Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

 

 

Ήχος α'. Της ερήμου πολίτης

Σηλυβρίας τον γόνον και Εώας το καύχημα, της Ορθοδοξίας τον Στύλον και Αιγίνης το έρεισμα. Νεκτάριον υμνήσωμεν πιστοί, ως νέκταρ γαρ ανέβλυσεν ημίν, εκ πηγών του σωτηρίου αρτιφανώς αρδεύον τους κραυγάζοντας. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω εν εσχάτοις τοις καιροίς, λαμπρώς Σε αγιάσαντι.

Ήχος ο αυτός
Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον, τον εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού· αναβλύζει γαρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι· δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι διά σου πάσιν ιάματα.

 

Ήχος Γ'
Χαίροις έχουσα πιστών χορεία το υπόδειγμα Ορθοδοξίας και της Αιγίνης η πόλις αδάμαντα. Η Εκκλησία τον φάρον τον πάμφωτον τον ανεξικακία και ταπεινοφροσύνη διαλάμψαντα. Πάτερ ’γιε, Ιεράρχα Νεκτάριε, πρέσβευε Χριστώ τω Θεώ δωρήσασθαι ημίν το μέγα έλεος.


Ήχος Δ'. Ταχύ προκατάλαβε
Οσίως εβίωσας ως Ιεράρχης σοφός, δοξάσας τον Κύριον δι' εναρέτου ζωής, Νεκτάριε Όσιε, Όθεν του Παρακλήτου δοξασθείς τη δυνάμει, δαίμονας απελαύνεις και νοσούντας ιάσαι, τους πίστει προσιόντας, τοις θείοις λειψάνοις σου.

 

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ


Εις τον εν Αγίοις Πατέρα ημών Νεκτάριον  Μητροπολίτην Πενταπόλεως, ου το τίμιον καί ’γιον Λείψανον σώζεται εν τη νήσω Αιγίνης.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.

 

Ψαλμόs ρμβ'. 142
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος  και ηκηδίασεν επ' εμέ το πνεύμα  μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.
Διεπέτασα  προς σε τας χείρας μου η ψυχή μου ως γη άνυδρός σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.
Μη αποστρέψης το πρόσωπόν σου απ' εμού, και ομοιωθήσομαι  τοις  καταβαίνουσιν  ες  λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου.
Εξελού με εκ των εχθρών μου Κύριε  προς σε κατέφυγον,  δίδαξόν  με του ποιείν το θέλημά σου, ότι συ ει o Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία ένεκεν του ονόματός μου Κύριε ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.


Είτα το "Θεός Κύριος και επέφανεν ημίν,  ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου" τετράκις και τα επόμενα τροπάρια.

 

Ήχος δ'. Ο Υψωθείς εν τω Σταυρώ
Του Ιεράρχου τω πανσέπτω λειψάνω, οι εν κινδύνοις συνεχόμενοι  πλείστοις προσπέσωμεν κραυγάζοντες εκ βάθους ψυχής, ’γιε Νεκτάριε, ως πιστών αντιλήπτωρ, πρόφθασον και λύτρωσαι της παρούσης ανάγκης τους προσιόντας, Πάτερ, εκ ψυχής τη ιερά προστασία της σκέπης σου.


Δόξα. Όμοιον


Ως ειληφώς παρά Θεού εξουσίαν,  του θεραπεύειν τας δεινάς  καχεξίας των προσιόντων,  Πάτερ,  τοις λειψάνοις σου, ίασαι δεόμεθα, τούς δεινώς θλιβομένους, νόσοις και παθήμασι, και πικραίς αλγηδόσι, και εν ειρήνη φύλαττε ημάς, ταις σαις πρεσβείαις Νεκτάριε Όσιε.


Και  νυν.  Θεοτοκίον


Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου , λαλείν οι ανάξιοι, ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν έως νυν ελευθέρους. Ουκ αποστώμεν, Δέσποινα, εκ σου, σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.


Ο Ν' ψαλμός. Είτα ψάλλεται ο κανών, ου η ακροστιχίς.


Πόνων οχληρών ημάς λύτρωσαι Πάτερ.
Ωδή α' . Ήχος πλ. δ'. Υγράν  διοδεύσας


Πληγέντα τα σώμα και την ψυχήν, παθών ταις βολίσι, τη πρεσβεία των σων ευχών, Νεκτάριε Πάτερ ίασαί με, σοι γαρ προσήλθον ο τάλας δεόμενος.


Ο νους μου πεπώρωται αληθώς, και του σώματος μου εξησθένησεν η ισχύς, αλλ' ήδη συ Πάτερ την υγείαν, εν αμφοτέροις παράσχου και σώσον με.


Νοσούντων ταχύτατος ιατρός  και  των  θλιβομένων αντιλήπτωρ και αρωγός, οφθείς, Ιεράρχα, θεία νεύσει, τα της ψυχής μου θεράπευσον τραύματα.


Θεοτοκίον
Ωραίος προήλθε καθ' ο Θεός, μορφή εν βροτεία εκ γαστρός σου παρθενικής, ο Λόγος λυτρούμενος τον κόσμον, εξ αλογίας παθών, Παναμώμητε.

 

Ωδή γ'. Ουρανίας αψίδος
Νεκρωθείς τη κακία οδυνηρώς έρριμμαι, της αναισθησίας τω τάφω-οίμοι!-τι γένωμαι; αλλά θαρρήσας σοι, ουκ απογνώσομαι,  Πάτερ, όθεν μη παρίδης με εξαπολύμενον.


Οδυνώμενον σφόδρα των αναγκών καύσωνι, και των, αλγεινών ταις εφόδοις περιστατούμενον, συ με κυβέρνησον, προς σωτηρίας λιμένα, και των πόνων κούφισον,  Πάτερ το άλγος μου.


Χειμαζόμενον σάλω, αμαρτιών, Όσιε, των σων πρεσβειών τω ιστίω, προς τον ακύμαντον όρμον με ίθυνον της αληθούς  μετανοίας,  ίνα  μακαρίζω  σε,  Πάτερ  Νεκτάριε.


Θεοτοκίον
Λεπρωθείς  συμβουλία  του  δυσμενούς,  ’χραντε,  έσβεσα ψυχής μου το κάλλος και παρεχάραξα, την ωραιότητα της αρχικής ευπρεπείας και νυν μετανοούντα με, αύθις ωράισον.


Διάσωσον από κινδύνων  τους  ικέτας σου,  Ιεράρχα, ότι πάντες τη ση  πρεσβεία προστρέχομεν, και ρύσαι παντοίων ημάς θλίψεων.

Επίβλεψον εν ευμενεία Πανύμνητε  Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της  ψυχής μου το άλγος.


Αίτησις υπό του ιερέως, και το κάθισμα.
'Ηχος β'. Πρεσβεία θερμή
Πηγή δαψιλής θαυμάτων αναδέδεικται, η θεία σορός, Νεκτάριε του σκήνους σου, ψυχάς αποκαθαίρουσα και δαιμόνων την λώβην διώκουσα, και εμπιμπλώσα χαράς πνευματικής, τους προσιόντας, Πάτερ, εκ πίστεως.


Ωδή δ'. Εισακήκοα, Κύριε
Η σορός των λειψάνων σου, των σωμάτων παύει τα αρρωστήματα, των ψυχών λύει τα κύματα, ενεργεία, Πάτερ, θείου Πνεύματος.
Ρώσιν θείαν πρυτάνευσον τοις εν ασθενείαις ποικίλαις στένουσι, και δαιμόνων την ενόχλησιν,  Πάτερ, αποδίωξον εκ των παίδων σου.
Ώσπερ ρείθρα θεόβρυτα, τα των ιαμάτων βλύσον χαρίσματα, και παθών σβέσον τους άνθρακας, και τον της ψυχής μου ξήρανον βόρβορον.

 
Θεοτοκίον
Νομοθέτην και Κύριον, υπέρ νόμον, Κόρη, φύσεως τέξασα, ανομίας μου την κλύδωνα, πράυνον τη αύρα νόμω του πνεύματος.


Ωδή ε' . Φώτισον ημάς
Ήρεμον ζωήν και ατάραχον, Νεκτάριε, και σκανδάλων υπερτέραν κοσμικών, τοις τιμώσι σε παράσχου Παναοίδιμε.
Μάστιγι των σων παρακλήσεων, Νεκτάριε, αποδίωξον  δαιμόνων  την  πληθύν,  την  μαστίζουσαν  αθλίως  την καρδίαν μου.
’γρυπνος  φρουρός,  και  προστάτης και υπέρμαχος, και αντιλήπτωρ,  Νεκτάριε,  γενού,  τοις προστρέχουσι τη θήκη των λειψάνων σου.


Θεοτοκίον
Σκεύος εκλεκτόν, Θείου Πνεύματος με έργασαι, τον υπάρξαντα δοχείον πονηρόν,  ως σκηνή  του  Θεού Λόγου Παναμώμητε.

 

Ωδή στ'. Την δέησιν εκχεώ
Λιμένα πνευματικόν, εποπτεύων, και απαύστως προστατεύων μη παύση, της ιεράς σου  Μονής  Θεοφόρε, της κεκτημένης ως μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, την σορόν των αγίων λειψάνων σου.


Υπέκυψα τη φθορά ο άθλιος, ως ηψάμην του καρπού της απάτης, ένθεν Χριστόν  μακρυνθείς, τας ευθύνας της αγνωσίας μου ήδη  εισπράττομαι αλλά συ, Πάτερ, συμπαθώς, ως ποιμήν αληθής με ανάκτησαι.


Την άυλον, λειτουργίαν ’γιε, αναφέρων εν υψίστοις τω Λόγω, τους εμπλακέντας διχτύοις της ύλης, και εμπεσόντας κακίας εις βάραθρα, ανύψωσον προς αρετών, τας αρίστας υψώσεις, Νεκτάριε.


Θεοτοκίον
Ρυόμενος τους ανθρώπους, ’χραντε, ο Δεσπότης της αρχαίας κατάρας, εκ της γαστρός σου ως βρέφος προήλθεν, ο Ποιητής των αιώνων και Κύριος, και εθεούργησεν ημών, την ουσίαν, ως μόνος φιλάνθρωπος.


Διάσωσον, από κινδύνων  τους ικέτας  σου, Ιεράρχα, ότι πάντες τη ση  πρεσβεία προστρέχομεν, και ρύσαι παντοίων ημάς θλίψεων.
’χραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Αίτησις παρά του Ιερέως και το εγκώμιον του Αγίου.

 

'Ηχος γ'. Μέγαν εύρατο
Νέκταρ εύοσμον τα ρήματά Σου, θείον άρωμα τα φθέγματά Σου τοις πιστοίς πιστώς παρέχουσι, Νεκτάριε  όθεν , και ο Κύριος ου τον δρόμον τετέλεκας  και  την πίστιν άμωμον εν τω βίω τετήρηκας, της αϊδίου δόξης τον στέφανον σοι δεδώρηται. Χαίροις δε Συλήβρια, συν αυτή και Πεντάπολις, μοναζουσών δε η πληθύς η εν Αιγίνη κραυγάζουσα, χαίρε το  στήριγμα ημών,  παμμάκαρ,  Πάτερ,  Νεκτάριε.


'Ηχος  β'.  Προστασία  των  χριστιανών
 Πεπτωκότων επανόρθωσις γέγονας, και των κλονουμένων, Νεκτάριε στήριγμα, εν υστέροις τοις καιροίς παρά Κυρίου δοξασθείς  αλλά και νυν των καθ' ημών φρυαττομένων, την ορμήν ταπεινώσας κατάβαλε, άφεσιν των πταισμάτων,  λύτρωσιν  των  σφαλμάτων  ,και φωτισμόν  παρά Θεού, τοις τιμώσι σε δωρούμενος.


Και ευθύς το προκείμενον.
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην...
Στίχ. Τι ανταποδώσωμεν τω Κυρίω;
Ευαγγέλιον εκ του κατά Ιωάννην.
 Είπεν ο Κύριος.  Εγώ ειμί η θύρα  δι' εμού, εάν τις εισέλθη, σωθήσεται και εισελεύσεται και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μη ίνα κλέψη και θύση και απολέση εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ ειμί ο Ποιμήν ο καλός ο Ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων  ο μισθωτός δε και ουκ ων ποιμήν, ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον και αφίησι τα πρόβατα, και  φεύγει και ο λύκος αρπάζει αυτά, και σκορπίζει τα πρόβατα. O δε μισθωτός φεύγει ότι μισθωτός εστί, και ου μέλει αυτώ περί των προβάτων.  Εγώ ειμί ο ποιμήν ο καλός  και γινώσκω τα εμά, και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τον Πατέρα  και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, α ουκ εστίν εκ της αυλής ταύτης  κακείνα με δει αγαγείν, και της φωνής μου ακούσουσι  και γενήσεται μία ποίμνη εις ποιμήν.

 

Δόξα. Ταις του Ιεράρχου....
Kαι νυν. Ταις της Θεοτόκου....


Ήχος  πλ. β'.  Ελέησόν  με ο Θεός  κατά  το  μέγα έλεός σου....


Όλως εκ νεότητος την αφθαρσίαν ποθήσας, νυκτός και ημέρας τε, νόμους τους της χάριτος εμελέτησας, ένθεν δη ήνεγκας, ως ξύλον ευώδες, τους καρπούς του Θείου Πνεύματος, δι' ων εκάστοτε τρέφεις των πιστών την διάνοιαν, και θάλπεις τα φρονήματα, των ειλικρινώς προσιόντων σοι, και διασκεδάζεις,  Νεκτάριε, του ψεύδους την αχλύν,  ως καθαρώτατον σκήνωμα, της Τριάδος Όσιε.
Σώσον ο Θεός τον λαόν σου.

 

Ωδή ζ'.  Oι εκ της Ιουδαίας
Ωρυόμενος κύκλω, της ψυχής μου ως λέων εχθρός o δόλιος,  πειράται καθ'  εκάστην,  κατάβρωμα ποιήσαι,  τον ικέτην σου, Όσιε, συ ουν τας μύλας αυτού σύντριψον ουρανόθεν.


Σωμάτων ευρωστίαν, και ψυχών ευεξίαν Πάτερ Νεκτάριε, και λύσιν αθυμίας, και πάσης εριθείας τοις βοώσι πρυτάνευσον, ο των πατέρων ημών Θεός ευλογητός ει.


Αλγηδόνων  ποικίλων,  πειρασμών  ψυχοφθόρων  και περιστάσεων, και φθόνου και κακίας, και πάσης βασκανίας ανωτέρους  διάσωζε τους  σε τιμώντας  πιστώς,  Νεκτάριε παμμάκαρ.


Θεοτοκίον
Ιλαστήριον θείον, ανεδείχθης τεκούσα τον λυτρωσάμενον, ημάς της καταδίκης, ως δόντα εκουσίως εαυτόν τω Γεννήτορι,  λύτρον υπέρ  των  πολλών,  Παρθένε  Θεοτόκε.

 

Ωδή η'. Τον Βασιλέα
Πληγών τα έλκη, και ανιάτους οδύνας, και πάρεσιν μελών τε και των άρθρων, ίασαι, Παμμάκαρ, τη θεία χειρουργία.
Αθανασίας,  περιφανή  σε λειμώνα,  επιστάμενοι  Νεκτάριε, αιτούμεν, της οσμής ρυσθήναι θανάτου αιωνίου.
Τα των δαιμόνων σμήνη, την θείαν σου κλήσιν, Πάτερ, φρίττουσιν ως πυρ αναλίσκον  όθεν εξ ανθρώπων διώκονται ταχέως.


Θεοτοκίον
Εκ σου ετέχθη ο γεννηθείς προ αιώνων, καθ' α γέγραπται, εκ του Πατρός αρρεύστως, σώζων, Θεοτόκε, τους σε υπερυψούντας.

 

Ωδή θ'.  Κυρίως Θεοτόκον
Ρανίσιν Ιεράρχα, των θείων σου χαρίτων, την χερσωθείσαν καρδίαν μου άρδευσον, ίνα Χριστώ εκβλαστήση καρπόν εύπρόσδεκτον.
Γαλήνην και ειρήνην, και πατρικήν εξ ύψους, ως συμπαθή ευλογίαν, Νεκτάριε, τη Θεολέκτω  Μονή σου παράσχου, Όσιε.
Μακρύνας την ψυχήν μου, παθών της τυραννίδος, τοις του Χριστού δικαιώμασι δούλωσον, τας του νοός μου δυνάμεις, Πάτερ Νεκτάριε.


Θεοτοκίον
Μήτρανδρε  Παρθένε μετά του  Νεκταρίου, τον σον Υιόν και Θεόν καθικέτευε, υπέρ των πίστει τιμώντων τα μεγαλεία σου.

Το ’ξιον εστί και τα μεγαλυνάρια
Την τιμιωτέραν και το.
Ίλεως γενού μοι τω ταπεινώ, ότι πλήν σου άλλην ου γινώσχω καταφυγήν  ο εν αμαρτίαις παντοίαις πεπλησμένος, ελέησον με μόνη χριστιανών η Ελπίς.


Πάτερ Παντοκράτωρ Δημιουργέ, ’ρχων της ειρήνης και φρονήσεως χορηγέ, ικετεύομέν σε, κατάπαυσον πολέμους και δώρησαι ειρήνην, μόνε φιλάνθρωπε.


Λύσον του λαού σου τας συμφοράς, πράϋνον τα έθνη και συμμάχησον βασιλεί  δώρησαι τω κόσμω ομόνοιαν, ειρήνην και ρύσαι τους σους δούλους πάσης κολάσεως.


Τον της ευσεβείας νέον πυρσόν και της Εκκλησίας τον ακοίμητον  οφθαλμόν, τον εκ Σηλυβρίας αστράψαντα αρτίως Νεκτάριον τον θείον ύμνοις τιμήσωμεν.


Χαίροις ο νεόρρυτος ποταμός, ο την εκκλησίαν ταις αύλοις επιρροαίς άρδων και ευφραίνων, και την της δυσσεβείας πλήμμυραν κατακλύζων, Πάτερ Νεκτάριε.


Λάμψας εν τω ύψει των αρετών, ώσπερ θείος  λύχνος απαστράπτεις διά παντός εν τη οικουμένη, Νεκτάριε παμμάκαρ, των θείων σου θαυμάτων τα σελαγίσματα.


Εκ παιδός ποθήσας την αρετήν, έφθασας εις μέτρον ηλικίας της του Χριστού και Αρχιερέων αρχέτυπον εδείχθης, χρισθείς,  Πάτερ, ελαίω αγαλλιάσεως.


Εκ παιδός ποθήσας την αρετήν, έφθασας εις μέτρον ηλικίας της του Χριστού και Αρχιερέων αρχέτυπον εδείχθης, χρισθείς,  Πάτερ, ελαίω αγαλλιάσεως.


Χαίροις τεθλιμμένων ο αρωγός και των δαιμονιώντων ο ταχύτατος ιατρός, χαίροις ο θεράπων ο νέος της Τριάδος, Νεκτάριε Θεόφρων, Πιστών ο Θέμελος.


Του  Ευαγγελίου  ταις  καλλοναίς εκλελαμπρυσμένος ως ωράθης δι' αρετών, της Ορθοδοξίας τα δόγματα σφραγίζεις, και βεβαιοίς τον λόγον, Πάτερ, της πίστεως.


Χαίροις της Αιγίνης ο θησαυρός και των Ορθοδόξων αντιλήπτωρ και οδηγός,  χαίροις  της  Ελλάδος αγλάϊσμα το νέον, Νεκτάριε, παμμάκαρ, σκέπε την νήσον σου.


Θείαις αγλαίαις προσομιλών  δόξης ουρανίου,  Ιεράρχα, θεαρχικώς ρύσαι την ψυχήν μου παθών των ψυχοφθόρων και φώτισον φωτί με της θείας χάριτος.


Του Αγίου Διονυσίου
 Χαίροις ο Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αιγίνης και Στροφάδων μέγας φρουρός, χαίροις εκκλησίας φωστήρ νέος τρισμάκαρ, αρχιερέων κλέος, ω Διονύσιε.


Του Αγίου Γερασίμου
Της Πελοποννήσου Θείος βλαστός, και Κεφαλληνίας ο πολύτιμος θησαυρός,  και πάσης Ελλάδος αγλάϊσμα το νέον. Γεράσιμε Θεόφρον, σκέπε τους δούλους σου.


Του Αγίου Σπυρίδωνος
Χαίροις Τριμυθούντος η καλλονή, χαίροις Κερκυραίων ο σοφώτατος ιατρός, χαίροις της Τριάδος ο θείος μυστολέκτης, πατέρων μέγα κλέος, Σπυρίδων ’γιε.


Του Αγίου Νικολάου
Ορφανών προστάτην τε και χηρών, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αιχμαλώτων ρύστην, πλεόντων τε σωτήρα, κεκτήμεθα, παμμάκαρ, σοφέ Νικόλαε.


Της Ζωοδόχου Πηγής
Σπεύσον, Ζωοδόχος θεία Πηγή και των ασθενούντων η ταχεία απαλλαγή, τους κεκακωμένους και τετραυματισμένους, εκ των ποικίλων νόσων, ταχέως ίασαι.


Του Αγίου Κρίσπου
Χαίροις της Αιγίνης ο φωτιστής και του θείου Παύλου αγιώτατος  μαθητής, Απόστολε Κυρίου θείε Κρίσπε, τους σε ανυμνούντας σώζε πρεσβείαις σου.

 

Χαίροις Εκκλησίας, θείε αστήρ, της Αιγίνης δόξα και προστάτα  μοναζουσών,  χαίροις  ορθοδόξων  φωστήρ  νέος τρισμάκαρ, αρχιερέων κλέος θείε Νεκτάριε.


Τον εν Ιεράρχαις θαυματουργόν και εν τοις κινδύνοις απροσμάχητον  βοηθόν,  τον Όσιον  Ποιμένα,  προστάτην της Αιγίνης, Νεκτάριον τον Θείον, πάντες υμνήσωμεν.


Πάσαι των Αγγέλων...
Το τρισάγιον, και το απολυτίκιον του Αγίου

 

'Ηχος α'.  Της Ερήμου Πολίτης
Σηλυβρίας τον γόνον  και Εώας το  καύχημα,  της Ορθοδοξίας τον Στύλον και Αιγίνης το έρεισμα, Νεκτάριον υμνήσωμεν πιστοί, ως νέκταρ γαρ ανέβλυσεν ημίν, εκ πηγών του Σωτηρίου αρτιφανώς αρδεύον τους κραυγάζοντας. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι δόξα τω εν εσχάτοις τοις καιροίς λαμπρώς Σε αγιάσαντι.


Και τα συνήθη τροπάρια. Είτα  αίτησις εκτενής υπό του ιερέως και απόλυσις. Μεθ' ην ψάλλομεν τα εξής :
Ήχος β'. Ότε εκ του  ξύλου.
Πάντων  προστατεύεις αγαθή,  των  καταφευγόντων εν πίστει τη κραταιά σου χειρί  άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν αεί μεσιτείαν οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών,  Μήτερ του Θεού του Υψίστου. Όθεν σοι προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τους δούλους σου.


Όμοιον
Πάσιν αντιλήπτωρ και φρουρός, και παραμυθία και σκέπη γενού, Νεκτάριε, τοις προσερχομένοις σοι,  Πάτερ εκ πίστεως, και το θείον σου λείψανον κατασπαζομένοις, ο Θεός εδόξασεν, εν θείοις χάρισι, λύων πειρασμών καταιγίδα, και την των δαιμόνων μανίαν, φλέγων τω πυρί, της μεσιτείας σου.


Όμοιον
Χρίσμα περικείμενος σεπτόν, προς το καταπέτασμα, Πάτερ, το επουράνιον χαίρων προσεχώρησας, ως ιερώτατος, ταις αχτίσι του βίου σου, καθωραϊσμένος και λαμπρώς θεούμενος τω  Θείω  Πνεύματι όθεν εκ νυκτός αγνωσίας προς τον της φωτίσεως όρθρον, και ημάς οδήγησον, Νεκτάριε.


Δέσποινα πρόσδεξαι....  Την πάσαν ελπίδα μου....
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.

 

 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα