Αξιολόγηση Χρήστη:  / 1
ΧειρότεροΚαλύτερο 

 

ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Ευλογήσαντος του Ιερέως, Ο ψαλμός 142:

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου˙ εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου˙ η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωΐ το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν ή πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον˙ δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ο Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία˙ ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμί.  

Θεός Κύριος και επέφανεν ημίν˙ ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου (τρις).

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Ως Ιεράρχης και σοφός θεηγόρος, προς τον Σωτήρα παρρησίαν μεγίστην, πεπλουτηκώς Γρηγόριε πατήρ ημών, πρέσβευε εκάστοτε, από πάσης ανάγκης, και παντοίων θλίψεων, και δεινών νοσημάτων, απολυτρούσθαι πάντας τους πιστώς, τω ιερώ σου λειψάνω προστρέχοντας.

Θεοτοκίον.

Ου σιωπήσομεν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι˙ ειμή γαρ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου˙ σους γας δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο ψαλμός Ν’

Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου˙ Επί πλείον πλύνόν με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μού εστί δια παντός. Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας˙ τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι˙ πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην˙ αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και Πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και Πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου˙ αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν˙ ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον˙ καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ο κανών ου η ακροστιχίς:

«Σαις Γρηγόριε λιταίς με σώζε. Γερασίμου».

Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Σοφίας εκφάντωρ της θεϊκής Γρηγόριε Πάτερ, σοφιστείας του πονηρού, και πάσης εκλύτρωσε μανίας, τους ευλαβώς προσιόντας τη σκέπη σου.

Ακοίμητον σχούσά σε αρωγόν, Καρβάλης η κώμη, εγκαυχάται τη ση σορώ˙ ήν σώζε Γρηγόριε παμμάκαρ, εκ πολυτρόπων κινδύνων και θλίψεων.

Ιλέω σο όμματι ευμενώς, επίβλεψον Πάτερ, επί πάντας τους ευλαβώς, τη θεία σορώ σου προσιόντας, και πάσιν δίδου ημίν τα αιτήματα.

Θεοτοκίον.

Σαρκός μου τας νόσους και της ψυχής, θεράπευσον Κόρη, τη θερμή σου επισκοπή, και δίδου ισχύν μοι του βαδίζειν, Παρθενομήτορ οδόν την σωτήριον.

Ωδή γ’. Ουρανίας αψίδος.

Γρηγορείν εν τοις τρίβοις, των εντολών Άγιε, κα καλώς ανύτειν τον βίον, φόβω τω κρείττονι, ημάς ενίσχυσον, τους σε προστάτην πλουτούντας, και μεσίτην μέγιστον, προς τον Φιλάνθρωπον.

Ρωστική σου πρεσβεία την των παθών ίασιν, και των πειρασμών Θεολόγε, την απολύτρωσιν, δίδου εκάστοτε, τοις προσιούσιν εν πίστει, άγιε Γρηγόριε, τω θείω σκήνει σου.

Η αγία σορός σου, ως θησαυρός άγιος, πρόκειται Γρηγόριε Πάτερ, καθαγιάζουσα, Αγίω Πνεύματι, τους εν Καρβάλη οικούντας, άπασιν κηρύττοντας, την θείαν χάριν σου.

Θεοτοκίον.

Γεννηθείς απορρήτως, ο του παντός αίτιος, εκ των σων αχράντων αιμάτων, δι’ αγαθότητα, κόσμον διέσωσε, και σωτηρίας σε πύλην, Θεοτόκε, έδειξεν˙ όθεν υμνούμεν σε.

Διάσωσον Αρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το κάθισμα.

Ήχος β’. Πρεσβεία θερμή.

Προστάτης θερμός, και πρέσβυς προς τον Κύριον, υπάρχων ημών, Γρηγόριε πολύσοφε, δια παντός ικέτευε, των εν βίω δεινών περιστάσεων, και επηρείας πάσης του εχθρού, ατρώτους ημάς διαφυλάττεσθαι.

Ωδή δ’. Εισακήκοα Κύριε.

Ο ναός σου Γρηγόριε, ως λιμήν αχείμαστος πάσιν πρόκειται, ως προστρέχοντας ρυόμεθα, των τρικυμιών του βίου πάντοτε.

Ρώσιν δίδου και ίασιν, την κατά ψυχήν και σώμα Γρηγόριε, και πταισμάτων την συγχώρησιν, τοις εν τη ση πρεσβεία Πάτερ σπεύδουσι.

Ιλαστήριον δείκνυται, τη επισκιάσει της θείας χάριτος, η σορός η του λειψάνου σου, πάσιν Πάτερ νέμουσα τα κρείττονα.

Θεοτοκίον.

Εκ γαστρός σου ανέτειλε, της δικαιοσύνης Κόρη ο Ήλιος, ου αι αίγλαι καταλάμπρυνον, την εσκοτισμένην μου διάνοιαν.

Ωδή ε’. Φώτισον ημάς.

Λύτρωσαι ημάς, Θεολόγε ιερώτατε, των εν βίω χαλεπών δυσχερειών, και ειρήνην ημίν δίδου και ομόνοιαν.

Ίδε συμπαθώς, τους τω θείω Πάτερ οίκω σου, καταφεύγοντας Γρηγόριε σοφέ, και παράσχου τούτοις πάσιν τα αιτήματα.

Ταύτην την πιστώς προσκειμένην κώμην Άγιε, τη θερμή σου αντιλήψει και θερμή, επευλόγει αοράτω επισκέψει σου.

Θεοτοκίον.

Άχραντε Αγνή, Θεοτόκε Αειπάρθενε, προστασία των πιστών Χριστιανών, μη ελλείπης προστατεύειν ημών πάντοτε.

Ωδή στ’. Την δέησιν.

Ισχύν μεν, κατά παθών ολεθρίων, και δεινών επινοιών του Βελίαρ, δίδου ημίν ω Γρηγόριε Πάτερ, ειρηνικήν δε ζωήν και ανώλεθρον, πεπληρωμένην αγαθών, τοις πλουτούσιν προστάτιν σε μέγιστον.

Σωμάτων, τας χαλεπάς ασθενείας, τη θερμή σου προς Θεόν ικεσία, και των ψυχών τας οδύνας και πόνους, παύσον Γρηγόριε Πάτερ δεόμεθα, των προσιόντων ευλαβώς, τω σεπτώ και αγίω λειψάνω σου.

Μη παύση, ως συμπαθής Θεολόγε, εφορών και ευλογών καθ’ εκάστην, απ’ ουρανού νοερά επισκέψει, και κυβερνών την ζωήν αυτών άγιε, ευλαβώς, ανυμνούντων τα σα προτερήματα.

Θεοτοκίον.

Εκ σάλου, αμαρτιών και κινδύνων, προς λιμένα μετανοίας αγίας, και προς γαλήνην Αγνή σωτηρίας, τον χειμαζόμενον δούλον σου ίθυνον, Θεογεννήτορ Μαριάμ, προστασία ημών και βοήθεια.

Διάσωσον Αρχιερέα Γρηγόριε Θεολόγε, πάσης βλάβης και πειρασμών τε και θλίψεων, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το κοντάκιον.

Ήχος β’. Ταις των αιμάτων σου.

Ως Θεολόγος και μέγας διδάσκαλος, της Εκκλησίας Γρηγόριε πάνσοφε, μεγάλων κινδύνων και θλίψεων, τη ση μεγίστη πρεσβεία διάσωζε, ημάς τους εν πίστει τιμώντας σε.

Προκείμενον.

Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.

Στίχ. Ακούσατε ταύτα πάντα τα έθνη…

Ευαγγέλιον.

Εκ του κατά Ιωάν. ι’ 9-16

           Είπεν ο Κύριος˙ εγώ ειμί η θύρα˙ δι’ εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μη ίνα κλέψη και θύση και απολέση˙ εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ ειμί ο ποιμήν ο καλός. Ο ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε και ουκ ών ποιμήν, ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον και αφίησι τα πρόβατα και φεύγει˙ και ο λύκος αρπάζει αυτά και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός εστί και ου μέλει αυτώ περί των προβάτων. Εγώ ειμί ο ποιμήν ο καλός, και γινώσκω τα εμά και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο πατήρ καγώ γινώσκω τον πατέρα, και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, ά ουκ έστιν εκ της αυλής ταύτης˙ κακείνα με δει αγαγείν, και της φωνής μου ακούσουσι, και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα…

Ταις του Ιεράρχου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν…

Ταις της Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον.

Ήχος πλ. β’. Όλην αποθέμενοι.

Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου…

Γλώσσαν θεορρήμονα, πεπλουτηκώς Ιεράρχα, επιπνοία κρείττονι, Θεολόγος ένθεος εχρημάτισας. Όθεν νυν άγιε, ως μεγίστην έχων, παρρησίαν προς τον Κύριον, ημάς απάλλατε, πάσης δυσχερείας και θλίψεως, και πόνων και κακώσεων, και οδυνηρών περιστάσεων, πάσαν ευπραγίαν παρέχων και χαράν την αληθή, και πολιτείαν ακίβδηλον, πάνσοφε Γρηγόριε.

Ο Ιερεύς.

Σώσον ο Θεός τον λαόν Σου…

Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Σωτηρίαν εξαίτει, και παθών θεραπείαν ψυχής και σώματος, ειρήνην εν τω βίω, και άφεσιν πταισμάτων, Θεολόγε Γρηγόριε, τοις προσιούσιν πιστώς, τω ιερώ ναώ σου.

Ως προστάτην σε θείον, αντιλήπτορα μέγαν και γέρας ένθεον, Καρβάλη μακαρίζει, Γρηγόριε, παμμάκαρ, ην περίεπε πάντοτε, εξ επηρείας εχθρών, και πάσης ασθενείας.

Ζηλωτάς θείων έργων, ως ζωής εναρέτου μέγας διδάσκαλος, ανάδειξον παμμάκαρ, ημάς τους σους ικέτας, και απέχειν ενίσχυσον, εξ ακαθάρτων παθών, και πάσης αμαρτίας.

Θεοτοκίον.

Εκ ζωής ακαθάρτου, και πικράς συνηθείας˙ Κόρη με λύτρωσαι, και δίδου τη ψυχή μου τον φόβον του Κυρίου, όπως ζήσω Θεόνυμφε, εν μετανοία θερμή, τω τέλει καν του βίου.

Ωδή η’. Τον Βασιλέα.

Γέρας σε Πάτερ, κώμη Καρβάλης κατέχει˙ ένθεν γάνυται τω θείω λειψάνω, και την σην κηρύττει βοήθειαν και χάριν.

Εκ των σκανδάλων, των εν βίω ατρώτους ημάς φύλαττε Γρηγόριε τρισμάκαρ, και πταισμάτων λύσιν, ημίν εξαίτει Πάτερ.

Ράβδω αγία, των πρεσβειών σου θεόφρον, καθοδήγησον προς τρίβον σωτηρίας, τους υμνολογούντας, ως θείον σε ποιμένα.

Θεοτοκίον.

Ανερμηνεύτως, τον Ζωοδότην τεκούσα Κόρη σώσον πλουσία χάριτί σου, την νενεκρωμένην, ψυχήν μου αμαρτίαις.

Ωδή θ’. Κυρίως Θεοτόκον.

Σοφία των σων λόγων, σόφισον τον νουν μου, ίνα σοφώς του εχθρού τα σοφίσματα, Πάτερ παρέλθω και δόξης τύχω της κρείττονος.

Ιλύος αμαρτίας, και στενοχωρίας, και αρρωστίας απάσης και θλίψεως, ημάς ατρώτους διάσωζε Πάτερ Όσιε.

Μονάς τας ουρανίους, νυν περιπολεύων, τους τω αγίω ναώ σου προστρέχοντας, αεί ευλόγει Γρηγόριε παμμακάριστε.

Ο μέγας Ιεράρχης, Γρηγόριε Πάτερ, δίδου καμοί τω αχρείω ικέτη σου, φως ουρανόθεν και χάριν και θείον έλεος.

Θεοτοκίον.

Υμνούμεν Θεοτόκε, τα σα μεγαλεία˙ ότι Θεόν μετά σώματος τέξασα, την ευλογίαν πηγάζεις τοις σε δοξάζουσι.

Μεγαλυνάρια.

Άξιον εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέρα των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Χαίροις ο ουράνιος θείος νους, και θεολογίας, θεηγόρος μυσταγωγός˙ χαίροις Παρακλήτου, το όργανον το μέγα, Γρηγόριε παμμάκαρ αξιοθαύμαστε.

Την σοφίαν Πάτερ από ψυχής, θερμώς αγαπήσας, επτερώθης προς ουρανόν, και των απορρήτων, την μύησιν εδέξω, ως αρετών δοχείον, θείε Γρηγόριε.

Χαίροις, των Πατέρων η καλλονή, και της εκκλησίας Ιεράρχης θεοειδής˙ χαίροις ευσεβείας ο ρήτωρ ο πυρίπνους, και της Τριάδος μύστης, Πάτερ Γρηγόριε.

Πάντας τους προστρέχοντας ευλαβώς, τω σεπτώ ναώ σου, ρύου πάσης επιφοράς, και εν τω βίω δεινών πειρατηρίων, τη ση θερμή πρεσβεία Πάτερ Γρηγόριε.

Σκέπε ως μερίδα σου εκλεκτήν, ταύτην σου την κώμην, από πάσης επιβουλής και τοις προσφοιτώσιν, τω ιερώ ναώ σου Γρηγόριε παράσχου, την ευλογίαν σου.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόλων η δωδεκάς, οι άγιοι Πάντες μετά της Θεοτόκου ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το τρισάγιον. Παναγία Τριάς, Πάτερ ημών.

Το απολυτίκιον του Αγίου.

Ο ποιμενικός αυλός της θεολογίας σου, τας των ρητόρων ενίκησε σάλπιγγας˙ ως γαρ τα βάθη του πνεύματος εκζητήσαντι, και τα κάλλη του φθέγματος προσετέθη σοι. Αλλά πρέσβευε Χριστώ τω Θεώ, πάτερ Γρηγόριε, σωθήναι τας ψυχάς ημών.

Εκτενής και απόλυσις, μεθ’ ήν ψάλλομεν ατ εξής.

Ήχος β’. Ότε εκ του ξύλου.

Πάντας τους προστρέχοντας πιστώς, Πάτερ τη αγία σορώ σου και εξαιτούντας θερμώς, άγιε, Γρηγόριε, την σην βοήθειαν, πάσης ρύσαι κακώσεως, και ασθενημάτων, και ποικίλων θλίψεων, και περιστάσεων, όπως ως θερμόν ημών ρύστην, και προς τον Χριστόν σε μεσίτην, μέλπωμεν αεί και μακαρίζωμεν.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι Μήτερ του Θεού, φύλαξον ημάς υπό την σκέπην σου.

Δίστιχον.

Γρηγόριε γρήγορσιν θείαν μοι δίδου

Γερασίμω σπεύδοντι τη αρωγή σου.

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα