Re: Ο ΠΥΡΙΝΟΣ ΠΟΤΑΜΟΣ (ΚΟΛΑΣΗ & ΠΑΡΑΔΕΙΣΟΣ ΣΤΗΝ ΟΡΘΟΔΟΞΗ ΘΕΟΛΟΓΙΑ)
Δημοσιεύτηκε: 01 Απρ 2019, 17:30
Αγ.Μαξιμος ο Ομολογητής
ΕΡΩΤΗΣΙΣ 99
Ἐκ τοῦ αὐτοῦ· «οἶδα πῦρ οὐ καθαρτήριον ἀλλὰ κολαστήριον ἢ Σοδομιτικόν, ὃ
πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον, ἢ τὸ ἡτοιμασμένον τῷ
διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἤτε ὃ πρὸ προσώπου Κυρίου πορεύεται καὶ φλογιεῖ
κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἢ τὸ τούτων φοβερώτερον, ὃ τῷ ἀκοιμήτῳ (≡14Α_152≡>
σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς».
"...Ἐκεῖνο δὲ φοβερώτερον εἶπεν τὸ πῦρ, ὃ τῷ αἰωνίῳ
σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ καὶ διαιωνίζον τοῖς πονηροῖς· ὅπερ,
φαινομένου τοῦ θείου καὶ εἰς ἀπόλαυσιν προκειμένου τοῖς ἀξίοις, τοὺς μὴ διὰ τῶν
ἀγαθῶν ἔργων ἑαυτοὺς λαμπρύνοντας, δίκην σκώληκος ἀεὶ τὴν μνήμην
ἀνακινούσης, καὶ ἀναλογιζομένους τὴν ἀποτυχίαν καὶ στέρησιν τοῦ ἀγαθοῦ
ἀπεράντως κατεσθίει καὶ βασανίζει διηνεκῶς πυρὸς σφοδρότερον._"
-----------------------------------------
καί ἀπειλή φρικώδης αἰθομένου (καιομένου) πυρός πανταχοῦ
διατρέχουσα, καί τά κύκλῳ πάντα περιλαμβάνουσα, καί ὄρη ὡσεί κηρόν ἐκτήκουσα.
Ποταμός γάρ πυρός, φησίν, εἶλκεν ἔμπροσθεν αὐτοῦ. Ἡνίκα τάρταρος, καί βόθρος
ἀχανής καί ἀνείκαστος, καί σκότος ἐξώτερον, καί σκώληξ ἀκοίμητος ἀναδειχθῶσι
παρόντα· καί ἐπ᾿ αὐτοῖς φόβος εἰστήκει διά πάντων μετέωρος ἐκδεχομένων τήν
ἔκβασιν· (=0381=) καί ὁργῆς ἄγγελοι κολαστικόν πῦρ ἀποστίλβοντες, πῦρ δέ
βλέποντες, καί πῦρ ἀναπνέοντες, ἕτοιμοι πρός πᾶσαν ἐκδίκησιν πάσης παρανομίας
ἐστήκασι. Πᾶσά τε πρός τούτοις κτίσις ἐπίγειός τε καί ἐπουράνιος, ὅση τε ἐν
ἀγγέλοις, καί ταῖς ὑπέρ ἀγγέλους δυνάμεσι, καί ὅση ἀνθρώποις, παρίσταται μετά
τρόμου τήν φοβεράν τῆς θείας βουλῆς ἐκδεχομένη φανέρωσιν· ἐφ᾿ ὧν ἁπάντων, αἱ
πάντων ἡμῶν ἀναγνωσθήσονται πράξεις, καί τῶν κρυπτῶν ἡ γύμνωσις γενήσεται·
ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τάς ἁμαρτίας, ὡς ἕκαστος τάς ἑαυτοῦ, τήν
βίβλον ἁπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως
.....
τούς δέ τήν ἐξ εὐωνύμων διά
τήν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσιν λαχόντας, εἰς τό αἰώνιον πῦρ, τό
ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ, μετ᾿ ὁργῆς ἀπωθούμενος. Τίς
ἐκεῖνο τό πῦρ ἐνέγκει μαινόμενον; Τίς οὐ καταπτήσει τό ξένον ἐκείνου τοῦ
σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τό ταχύ τε ὁμοῦ καί βαρύ
φέρειν δυνήσεται; Τίς μυκώμενον τό τάρταρον, καί ἐκ πυθμένος αὐτῷ
συναναβρασσομένην τήν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπί τούτῳ τεταγμένων
ἀγγέλων τό δριμύ τε καί βλοσυρόν τοῦ βλέμματος, καί τοῦ προσώπου τό κατηφές
οὐχ ὑποτρέμει δονούμενος; Τίς τό πάντων δεινότερον τῶν κακῶν, τήν ἀποστροφήν
τοῦ προσώπου τοῦ φύσει πράου καί φιλανθρώπου Θεοῦ καί οἰκτείρμονος οὐ
φοβηθήσεται, ᾧ πᾶσα κτίσις συναποστρέφεταί τε καί συμβδελύττεται, τούς διά
φιλαπεχθήμονα γνώμην ἑαυτούς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα
κατ᾿ αὐτῶν ἐνδίκως, ὡς τοιοῦτον ἑαυτοῖς φανῆναι τόν φύσει τε καί μόνον
φιλάνθρωπον Θεόν βιασαμένων; Τίς τήν κατά συνείδησιν ἀπέραντον αἰσχύνην
ἔσεσθαι μέλλουσαν ἐπί τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; τίς τόν ἀσίγητον
κλαυθμόν, καί τό πικρόν ἐκεῖνο καί ἀνόητον δάκρυον, καί τό βρυγμόν τῶν ὀδόντων,
καί τούς κωκυτούς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἤ τόν ἐκ τῆς μεταμελείας
πόνον κατά μέσης αὐτῶν ἐπικείμενον τῆς καρδίας, καί διασμύχοντα δικαίως αὐτῶν
τῆς ψυχῆς τόν πυθμένα, μετρῆσαι δυνήσεται; Τίς τήν ἐγγινομένην αὐτοῖς
στενοχωρίαν ἐκ τοῦ μή ἐλπίζειν προθεσμίαν μεταποιήσεως, καί τέλος τῆς
ἐπικειμένης κολάσεως, μηδέ τῆς πρός τό εὖ ζῇν πάλιν μεταβολῆς (=0384=)
ἐκδέχεσθαι προσδοκίαν, ἐξειπεῖν ἐστιν (≡15Β_038≡> ἱκανός. Τελευταῖον γάρ καί
μόνον, καί φοβερόν ἐκεῖνο καί δίκαιον ὡς ἀληθῶς ἐστι τό κριτήριον, καί δίκαιον
πλέον ἤ ὅσον ἐπίφοβον, καί διά τοῦτο τυχόν φοβερώτερον, ὅτι καί δίκαιον· καί
πάντας ἑαυτῷ κατά τήν δικαίαν τοῦ Θεοῦ ψῆφον τούς αἰῶνας ἐναποκλεῖον. Τίς τάς
οἰμωγάς καί τούς στεναγμούς τούς ἐκ μέσης αὐτῶν προφερομένους τῆς καρδίας, καί
αὐτῶν καθαπτομένους τῶν μυελῶν, καί πικρῶς τά σπλάχνα καταδάκνοντας ἐπί
νοῦν λαβών, δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τόν θρῆνον καί τόν
ὁλοφυρμόν ἐνέγκῃ χωρίς ὀδύνης καί τῆς ἐπ᾿ αὐτῇ κατηφείας, καί μεθ᾿ οἵων
προφερομένους τῶν ἐκ μεταμελείας λόγων, τῶν τε πρός ἑαυτόν ἑκάστου τῶν
κολαζομένων, καί πάντων πρός ἅπαντας;
(ΑΠΑΝΤΑ, 9ος Τόμος 15 Β, Α´. Πρός τόν δοῦλον τοῦ Θεοῦ κύριον Γεώργιον τόν πανεύφημον ἔπαρχον
Ἀφρικῆς)