήρη δόξης, σύν Ἁγίων χορῶ, τῷ Σεραφείμ ὀφθείσαν, μεθ’ ὧν σοί κλίνω Δέσποινα, ἀσθενοῦς ψυχῆς μου γόνυ.

Ὠδή θ’. Ἐξέστη ἐπί τούτω
Τό τέλος ἐπιγείου σου βιοτής, ὑπερθαύμαστον πέφυκεν Ὅσιε καί ποθητόν, τοῖς ἐν ὕμνοις πόθου πανευλαβοῦς, τιμῶσι πολιτείαν σου, ὅθεν καταξίωσον ἐν εὐχή, ψυχᾶς Κυρίω δοῦναι,
πυρί θείας ἀγάπης, ἐξηγνισμένας ταῖς πρεσβείαις σου.
Ὁ λόγος ἐπληρώθη Πάτερ ὁ σός, ὅτι Πάσχα ἐν θέρει ὀφθήσεται ἐπί τή σή, δόξη τῆς σεπτῆς ἀνακομιδῆς, ὅθεν τήν χάριν δώρησαι, τῆς σῆς πασχαλίου διαγωγῆς, ἠμίν ἀνίκμοις οὔσι, τῷ
θέρει ἁμαρτίας, ὅπως δοξάζωμεν τήν μνήμην σου.
Ὑφάνας ἰστουργία τή μυστική, νῦν ποδήρη φορεῖς ἁγιότητος, κόσμου παντός, θεῖε Χριστευχέτα ἐν οὐρανοῖς, μετά τῶν συνωνύμων σοί καί τῶν ἐπιλοίπων ἀγγελικῶν, ταγμάτων
φλογοφόρε, ἔνθεν τό δυσειδές μου, ἐξ ἁμαρτίας φλέξον ἔνδυμα.

Θεοτοκίον
Ἀξίωσον μέ Δέσποινα ἀγαθή, τελειῶσαι τοῦ βίου τό στάδιον πρό τῆς σεπτῆς, καί προσκυνητής μοί θείας μορφῆς, τοῦ παγκαλλούς Προσώπου σου, ὡς τόν πολυόπτην σου
Σεραφείμ, γνωρίζω ἀναιδές μου, τό αἴτημα ὑπάρχειν, ἀλλά καί οἶδα τήν ἀγάπην σου.

Καί εὐθύς τό
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Εἴτα τά Μεγαλυνάρια
Χαίροις τῆς Ρωσίας γόνος λαμπρός, τέκνον τῆς ἐρήμου, μοναζόντων ὑπογραμμός, Πνεύματος τήν κτῆσιν, σκοπόν ζωῆς κηρύττων, ὤ Σεραφείμ τοῦ Σάρωφ, ἄνθος μυρίπνοον.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καί λόγοις, καί θείαις ὑποθήκαις, ὤ Σεραφείμ παμμάκαρ, φωτίζων ἅπαντας.
Πνεύματι Ἁγίω ἀνακραθεῖς, Σεραφείμ θεοφρον, καταυγάζεις σή βιοτή, κόσμον τόν παρόντα, καί ἐκδιδάσκεις πάντας, τούτου διαρραγῆναι, ἀΰλοις πτέρυξι.
Θλίψεσι βαρούμενοι τάς ψυχᾶς, τήν χαράν αἰτοῦμεν, Ἀναστάσεως τοῦ Χριστοῦ, Σεραφείμ θεοφρον, δοθῆναι σαῖς πρεσβείαις, τοῖς τήν σεπτήν σου, μνήμην γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό,
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Πνεύματος Ἁγίου τῷ πυρί, ὁλοκαυτωθεῖς Πάτερ θεῖε, ὥσπερ ἀσώματος, ἄγγελος ἐβίωσας Σεραφείμ ὅσιε, τήν ὁδόν τῆς θεώσεως, σαφῶς ἐκδιδάσκων, τοῖς ἐκμελετῶσί σου ζωήν
χριστόληπτον, ὅθεν μεταποίησον τάχει, νοῦν ἠμῶν καί φρόνημα ὅπως, ἐξομοιωθῶμεν σοί τρισόλβιε.

Καί τά Θεοτοκία
Ἦχος πλ. δ’.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β’.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ἦχος δ’.
Ἐκ παντοίων κινδύνων, τούς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἴνα σέ δοξάζωμεν, τήν ἐλπίδα τῶν ψυχῶν ἠμῶν.

Ἦχος ἅ’.
Τή πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν, καί ἐλέησον ἠμᾶς, ὡς μόνος οἰκτίρμων.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα