Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

Η ΚΑΘΟΔΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΙΣ ΤΟΝ ΑΔΗΝ

 Ἁγίου Ἐπιφανίου Ἀρχιεπισκόπου Κωνσταντίας Κύπρου

Απόσπασμα

 

1.-. Ἐκεῖνος πού χθές, μέσα στήν ἄπειρη συγκατάβασί Του, δέν ἐκαλοῦσε νά τόν βοηθήσουν οἱ λεγεῶνες τῶν Ἀγγέλων, λέγοντας στόν Πέτρο, ὅτι εἶναι στό χέρι μου νά παρατάξω τώρα ἀμέσως, περισσότερες ἀπό δώδεκα λεγεῶνες Ἀγγέλων (Ματθ. κστ´ 53), σήμερα κατέρχεται μέ τόν θάνατό Του κατά τοῦ ἅδου καί τοῦ θανάτου, τοῦ τυράννου, ὅπως ταιριάζει σέ Θεό καί Κυρίαρχο, ἐπί κεφαλῆς τῶν ἀθανάτων καί ἀσωμάτων στρατευμάτων καί τῶν ἀοράτων ταγμάτων, ὄχι μέ δώδεκα μόνο λεγεῶνες, ἀλλά μέ μύριες μυριάδες καί χίλιες χιλιάδες Ἀγγέλων, Ἀρχαγγέλων, Ἐξουσιῶν, Θρόνων, Ἐξαπτερύγων, Πολυομμάτων, οὐρανίων ταγμάτων, τά ὁποῖα, ὡς Βασιλέα καί Κύριό τους, προπέμπουν, δορυφοροῦν καί τιμοῦν τόν Χριστό. Ὄχι, ὅτι συμμαχοῦν καί συμπολεμοῦν μαζί Του. Ὄχι, ποτέ! Γιατί ἀπό ποιά συμμαχία ἔχει ἀνάγκη ὁ παντοδύναμος Χριστός; Τόν συνοδεύουν γιατί χρωστοῦν πάντοτε καί ποθοῦν νά εἶναι κοντά στόν Θεό τους.

 

Οἱ ἀγγελικές δυνάμεις ἔτρεχαν σάν δορυφόροι ὁπλῖτες, ὡπλισμένοι μέ ξίφη καί σάν ἀστραπόμορφοι κεραυνοβόλοι, ὡπλισμένοι μέ τούς θεϊκούς καί παντοδύναμους κεραυνούς τοῦ Βασιλέως των, οἱ ὁποῖοι πρόφθαιναν μέ πολύ ζῆλο καί ξεπερνοῦσαν ὁ ἕνας τόν ἄλλο στή γρηγοράδα, ὑπακούοντας στό θεϊκό μόνο νεῦμα καί κάνοντας ἔργο καί πρᾶξι τή διαταγή καί στεφανωμένοι μέ τό στέφανο τῆς νίκης κατά τῆς παρατάξεως τῶν ἐχθρῶν καί τυράννων. Γι᾿ αὐτό καί κατέρχονται στά ὑποχθόνια δεσμωτήρια τῶν πανάρχαιων νεκρῶν, πού ἦταν μέσα στήν καρδιά τοῦ Ἅδη καί βαθύτερα ἀπ᾿ ὅλη τή γῆ, γιά νά βγάλουν ἀπό ἐκεῖ μέσα τούς ἁλυσοδεμένους καί ἀπό αἰῶνες τώρα κεκοιμημένους.

2.-. Μόλις δέ φάνηκε στά κλεισμένα ἀπ᾿ ὅλες τίς πόρτες, τά ἀνήλια καί κατασκότεινα δεσμωτήρια, στά ὑπόγεια καί τά σπήλαια τοῦ Ἅδη ἡ θεϊκή καί λαμπρή παρουσία τοῦ Κυρίου, προβαίνει ἐμπρός ἀπ᾿ ὅλους ὁ ἀρχιστράτηγος Γαβριήλ, ἐπειδή εἶχε συνηθίσει νά φέρνη χαρᾶς εὐαγγέλια στούς ἀνθρώπους, καί μέ φωνή δυνατή, ἀρχαγγελικώτατη, ἔντονη καί λιονταρίσια φωνάζει πρός τίς ἀντίπαλες δυνάμεις: «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν». Καί μαζί του φωνάζει ὁ Μιχαήλ: «γκρεμισθῆτε προαιώνιες πύλες». Ἔπειτα οἱ Δυνάμεις συμπληρώνουν: «κάνετε πέρα παράνομοι θυρωροί». Οἱ δέ Ἐξουσίες διατάζουν μέ ἐξουσία: «Σπᾶτε ἄλυτες ἁλυσίδες». Κι᾿ ἕνας ἄλλος Ἀρχάγγελος προσθέτει: «Αἶσχος σέ σᾶς, ἀνάλγητοι τύραννοι».

Καί καθώς συμβαίνει ὅταν παρουσιασθῆ μιά φοβερή, ἀήτητη καί παντοδύναμη βασιλική στρατιωτική παράταξι, φρίκη μαζί καί τρόπος καί ταραχή καί ὀδυνηρός φόβος κυριεύει τούς ἐχθρούς τοῦ ἀκαταγώνιστου Στρατηγοῦ, τό ἴδιο ἔγινε ξαφνικά, μόλις παρουσιάσθηκε τόσο παράδοξα ὁ Χριστός στά καταχθόνια τοῦ Ἅδη. Ἀπό ἐπάνω μιά δυνατή ἀστραπή ἐτύφλωνε τά πρόσωπα τῶν ἐχθρικῶν δυνάμεων τοῦ Ἅδη καί ταυτόχρονα ἀκούονταν βροντερές στρατιωτικές φωνές πού διέταζαν: «Ἄρατε πύλας, ὄχι ἀνοίξετε, ἀλλά ξερριζῶστε τις ἀπό τά θεμέλια, βγάλτε τις τελείως ἀπό τόν τόπο τους, ὥστε νά μή μποροῦν πιά νά ξανακλείσουν. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, ὄχι γιατί δέν μπορεῖ νά τίς ἀνοίξη ὁ Κύριός μας, πού ὅταν θέλη, διατάζει καί μπαίνει μέ κλεισμένες τίς πόρτες, ἀλλά σᾶς διατάζει, σάν δραπέτες δούλους, νά σηκώσετε καί νά μεταφέρετε αὐτές τίς προαιώνιες πύλες. Γιά τοῦτο καί δέν διατάζει τούς ὄχλους σας, ἀλλά σᾶς πού παρουσιάζεσθε σάν ἀρχηγοί τους: ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν» (Ψαλμ. κγ´ 7-10).

Ἀπό τώρα καί ἔπειτα δέν θά εἶσθε πιά ἄρχοντες κανενός, παρ᾿ ὅλο πού κάκιστα κυριαρχήσατε πάνω στούς μέχρι τώρα κεκοιμημένους. Οὔτε αὐτῶν θά εἶσθε πλέον ἄρχοντες, οὔτε ἄλλων, οὔτε τῶν ἑαυτῶν σας ἀκόμη. Ἄρατε πύλας, γιατί ἦρθε ὁ Χριστός, ἡ οὐράνια θύρα. Ἀνοίξετε δρόμο σ᾿ Αὐτόν πού ἔβαλε τό πόδι Του στή φυλακή τοῦ Ἅδη. Τό ὄνομά του εἶναι Κύριος καί ὁ Κύριος ἔχει τό δικαίωμα καί τή δύναμι νά περάση τίς πύλες τοῦ θανάτου. Γιατί τή μέν εἴσοδο τοῦ θανάτου τή φτιάξατε σεῖς, Αὐτός δέ ἦρθε γιά νά ἐπιτύχη τό πέρασμά της. Γι᾿ αὐτό ἀνοίξετε γρήγορα καί μήν ἀργοπορῆτε. Ἀνοίξετε καί κάνετε γρήγορα. Ἀνοίξετε καί μήν ἀναβάλλετε. Ἄν νομίζετε πῶς θά σᾶς περιμένουμε, κάνετε λάθος. Θά διατάξουμε τίς ἴδιες τίς πύλες νά ἀνοίξουν αὐτομάτως καί χωρίς νά βάλουμε χέρι: Ἀνοῖξτε πύλες αἰώνιες!

3.-. Καί μόλις οἱ ἀγγελικές δυνάμεις ἐβόησαν, τήν ἴδια στιγμή ἄνοιξαν οἱ πύλες! Τήν ἴδια στιγμή ἔσπασαν οἱ ἁλυσίδες καί οἱ μοχλοί. Ἔπεσαν τά κλειδιά καί συγκλονίσθηκαν τά θεμέλια τῆς φυλακῆς. Οἱ ἐχθρικές δυνάμεις ἐτράπησαν σέ ἄτακτη φυγή, ὁ ἕνας ἔσπρωχνε τόν ἄλλο, ἄλλος μπερδευόταν στά πόδια τοῦ ἄλλου καί καθένας φώναζε στό διπλανό του νά φεύγη γρήγορα. Ἔφριξαν, συγκλονίσθηκαν, τά ἔχασαν, ἐταράχθηκαν, ἄλλαξε τό χρῶμα τους, φοβήθηκαν, στάθηκαν καί ἀπόρησαν, ἀπόρησαν καί τρόμαξαν. Ὁ ἕνας ἔμεινε μέ ἀνοιχτό στόμα. Ἄλλος ἔκρυψε τό πρόσωπο μέσα στά γόνατά του. Ἄλλος ἔπεσε κάτω, παγωμένος ἀπό τό φόβο. Ἄλλος στάθηκε ἀκίνητος, σάν νεκρός. Ἄλλος κυριεύθηκε ἀπό δέος καί ἄλλος ἔτρεξε νά σωθῆ σέ βαθύτερο μέρος.

4.-. Τήν ὥρα αὐτή ὁ Χριστός ἀπεκεφάλισε τούς σαστισμένους τυράννους. Τότε χαλάρωσαν τά χαλινάρια τους καί ρωτοῦσαν: «Ποιός εἶναι αὐτός ὁ βασιλεύς τῆς δόξης; Ποιός εἶναι αὐτός πού ἦρθε ἐδῶ, κάνοντας τόσα παράδοξα πράγματα; Ποιός εἶναι αὐτός ὁ βασιλεύς τῆς δόξης, πού κατορθώνει τώρα στόν Ἅδη, αὐτά πού δέν ἔγιναν ποτέ; Ποιός εἶναι αὐτός ὁ βασιλεύς τῆς δόξης, πού βγάζει ἀπό ἐδῶ τούς προαιώνιους φυλακισμένους; Ποιός εἶναι αὐτός πού διέλυσε καί κατέλυσε τό ἀήτητο κράτος καί τό θράσος μας; »

Σ᾿ αὐτούς ἀπαντοῦσαν οἱ δυνάμεις τοῦ Κυρίου καί τούς ἔλεγαν: «Θέλετε νά μάθετε ποιός εἶναι αὐτός ὁ βασιλεύς τῆς δόξης; Εἶναι ὁ Κύριος, ὁ κραταιός καί δυνατός, ὁ Κύριος, ὁ δυνατός καί πανίσχυρος στόν πόλεμο. Εἶναι ἐκεῖνος, ἐλεεινοί καί παράνομοι τύραννοι, πού σᾶς ἐξόρισε καί σᾶς ἔρριξε κάτω ἀπό τίς οὐράνιες ἀψίδες. Εἶναι αὐτός πού συνέτριψε μέσα στά νερά τοῦ Ἰορδάνη τίς κεφαλές τῶν δρακόντων σας. Εἶναι ἐκεῖνος πού ἐπάνω στό Σταυρό του σᾶς ἔκανε θέατρο, σᾶς διεπόμπευσε καί σᾶς ἀφαίρεσε κάθε δύναμι. Εἶναι αὐτός πού σᾶς ἔδεσε καί σᾶς ἔρριξε στό ζόφο καί στήν ἄβυσσο. Αὐτός εἶναι πού θά σᾶς ἐξοντώση τελειωτικά μέσα στήν αἰώνια φωτιά καί τή γέεννα. Μήν ἀργῆτε, μήν περιμένετε, ἀλλά τρέξετε γρήγορα καί βγάλετε τούς φυλακισμένους, τούς ὁποίους μέχρι τώρα κακῶς ἔχετε καταπιῆ. Ἀπό ἐδῶ κι᾿ ἐμπρός καταλύεται τό κράτος σας. Καταργεῖται ἡ τυραννική ἐξουσία σας. Ἡ ἀλαζονεία σας καταπατήθηκε οἰκτρά. Ἡ ὑπερήφανη καύχησί σας ξεκουρελιάσθηκε. ἡ δύναμί σας ἔσβησε καί χάθηκε γιά πάντα»

5.-. Αὐτά φώναζαν οἱ νικήτριες δυνάμεις τοῦ Κυρίου στίς δυνάμεις τοῦ Ἐχθροῦ καί συγχρόνως ἐνεργοῦσαν μέ βιασύνη. Ἄλλοι γκρέμιζαν τήν φυλακή ἀπό τά θεμέλια της. Ἄλλοι καταδίωκαν τούς ἐχθρούς πού ἔφευγαν γιά νά σωθοῦν στά βαθύτερα μέρη. Ἄλλοι ἔτρεχαν καί ἐρευνοῦσαν τά ὑπόγεια, τά φρούρια καί τά σπήλαια. Καί ὅλοι, ἀπό διάφορες κατευθύνσεις καθένας, ἔφερναν τούς δεσμῶτες ἐμπρός στόν Κύριο. Ἄλλοι ἔδεναν τόν τύραννο, ἐνῶ ἄλλοι ἀπελευθέρωναν τούς προαιώνιους δεσμῶτες. Καί ἄλλοι μέν ἔτρεχαν μπροστά ἀπό τόν Κύριο, καθώς προχωροῦσε βαθύτερα. Ἄλλοι δέ τόν ἀκουλουθοῦσαν νικηφόροι, ὡς Θεόν καί Βασιλέα.

 

http://www.imaik.gr/?p=2248

 

 

Aρχαίο κείμενο

 

Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς
λεγεῶνας τῶν ἀγγέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ· Οὐ δύναμαι ἄρτι
παραστῆσαι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ
πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου· καὶ τύραννον διὰ
θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ
δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων,
ἐξουσιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύγων, πολυομμάτων, ἀομμάτων,
οὐρανίων ταγμάτων· ἅτε δὴ ἅτε ὡς οἰκεῖον Δεσπότην, καὶ βασιλέα προπεμπούσας, καὶ
δορυφορούσας, καὶ τιμώσας Χριστόν· οὐ συμμάχους· ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ
παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ' ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ
παρίστασθαι Δεσπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι
λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει
ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ
κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις. Διὸ δὴ καὶ κατιούσας τότε
δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι τῷ Θεῷ καὶ Δεσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς
ἁπάσης βαθύτερα, τῶν ἀπ' αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάγων ἐν
ἀνδρείᾳ τοὺς ἀπ' αἰῶνος πεπεδημένους. Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ
πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ
Δεσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος·
ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν τινα ἰσχυρὰν
ἀρχαγγελικωτάτων καὶ στρατηγικωτάτων 43.457 λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς
τὰς ἐναντίας δυνάμεις, καὶ λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν· μεθ' ὃν βοᾷ καὶ
Μιχαήλ· Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.
Εἶτα καὶ αἱ δυνάμεις φασίν· Ἀπόστητε, πυλωροὶ οἱ παράνομοι· εἶτα καὶ ἐξουσίαι
μετ' ἐξουσίας· Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι· καὶ ἄλλος· Αἰσχύνθητε, ἐναντίοι
πολέμιοι· καὶ ἕτερος· Φοβήθητε, τύραννοι οἱ παράνομοι. Καὶ καθάπερ ἐπί τινος φοβερᾶς
καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρατάξεως φρίκη τις καὶ
τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου Δεσπότου ἐπιπίπτει ἐχθροῖς·
οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις
παρουσίας ἐξαίφνης ἐγένετο· ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρωσις τῶν ἐναντίων τοῦ ᾅδου
δυνάμεων τὰς ὄψεις σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν
κελευόντων λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐ γὰρ ἀνοίξατε, ἀλλ' ἐξ αὐτῶν
θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι· Ἄρατε
πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος Δεσπότου καὶ θυρῶν
κεκλεισμένων ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν
τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν καὶ κατάκλασιν. Διὸ οὐδὲ τοῖς δήμοις
ὑμῶν, ἀλλ' αὐτοῖς τοῖς δοκοῦσι παρ' ὑμῶν εἶναι ἄρχουσιν, αὐτοῖς ἐπιτρέπει λέγων·
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Ὑμῶν, ἀλλ' οὐκ ἄλλων τινῶν. Λοιπὸν ἄρχοντες. Εἰ

γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ' αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε· ἀλλ' οὐκέτι λοιπὸν
αὐτῶν, ἀλλ' οὐδ' ἄλλων, ἀλλ' ὑμῶν, ἀλλ' οὐδ' αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες. Πάρεστι
γὰρ Χριστὸς ἡ οὐράνιος θύρα· Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν.
Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν. Ὑμεῖς
ἐποιήσατε τὰς εἰσόδους· τὰς διεξόδους αὐτὸς ποιῆσαι παραγέγονεν. Διὸ μὴ μέλλετε·
Ἄρατε πύλας καὶ ταχύνατε· ἄρατε, καὶ μὴ ἀναβάλλετε. Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς
ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.
Ἅμα αἱ δυνάμεις ἐβόησαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύθησαν, ἅμα οἱ
μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖθρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου
ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ἐτράπησαν, ἕτερος ἕτερον
συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν
φθεγγόμενος· ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν,
ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ 43.460 καὶ ἐτρόμαξαν. Καὶ ὁ
μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε· καὶ ἄλλος πρηνὴς
ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ
ἕτερος οὐρανίων ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότερον ἔφευγεν. Ἐκεῖ γὰρ τότε
διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ
διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; τίς ἐστιν
οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα; Τίς οὗτός ἐστιν
ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γενόμενα; τίς οὗτος ὁ
ἐξάγων ἔνθεν τοὺς ἀπ' αἰῶνος κεκοιμημένους; τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύσας
ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς
τοὺς ἀπ' αἰῶνος πεπεδημένους; Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ Δεσπότου δυνάμεις
λέγουσαι· Μαθεῖν βούλεσθε, ὦ παράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης;
Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις.
Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἀψίδων ἐξορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ
δείλαιοι καὶ παράνομοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορδάνου συντρίψας
τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ
θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς. Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ
ἀβύσσῳ παραπέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων
καὶ ἀπολλῶν ὑμᾶς.
Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε,
οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε. Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυται· ἡ
ὑμῶν τυραννὶς λοιπὸν πέπαυται· τὸ ὑμέτερον φρύαγμα δεινῶς κατήργηται· ἡ ὑμῶν
μεγαλαυχία εἰς τέλος ἐκλέλοιπεν· ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ ἀπόλωλε. Ταῦτα αἱ
δεσποτικαὶ τοῦ Δεσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον, ὁμοῦ τε καὶ
κατέσπευδον. Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ
τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων ταμείων φευγούσας ἐνδότερον.
Καὶ ἄλλοι τὰς καταδύσεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων, καὶ ἔτρεχον. Καὶ
ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ Δεσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον
δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ' αἰῶνος δεσμίους ἀπέλυον· καὶ ἄλλοι
ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα· καὶ οἱ μὲν εἰσερχομένου τοῦ Δεσπότου
ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο.

 

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   

Προσθήκη νέου σχολίου

Κωδικός ασφαλείας
Ανανέωση

  • Default
  • Title
  • Date
  • Random
  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα