Λέει λοιπόν το βιβλίο του Ενώχ
Και εγενετο οταν επληθυνθησαν οι υιοι των ανθρωπων, και εν εκεινας ταις ημεραις ταις ημεραις εγεννηθησαν θυγατερες ωραιαι και καλαι.
2. και εθεασαντο αυτας οι αγγελοι υιοι ουρανου και επεθυμησαν αυτας, και ειπαν προς αλληλους, Δευτε εκλεξωμεθα εαυτοις γυναικας απο των ανθρωπων, και γεννησομεν εαυτοις τεκνα.
3. και ειπεν Σεμιαζας προς αυτους, ος ην αρχων αυτων, Φοβουμαι μη ου θελησετε ποιησαι το πραγμα τουτο, και εσομαι εγω μονος οφειλετης αμαρτιας μεγαλης.
Ας δούμε και τι λεει στην Χρονογραφίαν του ο Γεώργιος Μοναχός.
http://khazarzar.skeptik.net/pgm/PG_Mig ... raphic.pdf
σελ.5
Πιο κάτωΤῷ ρζςʹἔτει ἐγεννήθη τῷ Κάιν ὁ Ἐνώχ.οὗτος πρῶτος ἄροτρον εὗρεν.Τῷ ρζζʹ ἔτει Κάιν ἔκτισε πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ·Ἄβελ δὲ δικαιοσύνης ἐφρόντιζεν.ὁ Κάιν μετὰ τὴν καταδίκην ἅρπαξ καὶ πλεονέκτης μᾶλλον ἐγένετο μέτρα καὶ σταθμία καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας.τοὺς δὲ οἰκείους εἰς ἓν συναγαγὼν ἐν πολέμοις ἀσχολεῖσθαι ἐδίδασκεν.οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατάρας τοῦ θεοῦ καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννώμενοι.ᾤκει δὲ τὴν γῆν ἥτις ἐστὶ τρέμουσα,χαμηλὴ οὖσα,κεχωρισμένος ὑπάρχων ἐκ τοῦ Σήθ,κατὰ πρόσταξιν τοῦ Ἀδάμ .οἱ ἐκ τοῦ Σὴθ υἱοὶ θεοῦ λεγόμενοι καὶ ἐγρήγοροι τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ πλησίον τοῦ παραδείσου κατῴκουν.
ὁ Σὴθ εὐσεβὴς ἦν καὶ εὐδιάπλαστος σφόδρα καὶ οἱ ἐξ αὐτοῦ πάντες εὐσεβεῖς καὶ ὡραῖοι ἦσαν.οὗτοι κατὰ πρόσταγμα τοῦ Ἀδὰμ τὴν ὑψηλοτέραν γῆν ᾤκουν τῆς Ἐδέμ,κατέναντι τοῦ παραδείσου,ἀγγελικῶς βιοῦντες,ἕωςτοῦ χιλιοστοῦ κοσμικοῦ ἔτους.τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν,εἰς τὴν ὡραιότητα τῶν τότε θυγατέρων τῶν ἀνθρώπων αὐτοὺς ἔτρωσε, 10περὶ ὧν φησι καὶ ὁ θεῖος Μωϋσῆς ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν,ἔλαβον ἑαυτοῖς γυναῖκας ἐξ αὐτῶν.
Για αν δούμε τώρα και τι αναφέρει ο Γεώργιος μοναχός για το τι λέει το βιβλίο του Ενωχ...Σὴθ ἡγεμόνευσε μετὰ τὸν Ἀδὰμ τῶν τηνικαῦτα ἀνθρώπων.οἱ δὲ ἐκ γένους αὐτοῦ διακόσιοι ἐγρήγοροι τῷ α τῆς κοσμογονίας ἔτει,τεσσαρακοστοῦ ὄντος τοῦ Ἰάρεδ,αὐτοῦ δὲ τοῦ Σὴθ ψοʹ,πλανηθέντες κατέβησαν,καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων,καὶ ἐγέννησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς,ὥς φησιν ἡ γραφή .ἐπειδὴ δέ τινες ἀντιλέγουσι περὶ
τούτων ,συνεῖδον ἐφεξῆς ὀλίγα τινὰ καὶ περὶ αὐτῶν παραθέσθαι,ἔκ τε τοῦ αʹ βιβλίου το Ἐνὼχ καὶ αὐτοῦ Μωυσέως καὶ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων.
Αρα στο ενα λέει περι αγγέλων,υιών του Θεού με αποτέλεσμα πολλοί να νομίζουνε οτι πρόκειται γαι τους εκπτωτους,ενω ο Γεώργιος Μοναχός λέει περι εγρηγόρων,του οποίους κατονομάζει πριν ως υιούς του Σηθ,που ζούσαν μέχρι τότε αγγελική ζωήἘκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων Καὶ ἐγένετο ὅτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐγεννήθησαν αὐτοῖς θυγατέρες ὡραῖαι,καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπεπλανήθησαν ὀπίσω αὐτῶν.καὶ εἶπον πρὸς ἀλλήλους· ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς.καὶ εἶπε Σεμιαζὰς ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς·
Και ενω μετά όλα συμπίπτουν,απο το βιβλίο του Ενωχ που κυκλοφορεί στο διαδίκτυο(εκτός ελαχίστων εξαιρέσεων) λείπει το ακολουθο κομμάτι που αναφέρει ο Γεώργιος μοναχός
Οὗτοι καὶ οἱ λοιποὶ πάντες ἐν τῷ αροʹ ἔτει τοῦ κόσμου ἔλαβον ἑαυτοῖς γυναῖκας καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς ἕως τοῦ κατακλυσμοῦ .καὶ ἔτεκον αὐτοῖς γένη τρία·αʹγίγαντας μεγάλους.οἱ δὲ γίγαντες ἐτέκνωσαν Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ .καὶ ἦσαν αὐξανόμενοι κατὰ τὴν μεγαλειότητα αὐτῶν