Αξιολόγηση Χρήστη:  / 4
ΧειρότεροΚαλύτερο 




Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

 



Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τούς προσιόντας τοῖς λειψάνοις σου, καί ἐκζητούντας τήν θερμήν μεσιτείαν σου, Εὐβοίας μέγα καύχημα, παμμάκαρ Δαβίδ, ρύσαι πάσης θλίψεως, ἀνηκέστου μανίας τοῦ δολίου
δράκοντος, καί κινδύων παντοίων, ὡς παρρησίαν ἔχων πρός Θεόν, πνευματοφόρε ἀζύγων ὠράϊσμα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν
σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Θεῶ τό δοτήρι τῶν ἀγαθῶν, Δαβίδ θεοφόρε, τῷ δοξάσαντι σέ λαμπρῶς, προσπίπτων τά χείλη μου αἰτοῦμαι, εἰς τό ὑμνεῖν καί γεραίρειν σέ ἀνοιξον.
Εὐώδης Κυρίου ὤφθης λειμών, καρπούς μυροβόλους τῶν ἐνθέων σου ἀρετῶν, ἐκφύων, Δαβίδ• ὅθεν εὐχαίς σου, τήν δυσωδίαν παθῶν μου ἐκδίωξον.
Ὡς στύλον ἀσκήσεως ἄκλινη, Χριστῷ παιδιόθεν κολληθέντι διηνεκῶς, ὑμνοῦντες, Δαβίδ, σοί ἐκβοῶμεν• ἠμᾶς Χριστοῦ Ἐκκλησία προσκόλλησον.

Θεοτοκίον
Ἀρέσκειν τῷ Κτίστη τέ καί Θεῶ, πανύμνιατε Κόρη, καταξίωσον τόν πιστῶς, προσφεύγοντα σκέπη σου τή θεία, καί τήν σεμνήν σου μορφήν μεγαλύνοντα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ρυπωθεῖς τή κακία, καί βδελυραῖς πράξεσι, ταῖς σαῖς ἰκεσίαις προσῆλθον, ὅσιε, κράξων σοί• ἐκκάθαρον μέ, Δαβίδ, ὁ καθαρθεῖς ἐν ἀσκήσει, προσευχή, νηστεία τέ, πόνοις
καί θλίψεσι.
Ἐκκαθάραι μέ ρύπου, γέρον Δαβίδ, δέομαι, καί τάς ἐκτροπᾶς τοῦ νοός μου, σύ ἐπανόρθωσον, ὁ τόν Σωτήρα Χριστόν, ἀπό ψυχῆς ἀγαπήσας παιδιόθεν, ὄλβιε, σκεῦος
τῆς χάριτος.
Συμπαθές ἀντιλῆπτορ, ὡς ἀρραγές ἔρεισμα καί ἀδιατάρακτον τεῖχος, πάντες σέ ἔγνωμεν, Δαβίδ, ὅσιων φωστήρ, οἱ ἐκ μύχιων καρδίας, σπεύδοντες ἑκάστοτε, τή μεσιτεία σου.
Καθαγίασον πάσας, τάς εὐσεβῶν φάλαγγας, τάς προσερχομένας ἐν πίστει, τή θεία μάνδρα σου, Δαβίδ, φιάλη χρυσή, ἁγιασμοῦ τέ καί φρέαρ, ἐκβλυζάνων ἀπασιν, ὕδωρ ἰάσεων.

Θεοτοκίον.
Ἀδιάλλακτε Κόρη, ὡς πρός Χριστόν ἔχουσα, καί Υἱόν τόν σόν παρρησίαν, Μῆτερ ἀνήροτε, ἠγιασμένη γαστήρ, Αὐτόν ἀπαύστως δυσώπει, δοῦναι τοῖς ὑμνούσι σέ, χάριν καί ἔλεος.
Διασωσον ἀπό κινδύνων καί θλίψεων σούς ἰκέτας, τούς τιμώντας πανευλαβῶς, Δαβίδ, τήν σήν ἄσκησιν, καί σέβοντας κάραν σου τήν ἁγίαν.
Ἐπιβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. xristianos.gr

Εἴτα μνημονεύει ὁ Ἱερεύς ἐκείνων δί΄ οὖς ἡ Παράκλησις τελεῖται.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Λοκρίδος βλαστός ἐδείχθης ἐνθεώτατος, Εὔβοιας πυρσός, παμμάκαρ φαεινότατος• διό σοί κραυγάζομεν, ἀσκητῶν, Δαβίδ, ἀκροθίνιον, γενοῦ ἠμῶν προστάτης ἀκλινής,
ἐν πάσαις τοῦ βίου περιστάσεσιν.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύεις νοσήματα λοιμικά, θεράπον Χριστοῦ θερμοτατε, τή ἀπαύστω μεσιτεία σου, πρός τόν Ποιητήν ἠμῶν καί Κύριον.
Νεολαίαν Ὀρθόδοξον, τήν χειμαζομένην βολαῖς τοῦ δράκοντος, ὑποστήριξον καί ἴθυνον, πρός τήν σωτηρίαν, Πάτερ ὅσιε.
Ἀμαυρώσας ὁ δείλαιος, τῆς ψυχῆς τήν χλαίναν ποικίλοις πταίσμασι, σαῖς πρεσβείαις ἑξαιτούμενος, δέομαι, Δαβίδ, αὐτήν σύ κάθαρον.

Θεοτοκίον
Ξένου θαύματος πρόξενε, Μῆτερ τοῦ Ὑψίστου τέ καί Παντάνακτος, δυσωπῶ σέ ὁ ταλαίπωρος, τάς ὁρμᾶς τοῦ σώματος καταστειλον.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἴσχυσας, Δαβίδ, καθελεῖν ἐχθροῦ τήν ἔπαρσιν, θείω σθένει καί πρεσβεύεις νῦν ἠμᾶς, καταισχύναι προσευχή σατᾶν τόν δόλιον.
Ὤφθης πλημμυρίς, θαυμασίων τέ καί πέλαγος παραδόξων, ὑπερθαύμαστε Δαβίδ, ἐκπληρῶν τῶν σέ τιμώντων πάσαν αἴτησιν. xristianos.gr
Σώζειν ἐκ φθορᾶς, καί παγίδων τοῦ ἀλάστορος, εὖρες χάριν, παντευλόγητε Δαβίδ, τῶν Λοκρῶν καί Εὐβοέων σεμνολόγημα.

Θεοτοκίον
Οἴκτιρον ἠμᾶς, Θεοτόκε ὑπερύμνητε, ἡ τόν μόνον Πανοικτίρμονα Θεόν, συλλαβοῦσα καί τεκοῦσα ὑπέρ ἔννοιαν.

Ὠδή στ΄. Τήν δέησιν.
Νενέκρωμαι, οἶμοι, ὁ πολυστηνος, ἀκηδία, καί ὀφλήμασι πλείστοις, ἀλλά θαρρῶν σαῖς πλουσίαις πρεσβείαις, ἀναβοῶ σοί• Δαβίδ παμμακάριστε, ἀναστησόν μέ καί ταχύ,
τῆς ζωῆς μοί παρασχου τό φίλημα.
Μακάριος εἰ, Δαβίδ πανένδοξε, ὁ Κυρίου νηπιόθεν τά ἴχνη, ἀκολουθήσας καί φθάσας εἰς ὕψος, ἀοργησίας καί νήψεως ἄμετρον• διό καί χάριν δαψιλή, θεραπεύειν νοσήματα
εἴληφας.
Εὐφρόσυνον βιοτήν παρασχου μοί, ἐν εἰρήνη καί ἀγάπη τελεία, ὁ ἐκ ψυχῆς, ὤ Δαβίδ, ἀγαπήσας, τόν Λυτρωτήν καί ζωῆς τόν Εἰρήναρχον, καί τά θελήματα Αὐτοῦ, ἐκτελέσας
πιστῶς ἐν τῷ βίω σου.



Θεοτοκίον
Γηθόμενοι σοί, ἁγνή, κροστρέχομεν, τή πηγή τῶν ἀειζώων ναμάτων, καί ἐκβοῶμεν• ἐπόμβρισον τάχος, ταῖς ἐν κακίαις διψώσαις τῶν δούλων σου, καρδίαις νάματα σεπτά,
ἀθανάτου ζωῆς, Παναμώμητε.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν

Ἀντιλήπτορα μέγα ἡ μάνδρα σου κέκτηται, συμπαθῆ ἀρωγόν καί προστάτην θερμοτατον, σέ τρισμάκαρ Δαβίδ, καί χαίρουσα ἀναβοᾶ• ζόφον δίωξον ἁμαρτιῶν, καί τήν σωτήριον
ὁδόν, δεῖξον τοῖς προσπελάζουσι, ταύτη καί προσκυνούσι, τήν κάραν σου τήν ἁγίαν, καί τῷ χορῶ τῶν μοναστῶν, ὡς Χριστοῦ θεράπων γνήσιος.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος: Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον (Κέφ. ἴα΄ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός,
καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου
ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μονοτρόπων καύχημα, καί τῶν ὅσιων φωσφόρε, λύχνε λάμπων ἀπασιν, ἀρετῶν λαμπρότητι καί φαιδρότητι, σέ ἰκετεύομεν πάσης στενώσεως, ἐπηρείας τοῦ ἀλάστορος, νόσων,
μολύνσεων, κινδύνων τέ λύμης καί θλίψεως, τάχιστα ἁπάλλαξον, τούς ἐκδεχομένους σήν μεσιτείαν. Σέμνωμα Εὔβοιας, Δαβίδ θαυματουργέ, τούς εὐλαβῶς, ἐπιζητοῦντας τήν
χάριν σου, ὑγιεῖς συντήρησον.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ οσίου Δαβίδ του εν Ευβοίας,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. xristianos.gr

Ὠδή ζ΄. Οἱ ἐκ τίς Ἰουδαίας.
Ἐν Εὔβοια δομήσας, περιώνυμον μάνδραν, Δαβίδ, ἐσύναξας ἀζύγων μέγα πλῆθος, καί τούτους κατηχήσας, σωτηρίοις διδάγμασιν, ἀπῆλθες πρός οὐρανούς, ὑπέρ ἠμῶν πρεσβεύειν.
Ρύμην τήν τῶν κωνώπων, ὁ διώξας ἐν Δύστω ταῖς σαῖς ἐντεύξευσι, Δαβίδ θαυματοφόρε, ἐκδίωξον ἐν τάχει, πάσαν θλίψιν καί ἔννοιαν, ἀκάθαρτον ἀφ’ ἠμῶν, ταῖς πρός
Χριστόν εὐχαίς σου.
Ὁ τήν συκοφαντίαν, ἀνεχθεῖς τῶν ἄπιστων ἐχθρῶν του Πνεύματος, Δαβίδ, ἐν Λεβαδεία, ἐκ ταύτης σούς ἰκέτας, ἀπολύτρωσαι, Ὅσιε, ἴνα τούς νόμους Χριστοῦ, φυλάξωμεν ἀσμένως.

Θεοτοκίον.
Νομοθέτην τεκοῦσα, ἀνηρότως, Παρθένε, Χριστόν τόν Κύριον, τῆς εὐσεβείας νόμους, καί τοῦ Εὐαγγελίου, τούς ὑμνοῦντας σέ πάντοτε, τηρεῖν ἀμέμπτως, ἁγνή, ἀξίωσον
σούς δούλους.

Ὠδή ἡ΄. Τόν Βασιλέα.
Δύναμιν δός μοί, ὁ δυνατός ἐν τοῖς ἔργοις, καί τοῖς ρήμασι φανεῖς, Δαβίδ παμμάκαρ, πάση ἀντιστῆναι, τοῦ πονηροῦ ἰσχύϊ.
Ἀμέμπτων ὤφθης, ἠθῶν, Δαβίδ, ἐκμαγεῖον, καί διάκονος τῶν θείων μυστηρίων• ὅθεν σέ ὑμνοῦντες, αἰτούμεθα λιτᾶς σου.
Βλέψον ἐξ ὕψους, σοφέ Δαβίδ, καί παθῶν μου, διεκχύσεις ψυξον ταῖς σαῖς ἰκεσίαις, πρός τόν Βασιλέα, καί Λυτρωτήν τοῦ κόσμου.

Θεοτοκίον.
Ἰσχύν λαβοῦσα, ἐξευμενίζειν τόν Κτίστην ὥσπερ Μήτηρ παναμώμητος Ἐκείνου, ἐκτενῶς δυσώπει, ὑπέρ ἠμῶν, Παρθένε.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Δαβίδ πνευματοφόρε, τήν σεπτήν μονήν σου, σκέπε ἀεί, περιφρουρεῖ καί φύλαττε, σύν τοῖς χοροῖς τῶν ἀζύγων, τῶν δοξαξόντων σέ.
Χαρᾶς ἐπουρανίου, τυχεῖν ἀξίωσον μέ, τόν σέ Δαβίδ, θεοφόρε, ὡς γνώμονα, τῶν ἀρετῶν καί θαυμάτων, πρόξενον μέλποντα. xristianos.gr
Ἀξίωσον τιμᾶν σέ, ἐν εὐήχοις ὕμνοις, καί τήν σορόν προσκυνεῖν τῶν λειψάνων σου, τούς εὐφημούντας ἀπαύστως, Δαβίδ, σέ ἅγιε.

Θεοτοκίον.
Ρυσθῆναι μέ μανίας, τοῦ Βελίαρ, Μῆτερ, ἡ τῶν ἀνθρώπων τόν ρύστην κυήσασα, τόν Λυτρωτήν, Ζωοδότην, καί πάντων Κύριον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. xristianos.gr

Καί τά παρόντα Μεγαλυνάρια.
Χάριτας βλυζάνει παντοδαπᾶς, ἡ σεπτή σορός σου, θεοφόρε πατήρ Δαβίδ, τοῖς προσερχομένοις, αὔτη μέτ΄ εὐλαβείας, καί πίστει ἐκζητούσι τήν μεσιτείαν σου.
Προσδεξαι δεήσεις σῶν ἱκετῶν, φωτοφόρον ἄστρον, τῆς Εὔβοιας, κλεινέ Δαβίδ, καί ἐξ ἐπήρειας τοῦ μιαροῦ Βελίαρ, ἁπάλλαξον τούς πόθω ὑμνολογοῦντας σέ.
Καύχημα Λοκρίδος περικαλλές, Ἄθωνος καί Ὄασης, ἐνδιαίτημα εὐκλεές, Ναυπακτίας κλέος, ὠράϊσμα Στειρίου, Δαβίδ, καί τῆς Εὔβοιας πέλεις θησαύρισμα.
Σκέπε, φρούρει, φύλαττε ἐκ δεινῶν, τήν σεπτήν μονήν σου, ὀσιώτατε ἀσκητά, ἤς δομήτωρ πέλεις θεοσοφός, καί ρύσαι, αὐτήν ἐξ ἐνεστώσης βλάβης καί θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τό Ἀπολυτίκιον.
Ἦχος ἅ ΄. Τῆς ἐρήμου πολίτης.

Ταπεινώσεως ἄστρον τηλαυγές τό τοῦ Πνεύματος, ταῖς βολαῖς ἀστράψαν καί κόσμον, καταυγάσαν τοῖς θαύμασι, τόν γόνον Ταλαντίου τόν κλεινόν, καί καύχημα Εὔβοιας ἱερόν,
ἐπαινέσωμεν ἐκθύμως, Δαβίδ τόν θεοφόρον καί βοήσωμεν• Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διά σου, πάσιν ἰάματα.

Ἐκτενής καί Ἀπόλυσις, μέθ΄ ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντων, ὀσιώτατε Δαβίδ, γέρον κεκλημένε, τῶν ποθῶ, ἀσπαζομένων πιστῶς, κάραν σου τήν παντιμον καί σήν λειψάνων σορόν, τάς αἰτήσεις ἐκπλήρωσον, καί ἐξ ὀλέθριων,
πειρασμῶν τοῦ δράκοντος, ἁπάλλαξον σαῖς λιταῖς, ἴνα ἀκλινῶς σέ τιμῶσι, καί τόν βασιλέα τῶν ὅλων, τόν σέ μεγαλύναντα δοξάζωσι.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα