Αξιολόγηση Χρήστη:  / 0
ΧειρότεροΚαλύτερο 

Ἡ γάρ παρουσία τοῦ Κυρίου εἰς τούς πιστούς γέγονε καί ἀεί γίνεται καί εἰς πάντας τούς βουλομένους ἐφέστηκεν. Εἰ γάρ ἐκεῖνος τό φῶς τοῦ κόσμου ἐστί καί τοῖς αὐτοῦ ἀποστόλοις εἶπε μεθ᾿ ἡμῶν ἕως τῆς συντελείας συνέσεσθαι, πῶς, μεθ᾿ ἡμῶν ὤν, ἐλεύσεται; Οὐδαμῶς. Οὐ γάρ ἐσμέν υἱοί σκότους καί υἱοί νυκτός, ἵνα τό φῶς ἡμᾶς καταλάβῃ, ἀλλ᾿ υἱοί φωτός καί υἱοί τῆς τοῦ Κυρίου ἡμέρας ὅθεν καί ζῶντες ἐν τῷ Κυρίῳ ἐσμέν καί ἀποθνῄσκοντες ἐν αὐτῷ καί σύν αὐτῷ ζήσομεν, καθώς ὁ Παῦλός φησι. Περί τούτου γάρ καί ὁ θεολόγος οὕτως λέγει Γρηγόριος· «Ὅπερ ἐστί τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός». Οὗτος γάρ ἔσται καί ὁ μέλλων αἰών καί ἡ ἀνέσπερος ἡμέρα καί βασιλεία οὐρανῶν, νυμφών καί παστάς καί γῆ πραέων καί θεῖος παράδεισος καί βασιλεύς καί διάκονος, καθώς αὐτός οὕτως εἴρηκε· «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὕς ἐλθών ὁ κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας· ἀμήν γάρ λέγω ὑμῖν ὅτι ἀνακλινεῖ αὐτούς καί περιζωσάμενος διακονήσει αὐτοῖς».


Ἡ γάρ ἡμέρα Κυρίου, οὐχί εἰς τούς ὑπό τοῦ θείου φωτός ἀεί καταλαμπομένους, ἀλλ᾿ εἰς τούς ἐν τῷ σκότει τῶν παθῶν ὄντας καί ἐν τῷ κόσμῳ διάγοντας καί τά τοῦ κόσμου ποθοῦντας, αἴφνης μέλλει ἀποκαλύπτεσθαι καί φοβερά αὐτοῖς καί ὡς πῦρ ἄστεκτον λογισθήσεται. Φανήσεται δέ τοῦτο τό πῦρ ὁ Θεός οὐχ ὅλον πνευματικῶς, ἀλλ᾿ ὡς ἄν τις εἴποι ἀσωμάτως ἐν σώματι, ὥσπερ ἐξαναστάς ὡρᾶτο τοῖς μαθηταῖς πάλαι ὁ Χριστός, καθά φησιν ὁ εὐαγγελιστής· ἀναλαμβανομένου γάρ αὐτοῦ εἰς οὐρανούς, ταῦτά φασιν οἱ ἄγγελοι πρός αὐτούς· «Ὅν τρόπον ἐθεάσασθε αὐτόν πορευόμενον εἰς τόν οὐρανόν, οὕτως πάλιν ἐλεύσεται». Εἰ γάρ μή τοῦτο ἔσται, πῶς αὐτόν οἱ ἁμαρτωλοί, οἱ ἄπιστοι, οἱ αἱρετικοί καί πνευματομάχοι θεάσονται, τυφλοί ὄντες τῇ ψυχῇ καί τούς ὀφθαλμούς αὐτῆς ἐμπεφραγμένους τῷ βορβόρῳ τῆς ἀπιστίας καί ἁμαρτίας ἔχοντες, ὥσπερ πρός Θεσσαλονικεῖς καί Παῦλος ὁ ἀπόστολος ἔγραψεν. Ἐπειδή γάρ περί τῶν κεκοιμημένων και τῆς μελλούσης δόξης εἶπε καί ὅπως πάντες οἱ ἅγιοι διά νεφελῶν ἁρπαγήσονται, ἔφη· «Περί δέ τῶν χρόνων καί τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοί γάρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί οὕτως ἔρχεται· ὅταν γάρ εἴπωσιν, εἰρήνη καί ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδίν τῇ τικτούσῃ, καί οὐ μή ἐκφύγωσιν. Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστέ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοί φωτός ἐστε καί υἱοί ἡμέρας. Οὐκ ἐσμέν νυκτός οὐδέ σκότους· ἄρ᾿ οὖν μή καθεύδωμεν ὡς καί οἱ λοιποί, ἀλλά γρηγορῶμεν καί νήφωμεν».

Αγίου Συμεών του νέου Θεολόγου-Λόγος δέκατος εκ της Βίβλου των ηθικών

    Kατεβάστε το άρθρο σε pdf:
     
  •   
  •   

Προσθήκη νέου σχολίου

Κωδικός ασφαλείας
Ανανέωση

  • http--2.bp.blogspot.com--RGIVm38THGE-UjMUfRlbjMI-AAAAAAAAAuE-L7zkELE7X7s-s160-268873_196916777129146_615553206_n.jpg
    Ότι είσαι, αυτό βλέπεις, ότι ζητάς, αυτό βρίσκεις. Αν έλθεις στο Άγιον Όρος και ζητάς να βρεις αρετή, θα ψάξεις και θα την ανακαλύψεις. Αν ζητάς σκάνδαλα, θα τα βρεις. Όμως το πραγματικό, το άλλο Άγιον Όρος θ' αγρυπνεί μυστικά και θα υφαίνει την ιστορία του υπόγεια και σιγαλά. Μοναχός
  • http--1.bp.blogspot.com--fKEiMeTzSjQ-UnMDBVCqdLI-AAAAAAAABVI-fC7eWkgRk3g-s1600-cebacf8ccebdcf84cebfceb3cebbcebfcf85.jpg
    «Ὅσοι ἀπομείναμε πιστοὶ στὴν παράδοση, ὅσοι δὲν ἀρνηθήκαμε τὸ γάλα ποὺ βυζάξαμε, ἀγωνιζόμαστε, ἄλλος ἐδῶ, ἄλλος ἐκεῖ, καταπάνω στὴν ψευτιά. Καταπάνω σ᾿ αὐτοὺς ποὺ θέλουνε την Ἑλλάδα ἕνα κουφάρι χωρὶς ψυχή, ἕνα λουλούδι χωρὶς μυρουδιά.» Φώτης Κόντογλου
  • http--4.bp.blogspot.com---lml6NfyDuM-UWQDiNd9_pI-AAAAAAAAEk8-hsKqvigKsjw-s379-486718_471505646203662_776525439_n.jpg
  • 646babf42a80cf357c6572d7a5ddee95_230_200.png
  • ac1a91138665d2da02581a4b7bf57f51_230_200.jpg
  • f8f677aa46c05f036960f6330b48767b_230_200.jpg
«
»

Bίος Αγίου Φιλουμένου

Ο ιερομάρτυρας Φιλούμενος μαρτύρησε στο ιστορικό Φρέαρ του Ιακώβ στις 29 Νοεμβρίου του 1979, καθώς τελούσε την ακολουθία του Εσπερινού.

Περισσότερα

Κυπρος η πραγματική αλήθεια για το '74

 Μέρος Α κ'   Μέρος Β'


 

Η μασωνία στην Ελλάδα

Η ΕΒΡΑΙΟΜΑΣΩΝΙΑ ΞΕΣΚΕΠΑΖΕΤΑΙ!

Περισσότερα

Δωρεάν τρόφιμα

Δωρεάν τρόφιμα ,ρούχα και φάρμακα.

Μάθετε που μπορείτε να τα βρείτε.

Κάντε κλικ στην εικόνα